§62λαβόντες δὲ καὶ τἄλλʼ αἰσχρῶς οὑτωσὶ πάντα, πλέον ἢ τὰ ἡμίσεα τῶν χρημάτων μηδὲ καταλειφθῆναι κοινῇ πάντες ἀμφισβητοῦσιν, ὡς πεντεταλάντου δὲ μόνον τῆς οὐσίας οὔσης ἐκ τοσαύτης τοὺς λόγους ἀπενηνόχασιν, οὐ πρόσοδον μὲν ἐξ αὐτῶν οὐκ ἀποφαίνοντες, τὰ δὲ κεφάλαια φανερὰ ἀποδεικνύντες, ἀλλʼ αὐτὰ τὰ ἀρχαῖʼ οὕτως ἀναιδῶς ἀνηλῶσθαι φάσκοντες.
また、彼らは他のすべての財産もこのように恥知らずに奪い取っておきながら、財産の半分以上について、そもそも遺されさえしなかったと一同共同して主張しており、これほど多大な財産があったのに、まるでその遺産が5タラントンにすぎなかったかのように会計報告を提出している。 そして、そこからの収入を示さず、元金がそこにあったことを明確に示すこともせず、ただ元金そのものがこのように不届きにも消費し尽くされたと主張している。
καὶ οὐδʼ αἰσχύνονται ταῦτα τολμῶντες.
そして、このような破廉恥なことをしながら、恥じることすらしていない。
§63καίτοι τί ποτʼ ἂν ἔπαθον ὑπʼ αὐτῶν, εἰ πλείω χρόνον ἐπετροπεύθην;
それにしても、もし私がもっと長い期間彼らの後見を受けていたなら、私は彼らによって一体どうなってしまっていたでしょうか。
οὐκ ἂν ἔχοιεν εἰπεῖν.
彼らには答えることができないでしょう。
ὅπου γὰρ δέκʼ ἐτῶν διαγενομένων παρὰ μὲν τῶν οὕτω μικρὰ κεκόμισμαι, τῷ δὲ καὶ πρὸς ὀφείλων ἐγγέγραμμαι, πῶς οὐκ ἄξιον διαγανακτεῖν;
というのも、10年が経過して、一方の者たちからはこれほどわずかなものしか受け取っておらず、他方の者に対してはさらに借金をしていると登録されているのですから、どうして憤慨せずにいられるでしょうか。
δῆλον δὲ παντάπασιν·
これは完全に明白なことです。
εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη δὲ πρὸς ἐπετροπεύθην ὑπʼ αὐτῶν, οὐδʼ ἂν τὰ μικρὰ ταῦτα παρʼ αὐτῶν ἀπέλαβον.
もし私が1歳の時に遺され、さらに6年間彼らの後見を受けていたなら、私は彼らからこのわずかなものさえも受け取っていなかったでしょう。
εἰ γὰρ ἐκεῖνʼ ἀνήλωται ὀρθῶς, οὐδὲν ἂν τῶν νῦν παραδοθέντων ἐξήρκεσεν εἰς ἕκτον ἔτος, ἀλλʼ ἢ παρʼ αὑτῶν ἄν μʼ ἔτρεφον ἢ τῷ λιμῷ περιεῖδον ἀπολόμενον.
というのも、もしあちらの消費が正当なものであるなら、現在引き渡されているもののいずれも、6年目まで持ちこたえることはできなかったはずであり、彼らが自腹で私を養うか、さもなければ私が飢えで死ぬのを放置していたはずだからです。
§64καίτοι πῶς οὐ δεινόν, εἰ ἕτεροι μὲν οἶκοι ταλαντιαῖοι καὶ διτάλαντοι καταλειφθέντες ἐκ τοῦ μισθωθῆναι διπλάσιοι καὶ τριπλάσιοι γεγόνασιν, ὥστʼ ἀξιοῦσθαι λῃτουργεῖν, ὁ δʼ ἐμὸς τριηραρχεῖν εἰθισμένος καὶ μεγάλας εἰσφορὰς εἰσφέρειν μηδὲ μικρὰς δυνήσεται διὰ τὰς τούτων ἀναισχυντίας;
それにしても、1タラントンや2タラントンで遺された他の遺産が、貸し出しによって2倍、3倍になり、その結果、公共奉仕を課されるほどになっているのに、かつては三段櫂船の装備を引き受け、多額の戦時特別税を納めるのが常であった私の遺産が、この者たちの破廉恥さのせいで、わずかな納税すらできなくなるというのは、あまりにも不条理ではないでしょうか。
τίνας δʼ οὗτοι λελοίπασιν ὑπερβολὰς εἰπεῖν;
この者たちは、言葉に尽くせないほどのどんな度を越した悪事を残しているでしょうか。
οἳ καὶ τὴν διαθήκην ἠφανίκασιν ὡς λήσοντες, καὶ τὰς μὲν σφετέρας αὐτῶν οὐσίας ἐκ τῶν ἐπικαρπιῶν διῳκήκασι καὶ τἀρχαῖα τῶν ὑπαρχόντων ἐκ τῶν ἐμῶν πολλῷ μείζω πεποιήκασι, τῆς δʼ ἐμῆς οὐσίας, ὥσπερ τὰ μέγισθʼ ὑφʼ ἡμῶν ἀδικηθέντες, ὅλον τὸ κεφάλαιον ἀνῃρήκασι.
