§25ὁ γὰρ Πρῶτος, ἕως μὲν ᾤετο τὸν σῖτον κέρδος ἐλθόντα ποιήσειν, ἀντείχετο τούτου, καὶ μᾶλλον ᾑρεῖτʼ αὐτός τε κερδᾶναι καὶ ἡμῖν τὰ δίκαιʼ ἀποδοῦναι, ἢ κατακοινωνήσας τούτοις τῆς μὲν ὠφελίας τούτους ποιῆσαι μερίτας, ἡμᾶς δʼ ἀδικῆσαι·
プロトスは、小麦が届いて利益をもたらすだろうと思っているうちは、小麦にしがみついており、自分自身が利益を得て我々に正当な支払いをすることの方を、彼らと共謀して彼らを利益の分け前にあずからせ、我々に不正を働くことよりも望んでいた。
ὡς δὲ δεῦρʼ ἥκοντος αὐτοῦ καὶ περὶ ταῦτα πραγματευομένου, ἐπανῆκεν ὁ σῖτος, ἄλλην εὐθέως ἔλαβεν γνώμην.
しかし、彼がここに来てその件で交渉していた時、小麦の価格が下落すると、すぐに別の考えをとるようになった。
§26καὶ ἅμα (εἰρήσεται γάρ, ἄνδρες Ἀθηαῖοι, πᾶσα πρὸς ὑμᾶς ἡ ἀλήθεια) καὶ ἡμεῖς οἱ δεδανεικότες προσεκρούομεν αὐτῷ καὶ πικρῶς εἴχομεν, τῆς τε ζημίας ἐφʼ ἡμᾶς ἰούσης τῆς περὶ τὸν σῖτον καὶ συκοφάντην ἀντὶ χρημάτων αἰτιώμενοι τοῦτον ἡμῖν κεκομικέναι.
同時に(アテナイの皆さん、真実のすべてが語られるでしょうから)、我々貸し手も彼と衝突し、苦々しく思っていた。 小麦に関する損失が我々に降りかかり、彼が我々のもとに、お金の代わりに中傷屋を連れてきたと非難したからである。
ἐκ τούτων, οὐδὲ φύσει χρηστὸς ὢν ἅνθρωπος δῆλον ὅτι, ἐπὶ τούτους ἀποκλίνει, καὶ συγχωρεῖ τὴν δίκην ἔρημον ὀφλεῖν, ἣν οὗτος αὐτῷ λαγχάνει τότε, ὅτʼ οὔπω ταὔτʼ ἐφρόνουν.
こうしたことから、もともと善良な人間ではなかったのは明らかな彼(プロトス)は、あちら側に傾き、この男が当時彼に対して起こしていた不戦敗の訴訟(当時はまだ彼らが同じ考えではなかった時のもの)をそのまま敗訴することに同意した。
§27εἰ μὲν γὰρ ἀφῆκε τὸν Πρῶτον, ἐξελήλεγκτʼ ἂν εὐθέως ἡμᾶς συκοφαντῶν·
というのも、もし彼がプロトスに対する訴訟を取り下げていたなら、我々を中傷していることがすぐに証明されてしまっただろう。
ὀφλεῖν δὲ παρὼν ἐκεῖνος οὐ συνεχώρει, ἵνʼ ἐὰν μὲν αὐτῷ ποιῶσιν ἃ ὡμολογήκασιν—, εἰ δὲ μή, τὴν ἔρημον ἀντιλάχῃ.
しかし、その場にいた彼(プロトス)は、敗訴することに同意しなかった。 それは、もし彼らが自分に約束したことを実行するならば、そうでなければ、不戦敗の判決に対して再審を請求するためである。
ἀλλὰ τί ταῦτα;
しかし、これらは何なのか。
εἰ μὲν γὰρ ἃ γέγραφεν οὗτος εἰς τὸ ἔγκλημʼ ἐποίει, οὐκ ὀφλεῖν ἂν δίκην δικαίως, ἀλλʼ ἀποθανεῖν Πρῶτος ἔμοιγε δοκεῖ.
もし、この男が訴状に書いたことを彼(プロトス)が行っていたなら、プロトスは訴訟で負けるだけでなく、死刑に処されて当然だと私には思われる。
εἰ γὰρ ἐν κακοῖς καὶ χειμῶνι τοσοῦτον οἶνον ἔπινεν ὥσθʼ ὅμοιον εἶναι μανίᾳ, τί οὐκ ἄξιός ἐστι παθεῖν.
というのも、もし困難と嵐の中で、狂気に等しいほどの多量のワインを飲んでいたとしたら、どんな罰を受けても当然ではないか。
§28ἢ εἰ γράμματʼ ἔκλεπτεν;
あるいは彼が証書を盗んでいたとしたら?
εἰ ὑπανέῳγεν;
密かに開封していたとしたら?
ἀλλὰ ταῦτα μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ὑμεῖς ὅπως ποτʼ ἔχει διακρινεῖσθε·
しかし、これらのことは、それがどうであるにせよ、あなたがた自身の間で解決しなさい。
τῇ δʼ ἐμῇ δίκῃ μηδὲν ἐκείνης πρόσαγε.
私の裁判にあの事件を持ち込まないでほしい。
εἴ τί σʼ ἠδίκηκεν ὁ Πρῶτος ἢ λέγων ἢ ποιῶν, ἔχεις ὡς ἔοικε δίκην·
もしプロトスが言葉であれ行動であれ、あなたに対して何らかの不正を行ったのなら、あなたはどうやら訴訟を起こしているようだ。
οὐδεὶς ἡμῶν ἐκώλυεν, οὐδὲ νῦν παραιτεῖται.
