Humanitext Reader

狄摩西尼 · 控诉阿波布斯一 §62-69

揭露虚假账目与向陪审员的申诉

第 9 段,共 9 段 · 希腊语

内容简介

原告揭露了监护人虚报账目并声称已将全部本金消耗殆尽的谎言,指出如果监护期再长一些自己必将饿死。此外,他向法官诉说如果败诉自己将面临的严厉惩罚(如剥夺公民权),并对比被告阿福博斯的贪婪无耻,请求法官做出公正且富于同情的判决。

§62λαβόντες δὲ καὶ τἄλλʼ αἰσχρῶς οὑτωσὶ πάντα, πλέον ἢ τὰ ἡμίσεα τῶν χρημάτων μηδὲ καταλειφθῆναι κοινῇ πάντες ἀμφισβητοῦσιν, ὡς πεντεταλάντου δὲ μόνον τῆς οὐσίας οὔσης ἐκ τοσαύτης τοὺς λόγους ἀπενηνόχασιν, οὐ πρόσοδον μὲν ἐξ αὐτῶν οὐκ ἀποφαίνοντες, τὰ δὲ κεφάλαια φανερὰ ἀποδεικνύντες, ἀλλʼ αὐτὰ τὰ ἀρχαῖʼ οὕτως ἀναιδῶς ἀνηλῶσθαι φάσκοντες.
他们还以如此可耻的方式夺走了其他所有财产,并共同声称,超过一半的资金甚至根本没有被留下;尽管财产如此庞大,他们却以仿佛家产仅有五个塔兰同的方式交出了账目,既没有显示出其中的任何收益,也没有明确说明本金的去向,反而声称本金本身就是这样无耻地被消耗殆尽。
καὶ οὐδʼ αἰσχύνονται ταῦτα τολμῶντες.
他们做出这种肆无忌惮的事,甚至毫不感到羞耻。
§63καίτοι τί ποτʼ ἂν ἔπαθον ὑπʼ αὐτῶν, εἰ πλείω χρόνον ἐπετροπεύθην;
可是,如果我被监护的时间更长一些,我在他们手里究竟会落得什么下场呢?
οὐκ ἂν ἔχοιεν εἰπεῖν.
他们将无话可说。
ὅπου γὰρ δέκʼ ἐτῶν διαγενομένων παρὰ μὲν τῶν οὕτω μικρὰ κεκόμισμαι, τῷ δὲ καὶ πρὸς ὀφείλων ἐγγέγραμμαι, πῶς οὐκ ἄξιον διαγανακτεῖν;
因为当十年过去,我从一些人那里只收回了这么一点点,而对另一个人却还被登记为欠债,这怎能不令人愤慨呢?
δῆλον δὲ παντάπασιν· εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη δὲ πρὸς ἐπετροπεύθην ὑπʼ αὐτῶν, οὐδʼ ἂν τὰ μικρὰ ταῦτα παρʼ αὐτῶν ἀπέλαβον.
这完全是显而易见的:如果我留下来时只有一岁,并且还要多接受他们六年的监护,我连现在这点微薄的财产也无法从他们那里收回。
εἰ γὰρ ἐκεῖνʼ ἀνήλωται ὀρθῶς, οὐδὲν ἂν τῶν νῦν παραδοθέντων ἐξήρκεσεν εἰς ἕκτον ἔτος, ἀλλʼ ἢ παρʼ αὑτῶν ἄν μʼ ἔτρεφον ἢ τῷ λιμῷ περιεῖδον ἀπολόμενον.
因为如果那些开支花得合理,那么现在交付给我的任何东西都无法支撑到第六年,他们要么得用自己的钱来抚养我,要么就会眼睁睁看着我饿死。
§64καίτοι πῶς οὐ δεινόν, εἰ ἕτεροι μὲν οἶκοι ταλαντιαῖοι καὶ διτάλαντοι καταλειφθέντες ἐκ τοῦ μισθωθῆναι διπλάσιοι καὶ τριπλάσιοι γεγόνασιν, ὥστʼ ἀξιοῦσθαι λῃτουργεῖν, ὁ δʼ ἐμὸς τριηραρχεῖν εἰθισμένος καὶ μεγάλας εἰσφορὰς εἰσφέρειν μηδὲ μικρὰς δυνήσεται διὰ τὰς τούτων ἀναισχυντίας;