彼らは、発覚を免れるつもりで遺言書をも消し去り、自分たちの財産は収益から管理し、既存の元金を私の財産から大幅に増やした一方で、私の財産については、まるで自分たちが私たちから最大の不当な扱いを受けたかのように、元金のすべてを消し去ってしまったのです。
§65καὶ ὑμεῖς μὲν οὐδὲ τῶν εἰς ὑμᾶς ἁμαρτανόντων ὅταν τινὸς καταψηφίσησθε, οὐ πάντα τὰ ὄντʼ ἀφείλεσθε, ἀλλʼ ἢ γυναῖκας ἢ παιδίʼ αὐτῶν ἐλεήσαντες μέρος τι κἀκείνοις ὑπελίπετε·
あなたがたでさえ、あなたがたに対して罪を犯した者の有罪を宣告するとき、その全財産を取り上げることはせず、彼らの妻や子供たちを憐れんで、彼らのためにも一部を残しておかれます。
οὗτοι δὲ τοσοῦτον διαφέρουσιν ὑμῶν, ὥστε καὶ δωρεὰς παρʼ ἡμῶν προσλαβόντες ἵνα δικαίως ἐπιτροπεύσωσι, τοιαῦτʼ εἰς ἡμᾶς ὑβρίκασι.
しかし、この者たちはあなたがたとはあまりにも異なっており、正当に後見を行うために、私たちから贈与まで受け取っておきながら、私たちに対してこのような暴挙を働いたのです。
καὶ οὐδʼ ᾐσχύνθησαν, εἰ μὴ ἠλέησαν, τὴν ἐμὴν ἀδελφήν, εἰ δυοῖν ταλάντοιν ὑπὸ τοῦ πατρὸς ἀξιωθεῖσα, μηδενὸς τεύξεται τῶν προσηκόντων, ἀλλʼ ὥσπερ ἔχθιστοί τινες, ἀλλʼ οὐ φίλοι καὶ συγγενεῖς καταλειφθέντες οὐδὲν τῆς οἰκειότητος ἐφρόντισαν. §66ἀλλʼ ἐγὼ μὲν ὁ πάντων ταλαιπωρότατος πρὸς ἀμφότερʼ ἀπορῶ, ταύτην θʼ ὅπως ἐκδῶ καὶ τἄλλʼ ὁπόθεν διοικῶ.
そして彼らは、たとえ私の妹を哀れまなかったにせよ、父が二タラントンを与えるにふさわしいと定めておられたのに、彼女が当然受けるべきものを何一つ得られなくなったことを恥じようともしませんでした。彼らはまるで最も憎むべき仇敵のように、友や親族として遺されたのではないかのように、血縁の情をまったく顧みなかったのです。しかし、誰よりも惨めな境遇にある私は、その両方に、すなわち妹をどう嫁がせ、残りの家計をどこから切り盛りするかに途方に暮れているのです。 妹をどのようにして嫁がせるべきか、そして他の生活をどこから賄うべきか。
προσεπίκειται δʼ ἡ πόλις ἀξιοῦσʼ εἰσφέρειν, δικαίως·
さらに、国家が税を納めるよう要求して私に迫ってきますが、それも当然のことです。
οὐσίαν γὰρ ἱκανὴν πρὸς ταῦτα κατέλιπέν μοι ὁ πατήρ.
なぜなら、父はこれらのために十分な財産を私に遺してくれたからです。
τὰ δὲ χρήματα τὰ καταλειφθένθʼ οὗτοι πάντʼ εἰλήφασιν.
しかし、遺された財産は、この者たちがすべて奪い去ってしまいました。
§67καὶ νῦν κομίσασθαι τἀμαυτοῦ ζητῶν εἰς κίνδυνον καθέστηκα τὸν μέγιστον.
