§17τί ἂν τὰ πολλὰ λέγοι τις;
なぜ多々と語る必要があろうか。
ἦν γὰρ οὐδʼ ὁτιοῦν πλέον ἡμῖν ταῦτα λέγουσιν, ἀλλʼ εἴχετο τοῦ σίτου.
我々がこのようなことを言っても全く無駄であり、彼は小麦にしがみついていたからである。
ἐξῆγεν αὐτὸν Πρῶτος καὶ ὁ κοινωνὸς τοῦ Πρώτου, Φέρτατος· οὑτοσὶ δʼ οὐκ ἐξήγετο, οὐδʼ ἂν ἔφη διαρρήδην ὑπʼ οὐδενὸς ἐξαχθῆναι, εἰ μὴ αὐτὸν ἐγὼ ἐξάξω.
プロトスと、プロトスの相棒であるペルタトスが彼を立ち退かせようとしたが、この男は立ち退こうとせず、もし私が彼を立ち退かせない限り、他の誰によっても立ち退かされるつもりはないとはっきり言ったのである。
§18μετὰ ταῦτα προὐκαλεῖθʼ ὁ Πρῶτος αὐτὸν καὶ ἡμεῖς ἐπὶ τὴν ἀρχὴν τὴν τῶν Συρακοσίων, κἂν μὲν ἐωνημένος τὸν σῖτον ἐκεῖνος φαίνηται καὶ τὰ τέλη κείμενʼ ἐκείνῳ καὶ τὰς τιμὰς ὁ διαλύων ἐκεῖνος, τοῦτον πονηρὸν ὄντʼ ἀξιοῦμεν ζημιοῦσθαι, εἰ δὲ μή, καὶ τὰ διάφορʼ ἀπολαβεῖν καὶ τάλαντον προσλαβεῖν, καὶ τοῦ σίτου ἀφιστάμεθα.
その後、プロトスと我々はシラクサの当局に照会することを彼に提案しました。 もしプロトスが小麦を買い入れたことが明らかになり、税が彼名義で納められ、代金を支払ったのも彼であることが判明したなら、この男は悪党として処罰されるべきであり、そうでなければ、この男が差額を回収し、さらに1タラントンを受け取るものとし、我々は小麦を諦める、と提案したのです。
ταῦτʼ ἐκείνου προκαλουμένου καὶ λέγοντος καὶ ἡμῶν οὐδὲν ἦν πλέον, ἀλλʼ ἦν αἵρεσις ἢ τοῦτον ἐξάγειν ἢ ἀπολωλεκέναι σωθέντα καὶ παρόντα τὰ ἡμέτερʼ αὐτῶν.
プロトスがこのように提案して主張し、我々も同意したものの、何の進展もありませんでした。 ただ、この男を立ち退かせるか、それとも無事に届いて目の前にある我々自身の財産を失うか、どちらかを選ぶしかなかったのです。
§19ὁ γὰρ αὖ Πρῶτος διεμαρτύρετʼ ἐξάγειν, βεβαιῶν ἀναπλεῖν ἐθέλειν εἰς τὴν Σικελίαν· εἰ δὲ ταῦτʼ ἐθέλοντος αὑτοῦ προησόμεθʼ ἡμεῖς τούτῳ τὸν σῖτον, οὐδὲν αὑτῷ μέλειν.
というのも、今度はプロトスが、自分はシケリアへ戻る意思があると明言した上で、彼を立ち退かせるよう我々に強く要求し、もし自分がそう望んでいるのに我々がこの男に小麦を明け渡すのであれば、自分は一切関知しないと言ったからです。
καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, καὶ οὔτʼ ἂν ἐξαχθῆναι ἔφη, εἰ μὴ ὑπʼ ἐμοῦ, οὔθʼ ἃ προὐκαλεῖτο περὶ τοῦ ἀναπλεῖν ἐδέχετο, ἔν τε τῷ πλῷ τὴν συγγραφὴν ἔθετο, λέγε τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.
そして、私がこれらのことを真実語っていること、また彼が私以外には立ち退かされないと言ったこと、シケリアへの帰航に関する提案を受け入れなかったこと、さらに航海中に契約書を預けたことの証拠として、証言録を読み上げてください。
§20ἐπειδὴ τοίνυν οὔτʼ ἐξάγεσθαι ἤθελεν ὑπὸ τοῦ Πρώτου οὔτʼ εἰς τὴν Σικελίαν ἀναπλεῖν ἐπὶ τὰ δίκαια, προειδώς θʼ ἅπαντʼ ἐφαίνετο, ἃ ὁ Ἡγέστρατος ἐκακούργει, λοιπὸν ἦν ἡμῖν τοῖς ἐνθένδε μὲν πεποιημένοις τὸ συμβόλαιον, παρειληφόσι δὲ τὸν σῖτον παρὰ τοῦ δικαίως ἐκεῖ πριαμένου, ἐξάγειν τοῦτον.
さて、彼がプロトスによって立ち退かされることも望まず、正当な審理のためにシケリアへ帰航することも望まなかったとき、そしてヘゲストラトスが企てたあらゆる悪事をあらかじめ知っていたことが明らかになったとき、この地アテナイで契約を結び、現地で正当に小麦を買い入れた者からそれを受け取っていた我々に残された道は、この男を立ち退かせることだけでした。
§21τί γὰρ ἂν καὶ ἄλλʼ ἐποιοῦμεν;
実際、我々が他に何ができたでしょうか。
οὔπω γὰρ τοῦτό γʼ οὐδεὶς ἡμῶν τῶν κοινωνῶν ὑπέλαβεν, ὡς ὑμεῖς γνώσεσθέ ποτʼ εἶναι τούτου τὸν σῖτον, ὃν καταλιπεῖν οὗτος ἔπειθεν τοὺς ναύτας, ὅπως ἀπόλοιτο τοῦ πλοίου καταδύντος.