我々の誰もそれを妨げなかったし、今も許しを求めてはいない。
εἰ σεσυκοφάντηκας, οὐ περιεργαζόμεθα.
もしお前が中傷したのだとしても、我々は干渉しない。
§29νὴ Δίʼ, ἀλλʼ ἐκποδών ἐστιν ἅνθρωπος.
「おい、しかしあの男は逃亡して不在だ」と言うだろう。
διά γʼ ὑμᾶς, ἵνα τάς τε μαρτυρίας τὰς ἡμετέρας λίπῃ, καὶ νῦν ὑμεῖς ὅ τι ἂν βούλησθε λέγητε κατʼ αὐτοῦ.
それはまさにあなた方のせいだ。 彼が我々に有利な証言を残さず、今やあなた方が彼に対して好きなことを言えるようにするためだ。
εἰ γὰρ μὴ διʼ ὑμῶν ἔρημος ἐγίγνεθʼ ἡ δίκη, ἅμʼ ἂν αὐτὸν προσεκαλοῦ καὶ κατηγγύας πρὸς τὸν πολέμαρχον, καὶ εἰ μὲν κατέστησέ σοι τοὺς ἐγγυητάς, μένειν ἠναγκάζετʼ ἄν, ἢ σὺ παρʼ ὧν λήψει δίκην ἑτοίμους εἶχες, εἰ δὲ μὴ κατέστησεν, εἰς τὸ οἴκημʼ ἂν ᾔει.
もしあなた方のせいで訴訟が不戦勝にならなかったなら、あなた(ゼノテミス)は彼を召喚すると同時にポレマルコスに対して告発したはずだ。 そして、もし彼があなたに保証人を立てたなら、彼は留まることを余余儀なくされたか、あるいはあなたはそこから賠償金を受け取れる者を確保できただろうし、もし彼が保証人を立てなかったなら、彼は牢獄に入ったはずだ。
§30νῦν δὲ κοινωσάμενοι τὸ πρᾶγμα, ὁ μὲν διὰ σοῦ τὴν γεγονυῖαν ἔκδειαν οὐκ ἀποδώσειν ἡμῖν οἴεται, σὺ δʼ ἐκείνου κατηγορῶν τῶν ἡμετέρων κύριος γενήσεσθαι.
だが今や、事柄を共謀したことで、彼(プロトス)はあなた(ゼノテミス)を通じて、生じた不足分を我々に返済せずに済むと考えており、あなたの方は、彼を非難することによって我々の財産を手に入れようとしている。
τεκμήριον δέ· ἐγὼ μὲν γὰρ αὐτὸν κλητεύσω, σὺ δʼ οὔτε κατηγγύησας οὔτε νῦν κλητεύσεις.
その証拠に、私は彼を召喚するが、あなたは保証を求めもしなかったし、今も召喚しようとしない。
§31ἔτι τοίνυν ἑτέρα τις ἐστὶν ἐλπὶς αὐτοῖς τοῦ παρακρούσεσθαι καὶ φενακιεῖν ὑμᾶς.
さらに、彼らには皆さんを欺き、騙すためのもう一つの目論見があります。
αἰτιάσονται Δημοσθένην, καὶ ἐκείνῳ ἐμὲ πιστεύοντα φήσουσιν ἐξάγειν τουτονί, ὑπολαμβάνοντες τῷ ῥήτορα καὶ γνώριμον εἶναι ἐκεῖνον πιθανὴν ἔχειν τὴν αἰτίαν.
彼らはデモステネスを非難し、私が彼を信頼してこの男を立ち退かせたのだと主張するでしょう。 デモステネスが弁論家であり著名であるため、その非難が説得力を持つと考えているからです。
ἐμοὶ δʼ ἐστὶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Δημοσθένης οἰκεῖος γένει (καὶ πάντας ὑμῖν ὄμνυμι τοὺς θεοὺς ἦ μὴν ἐρεῖν τἀληθῆ).
アテナイの皆さん、私にとってデモステネスは親戚であります(そして私はすべての神々に誓って真実を述べます)。
§32προσελθόντος δʼ αὐτῷ μου καὶ παρεῖναι καὶ βοηθεῖν ἀξιοῦντος εἴ τι ἔχοι,
δήμων,
ἔφη,
ἐγὼ ποιήσω μὲν ὡς ἂν σὺ κελεύῃς (καὶ γὰρ ἂν δεινὸν εἴη).
私が彼のもとに行き、もしできることがあれば同席して援助してほしいと頼んだとき、「デーモンよ」と彼は言いました。 「私は君が頼むとおりにしよう(そうしなければひどいこと(薄情)になるだろうから)。
δεῖ μέντοι καὶ τὸ σαυτοῦ καὶ τοὐμὸν λογίσασθαι.
しかし、君自身の状況と私の状況も考慮しなければならない。
ἐμοὶ συμβέβηκεν, ἀφʼ οὗ περὶ τῶν κοινῶν λέγειν ἠρξάμην, μηδὲ πρὸς ἓν πρᾶγμʼ ἴδιον προσεληλυθέναι·
私にとっては、国政について語り始めて以来、いかなる私的な訴訟にも関与しないことが常であった。
ἀλλὰ καὶ τῆς πολιτείας αὐτῆς τὰ τοιαῦτʼ ἐξέστηκα
いや、国家そのものにおいてさえ、私はそのようなことを避けてきたのだ。