そして今、私は自分のものを取り戻ようと努める中で、最大の危険に直面しています。
ἂν γὰρ ἀποφύγῃ μʼ οὗτος, ὃ μὴ γένοιτο, τὴν ἐπωβελίαν ὀφλήσω μνᾶς ἑκατόν.
もしこの男が無罪放免となるなら(そのようなことが起こりませんように)、私は100ミナの「1オボロス刑(エポベリア)」を科されることになるからです。
καὶ τούτῳ μέν, ἐὰν καταψηφίσησθε, τιμητόν, κοὐκ ἐκ τῶν ἑαυτοῦ χρημάτων, ἀλλʼ ἐκ τῶν ἐμῶν ποιήσεται τὴν ἔκτεισιν·
また、この男にとっては、もし有罪を宣告されたとしても、賠償額は査定されるものであり、しかも自分自身の金からではなく、私の金から支払いを行うことになるでしょう。
ἐμοὶ δʼ ἀτίμητον τοῦτʼ ἔστιν, ὥστʼ οὐ μόνον ἔσομαι τῶν πατρῴων ἀπεστερημένος, ἀλλὰ καὶ πρὸς ἠτιμωμένος, ἂν μὴ νῦν ἡμᾶς ὑμεῖς ἐλεήσητε.
しかし私にとっては、これは査定の余地のないものであり、その結果、父の遺産を奪われるだけでなく、あなたがたが今私たちを憐れんでくださらないなら、その上に市民権まで奪われることになるのです。
§68δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, μνησθέντας καὶ τῶν νόμων καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, βοηθῆσαι ἡμῖν τὰ δίκαια, καὶ μὴ περὶ πλείονος τὰς τούτου δεήσεις ἢ τὰς ἡμετέρας ποιήσασθαι.
それゆえ、裁判員諸官、私はあなたがたに願い、懇願し、哀願します。 法律と、あなたがたが誓って裁判に臨んでいるその誓いの双方を思い起こし、正義に則って私たちを助け、この男の懇願を私たちの懇願よりも重んじることのないようにしてください。
δίκαιοι δʼ ἔστʼ ἐλεεῖν οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπων, ἀλλὰ τοὺς παραλόγως δυστυχοῦντας, οὐδὲ τοὺς ὠμῶς οὕτως τἀλλότριʼ ἀποστεροῦντας, ἀλλʼ ἡμᾶς τοὺς πολὺν χρόνον ὧν ὁ πατὴρ ἡμῖν κατέλιπεν στερομένους καὶ πρὸς ὑπὸ τούτων ὑβριζομένους καὶ νῦν περὶ ἀτιμίας κινδυνεύοντας.
あなたがたが憐れむべきなのは、不義を働く人々ではなく、不当にも不幸に見舞われている人々であり、他人の財産をこのように冷酷に奪い取る人々ではなく、父が遺してくれたものを長い間奪われ、その上にこの者たちから虐げられ、今や市民権剥奪の危険に晒されている私たちなのです。
§69μέγα δʼ ἂν οἶμαι στενάξαι τὸν πατέρʼ ἡμῶν, εἰ αἴσθοιτο τῶν προικῶν καὶ τῶν δωρεῶν ὧν αὐτὸς τούτοις ἔδωκεν, ὑπὲρ τούτων τῆς ἐπωβελίας τὸν αὑτοῦ υἱὸν ἐμὲ κινδυνεύοντα, καὶ ἄλλους μέν τινας ἤδη τῶν πολιτῶν οὐ μόνον συγγενῶν, ἀλλὰ καὶ φίλων ἀνδρῶν ἀπορούντων θυγατέρας παρὰ σφῶν αὐτῶν ἐκδόντας, Ἄφοβον δὲ μηδʼ ἣν ἔλαβεν προῖκʼ ἐθέλοντʼ ἀποδοῦναι, καὶ ταῦτʼ ἔτει δεκάτῳ.
もし私たちの父が、自分がこの者たちに与えた持参金や贈り物のために、自分の息子である私が「1オボロス刑(エポベリア)」の危険に晒されていることを知ったなら、深く嘆き悲しむことだろうと私は思います。 他の市民たちのうち、親族だけでなく友人が困窮している場合にも、自ら持参金を出してその娘たちを嫁がせた人がすでに何人もいる一方で、アポボスは自分が受け取った持参金さえも、それも10年目になるというのに、返そうとしないのですから。