§1ἄνδρες δικασταί, βούλομαι παραγεγραμμένος μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, περὶ τῶν νόμων πρῶτον εἰπεῖν, καθʼ οὓς παρεγραψάμην.
裁判員諸官、私は、この訴訟は受理可能ではないという異議申立を行ったうえで、まず、その異議申立の根拠とした法律についてお話ししたいと思います。
οἱ νόμοι κελεύουσιν, ὦ ἄνδρες δικασταί, τὰς δίκας εἶναι τοῖς ναυκλήροις καὶ τοῖς ἐμπόροις τῶν Ἀθήναζε καὶ τῶν Ἀθήνηθεν συμβολαίων, καὶ περὶ ὧν ἂν ὦσι συγγραφαί· ἂν δέ τις παρὰ ταῦτα δικάζηται, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην.
裁判員諸官、法律が規定しているのは、船主や商人に対する訴訟は、アテナイへ向かう、あるいはアテナイから出発する契約に関するものであり、かつ書面による契約書が存在するものであること、そして、もしこれらに反して誰かが訴えを起こした場合、その訴訟は受理可能ではないということです。
§2τουτῳὶ τοίνυν Ζηνοθέμιδι πρὸς μὲν ἐμὲ ὅτι οὐδὲν ἦν συμβόλαιον οὐδὲ συγγραφή, καὐτὸς ὁμολογεῖ ἐν τῷ ἐγκλήματι·
さて、このゼノテミスが私との間にいかなる契約も書面による契約書も交わしていなかったことは、彼自身も告訴状の中で認めています。
δανεῖσαι δέ φησιν Ἡγεστράτῳ ναυκλήρῳ, τούτου δʼ ἀπολομένου ἐν τῷ πελάγει, ἡμᾶς τὸ ναῦλον σφετερίσασθαι·
しかし彼は、船主ヘゲストラトスにお金を貸したこと、そしてヘゲストラトスが海上で死亡した際に、我々が運送賃を着着服したと主張しています。
τουτὶ τὸ ἔγκλημʼ ἐστίν.
これが彼の告訴内容です。
ἐκ δὴ τοῦ αὐτοῦ λόγου τήν τε δίκην οὐκ εἰσαγώγιμον οὖσαν μαθήσεσθε, καὶ τὴν ὅλην ἐπιβουλὴν καὶ πονηρίαν τουτουὶ τοῦ ἀνθρώπου ὄψεσθε.
したがって、まさにこの話から、本訴訟が受理不可能であることもお分かりいただけるでしょうし、この男の陰謀と邪悪さの全貌も目の当たりにされるでしょう。
§3δέομαι δʼ ὑμῶν πάντων, ὦ ἄνδρες δικασταί, εἴπερ ἄλλῳ τινὶ πώποτε πράγματι τὸν νοῦν προσέσχετε, καὶ τούτῳ προσέχειν·
裁判員諸官、私は皆さん全員にお願いします。 もしこれまでに他のどんな事件に心を注がれたことがあったとしても、この事件にも同様に心を注いでいただきたいのです。
ἀκούσεσθε γὰρ ἀνθρώπου τόλμαν καὶ πονηρίαν οὐ τὴν τυχοῦσαν, ἄνπερ ἐγὼ τὰ πεπραγμένʼ αὐτῷ πρὸς ὑμᾶς πολλάκις εἰπεῖν δυνηθῶ.
なぜなら、彼が働いた悪事を私が十分に説明することさえできれば、並大抵のものではない男の大胆不敵さと邪悪さを耳にすることになるからです。
οἶμαι δέ.
そして私にはそれができると思っています。
§4Ζηνόθεμις γὰρ οὑτοσί, ὢν ὑπηρέτης Ἡγεστράτου τοῦ ναυκλήρου, ὃν καὶ αὐτὸς ἔγραψεν ἐν τῷ ἐγκλήματι ὡς ἐν τῷ πελάγει ἀπώλετο (πῶς δέ, οὐ προσέγραψεν, ἀλλʼ ἐγὼ φράσω), ἀδίκημα τοιουτονὶ μετʼ ἐκείνου συνεσκευάσατο.