というのも、船が沈没して小麦が失われるようにと、この男が船員たちに見捨てるよう説得していたまさにその小麦を、皆さんがこの男の所有物であると判定するだろうなどとは、我々共同事業者の誰も考えもしなかったからです。
ὃ καὶ μέγιστόν ἐστι σημεῖον τοῦ μηδὲν προσήκειν αὐτῷ.
これこそ、小麦が彼に全く属していないことの最大の証拠です。
τίς γὰρ ἂν τὸν ἑαυτοῦ σῖτον ἔπειθε προέσθαι τοὺς σῴζειν βουλομένους;
なぜなら、誰が自分の小麦を、救い出そうとしている人々に見捨てるよう説得するでしょうか。
ἢ τίς οὐκ ἂν ἔπλει δεξάμενος τὴν πρόκλησιν εἰς τὴν Σικελίαν, οὗ ταῦτʼ ἦν ἐλέγξαι καθαρῶς.
あるいは、これらのことを明白に検証できるシケリアへの提案を受け入れて、乗船しない者がいるでしょうか。
§22καὶ μὴν οὐδὲ τοῦτʼ ἐμέλλομεν ὑμῶν καταγνώσεσθαι, ὡς εἰσαγώγιμον ψηφιεῖσθε τούτῳ τὴν δίκην περὶ τούτων τῶν χρημάτων, ἃ κατὰ πολλοὺς τρόπους οὗτος ἔπραττεν ὅπως μὴ εἰσαγώγιμα δεῦρʼ ἔσται, πρῶτον μὲν ὅτʼ αὐτὰ καταλιπεῖν τοὺς ναύτας ἔπειθεν, εἶθʼ ὅτʼ ἐν Κεφαλληνίᾳ μὴ δεῦρο πλεῖν τὴν ναῦν ἔπραττεν.
また、そもそもこの財産をアテナイへ持ち込ませまいと、この男が様々な方法で画策していた(第一には船員たちにそれを見捨てるよう説得したとき、第二にはケファレニアで船をここへ航行させまいとしたときです)まさにその財産をめぐる彼の訴訟を、皆さんが受理可能と決議するような、皆さんを侮るような予想を我々は決してしませんでした。
§23πῶς γὰρ οὐκ αἰσχρὸν καὶ δεινὸν ἂν γένοιτο, εἰ Κεφαλλῆνες μέν, ὅπως τοῖς Ἀθηναίοις σωθῇ τὰ χρήματα, δεῦρο πλεῖν τὴν ναῦν ἔκριναν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι τὰ τῶν πολιτῶν τοῖς καταποντίσαι βουληθεῖσιν δοῦναι γνοίητε, καὶ ἃ μὴ καταπλεῖν ὅλως οὗτος δεῦρʼ ἔπραττεν, ταῦτʼ εἰσαγώγιμα τούτῳ ψηφίσαισθε;
なぜなら、もしケファレニアの人々が、アテナイ人の財産が救われるようにと船をここへ航行させる決定を下した一方で、アテナイ人である皆さんが、同胞市民の財産を沈没させようとした者たちに引き渡す決定を下し、この男がここへ全く持ち込ませまいと画策していたその財産について、彼のための訴訟を受理可能と決議するならば、どうしてそれが恥ずべき、恐ろしいことにならないでしょうか。
μὴ δῆτʼ, ὦ Ζεῦ καὶ θεοί.
ゼウスをはじめ神々に誓って、決してそのようなことがありませんように。
λέγε δή μοι τί παραγέγραμμαι. ΠΑΡΑΓΡΑΦΗ.
λέγε δή μοι τὸν νόμον. ΝΟΜΟΣ.
私がどのような抗弁を提出したかを読み上げてください。 私に法律を読み上げてください。
§24ὅτι μὲν τοίνυν ἐκ τῶν νόμων παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, ἱκανῶς οἴομαι δεδεῖχθαι·
さて、私が法律に基づいてこの訴訟が受理不可能であるという抗弁を提出したことは、十分に示されたと思います。
τέχνην δʼ ἀκούσεσθε τοῦ σοφοῦ τοῦ ταῦτα πάντα συντεθηκότος, τοῦ Ἀριστοφῶντος.
しかし、これらすべてを裏で仕組んだ知恵者アリストポンの巧妙な手口を、皆さん今からお聞きください。
ὡς γὰρ ἐκ τῶν πραγμάτων ἁπλῶς οὐδὲν ἑώρων δίκαιον ἑαυτοῖς ἐνόν, ἐπικηρυκεύονται τῷ Πρώτῳ καὶ πείθουσι τὸν ἄνθρωπον ἐνδοῦναι τὰ πράγμαθʼ ἑαυτοῖς, πράττοντες μὲν ὡς ἔοικεν καὶ ἐξ ἀρχῆς τοῦτο, ὡς ἡμῖν νῦν φανερὸν γέγονεν, οὐ δυνάμενοι δὲ πεῖσαι.
彼らは客観的な事実からは、自分たちに有利な正当性が全くないことを見て取ると、プロトスに使者を送って交渉を持ちかけ、彼を説得して、小麦の件を自分たちに引き渡してしまいました。 どうやら彼らは最初からこのように画策していたようで、今となっては我々にもそれが明らかになっていますが、当時は説得できなかったのです。