というのも、このゼノテミスは、船主ヘゲストラトス(彼自身、告訴状の中で海上で死亡したと書いている人物ですが、どのように死んだかは書き加えていないので、私が説明します)の手下であり、彼と共謀して次のような犯罪を企てたのです。
χρήματʼ ἐν ταῖς Συρακούσαις ἐδανείζεθʼ οὗτος κἀκεῖνος.
この男とヘゲストラトスは、シラクサでお金を借りていました。
ὡμολόγει δʼ ἐκεῖνος μὲν πρὸς τοὺς τούτῳ δανείζοντας, εἴ τις ἔροιτο, ἐνεῖναι σῖτον ἐν τῇ νηὶ τούτῳ πολύν, οὗτος δὲ πρὸς τοὺς ἐκείνῳ τὸν γόμον οἰκεῖον ἔχειν αὐτὸν τῆς νεώς·
そして、もし誰かが尋ねれば、ヘゲストラトスはこの男に金を貸そうとする者たちに対して、船内にはこの男の小麦が大量に積んであると請け合い、この男は、ヘゲストラトスに金を貸そうとする者たちに対して、船の積み荷は彼本人の所有物であると請け合っていました。
ὢν δʼ ὁ μὲν ναύκληρος, ὁ δʼ ἐπιβάτης, ἐπιστεύοντʼ εἰκότως ἃ περὶ ἀλλήλων ἔλεγον.
一方は船主、他方は乗客であったため、彼らが互いについて語ることは当然のことながら信用されたのです。
§5λαμβάνοντες δὲ τὰ χρήματα, οἴκαδʼ ἀπέστελλον εἰς τὴν Μασσαλίαν, καὶ οὐδὲν εἰς τὴν ναῦν εἰσέφερον.
彼らはお金を受け取ると、それを本国のマッサリアへと送金し、船には何も載せませんでした。
οὐσῶν δὲ τῶν συγγραφῶν, ὥσπερ εἰώθασιν ἅπασαι, σωθείσης τῆς νεὼς ἀποδοῦναι τὰ χρήματα, ἵνʼ ἀποστερήσαιεν τοὺς δανείσαντας, τὴν ναῦν καταδῦσαι ἐβουλεύσαντο.
さて、契約書には、およそすべての契約書がそうであるように、船が無事に到着した場合にお金を返済するという条項があったため、彼らは貸し手たちを騙し取るために、船を沈没させることを企てました。
ὁ μὲν οὖν Ἡγέστρατος, ὡς ἀπὸ τῆς γῆς ἀπῆραν δυοῖν ἢ τριῶν ἡμερῶν πλοῦν, καταβὰς τῆς νυκτὸς εἰς κοίλην ναῦν διέκοπτε τοῦ πλοίου τὸ ἔδαφος.
そこでヘゲストラトスは、陸地を離れて2、3日ほど航海したところで、夜間に船底に降り、船の底板を切り裂き始めました。
οὑτοσὶ δʼ, ὡς οὐδὲν εἰδώς, ἄνω μετὰ τῶν ἄλλων ἐπιβατῶν διέτριβεν.
一方、この男は、何も知らないふりをして、甲板の上で他の乗客たちと一緒に過ごしていました。
ψόφου δὲ γενομένου, αἰσθάνονται οἱ ἐν τῷ πλοίῳ ὅτι κατόν τι ἐν κοίλῃ νηὶ γίγνεται, καὶ βοηθοῦσι κάτω.
しかし、物音がしたため、船内の人々は船底で何か良からぬことが起きていることに気づき、階下へ助けに駆け下りました。
§6ὡς δʼ ἡλίσκεθʼ ὁ Ἡγέστρατος καὶ δίκην δώσειν ὑπέλαβεν, φεύγει καὶ διωκόμενος ῥίπτει αὑτὸν εἰς τὴν θάλατταν, διαμαρτὼν δὲ τοῦ λέμβου διὰ τὸ νύκτʼ εἶναι, ἀπεπνίγη.
ヘゲストラトスは見つかって処罰されることを覚悟すると、逃げ出し、追跡されるなかで海に身を投げました。 しかし、夜であったために小舟を見失い、溺死しました。
ἐκεῖνος μὲν οὕτως, ὥσπερ ἄξιος ἦν, κακὸς κακῶς ἀπώλετο, ἃ τοὺς ἄλλους ἐπεβούλευσε ποιῆσαι, ταῦτα παθὼν αὐτός.
彼はこのようにして、自業自得ながら、他人に加えようと企てていた災厄を自ら被る形で、悪党にふさわしい悲惨な死を遂げました。
§7οὑτοσὶ δʼ ὁ κοινωνὸς αὐτοῦ καὶ συνεργὸς τὸ μὲν πρῶτον εὐθὺς ἐν τῷ πλοίῳ παρὰ τἀδικήματα, ὡς οὐδὲν εἰδώς, ἀλλʼ ἐκπεπληγμένος καὶ αὐτός, ἔπειθεν τὸν πρῳρέα καὶ τοὺς ναύτας εἰς τὸν λέμβον ἐκβαίνειν καὶ ἐκλιπεῖν τὴν ναῦν τὴν ταχίστην, ὡς ἀνελπίστου τῆς σωτηρίας οὔσης καὶ καταδυσομένης τῆς νεὼς αὐτίκα μάλα, ἵνʼ, ὅπερ διενοήθησαν, τοῦτʼ ἐπιτελεσθείη καὶ ἡ ναῦς ἀπόλοιτο καὶ τὰ συμβόλαιʼ ἀποστερήσαιεν.
しかし、彼の相棒であり共犯者であるこの男は、最初は、犯罪が行われているまさにその最中、船内において、何も知らず自分も恐怖に震えているかのように装い、救かる見込みはなく船はすぐにでも沈没するからと言って、航海士や水夫たちに、大急ぎで小舟に乗り移って船を捨てるよう説得しようとしました。 彼らが企てていたことを完遂し、船を滅失させ、契約金を騙し取るためでした。
§8ἀποτυχὼν δὲ τούτου, καὶ τοῦ παρʼ ἡμῶν συμπλέοντος ἐναντιωθέντος καὶ τοῖς ναύταις μισθούς, εἰ διασῴσειαν τὴν ναῦν, μεγάλους ἐπαγγειλαμένου, σωθείσης εἰς Κεφαλληνίαν τῆς νεὼς διὰ τοὺς θεοὺς μάλιστά γε, εἶτα καὶ διὰ τὴν τῶν ναυτῶν ἀρετήν, πάλιν μετὰ τῶν Μασσαλιωτῶν τῶν τοῦ Ἡγεστράτου πολιτῶν μὴ καταπλεῖν Ἀθήναζε τὸ πλοῖον ἔπραττε, λέγων ὡς αὐτός τε καὶ τὰ χρήματʼ ἐκεῖθέν ἐστι, καὶ ὁ ναύκληρος εἴη καὶ οἱ δεδανεικότες Μασσαλιῶται.
しかし、この計画に失敗し、かつ我々の側から同乗していた者がそれに反対して、もし船を救い出せば大きな報酬を与えると言って水夫たちに約束したため、船は、何よりも神々のおかげで、また水夫たちの勇敢さによって、ケファレニアへと救い出されました。 すると彼は再び、ヘゲストラトスの同郷人であるマッサリア人たちと共謀して、船をアテナイへ入港させまいと画策しました。 彼自身も資金もそこの出身であり、船主も貸し手たちもマッサリア人である、と主張したのです。