可是,这难道不可怕吗? 其他留下一或两个塔兰同的产业,通过出租都翻了两三倍,以至于有资格承担公共服务;而我的产业,往常习惯于装备三列桨战船、缴纳巨额战争税,如今却由于这些人的无耻,连微小的税款都无法承担。
τίνας δʼ οὗτοι λελοίπασιν ὑπερβολὰς εἰπεῖν;
这些人还留下了什么未曾做尽的恶劣行径呢?
οἳ καὶ τὴν διαθήκην ἠφανίκασιν ὡς λήσοντες, καὶ τὰς μὲν σφετέρας αὐτῶν οὐσίας ἐκ τῶν ἐπικαρπιῶν διῳκήκασι καὶ τἀρχαῖα τῶν ὑπαρχόντων ἐκ τῶν ἐμῶν πολλῷ μείζω πεποιήκασι, τῆς δʼ ἐμῆς οὐσίας, ὥσπερ τὰ μέγισθʼ ὑφʼ ἡμῶν ἀδικηθέντες, ὅλον τὸ κεφάλαιον ἀνῃρήκασι.
他们为了不被发现,甚至让遗嘱消失,用收益来经营自己的财产,并利用我的财产使他们原有的资本大大增加;而对于我的财产,他们却仿佛受到了我们极大的委屈一样,将全部本金消灭殆尽。
§65καὶ ὑμεῖς μὲν οὐδὲ τῶν εἰς ὑμᾶς ἁμαρτανόντων ὅταν τινὸς καταψηφίσησθε, οὐ πάντα τὰ ὄντʼ ἀφείλεσθε, ἀλλʼ ἢ γυναῖκας ἢ παιδίʼ αὐτῶν ἐλεήσαντες μέρος τι κἀκείνοις ὑπελίπετε· οὗτοι δὲ τοσοῦτον διαφέρουσιν ὑμῶν, ὥστε καὶ δωρεὰς παρʼ ἡμῶν προσλαβόντες ἵνα δικαίως ἐπιτροπεύσωσι, τοιαῦτʼ εἰς ἡμᾶς ὑβρίκασι.
甚至当你们对那些得罪你们的人判处有罪时,你们也不会剥夺他们的全部财产,而是怜悯他们的妻子或儿女,也为他们留下一部分;而这些人与你们如此不同,尽管他们还额外收受了我们的赠礼以求能公正地履行监护职责,却对我们犯下了如此的暴行。
καὶ οὐδʼ ᾐσχύνθησαν, εἰ μὴ ἠλέησαν, τὴν ἐμὴν ἀδελφήν, εἰ δυοῖν ταλάντοιν ὑπὸ τοῦ πατρὸς ἀξιωθεῖσα, μηδενὸς τεύξεται τῶν προσηκόντων, ἀλλʼ ὥσπερ ἔχθιστοί τινες, ἀλλʼ οὐ φίλοι καὶ συγγενεῖς καταλειφθέντες οὐδὲν τῆς οἰκειότητος ἐφρόντισαν.
即使他们不怜悯我的妹妹,难道对于一个被父亲指定享有两塔兰同嫁妆、如今却连任何应得之物都无法获得的她,他们也毫不感到羞耻吗? 他们反而如同被留下的死敌,而不是朋友和亲属,完全不顾及亲族之情。
§66ἀλλʼ ἐγὼ μὲν ὁ πάντων ταλαιπωρότατος πρὸς ἀμφότερʼ ἀπορῶ, ταύτην θʼ ὅπως ἐκδῶ καὶ τἄλλʼ ὁπόθεν διοικῶ.
而我,作为所有人中最不幸的人,在两件事上都陷入了困境:如何将她嫁出去,以及从何处维持其余的生活。
προσεπίκειται δʼ ἡ πόλις ἀξιοῦσʼ εἰσφέρειν, δικαίως· οὐσίαν γὰρ ἱκανὴν πρὸς ταῦτα κατέλιπέν μοι ὁ πατήρ.
此外,城邦也在向我施压,要求我缴纳税款,而这也是理所应当的;因为我父亲为我留下了足以应付这些事务的财产。
τὰ δὲ χρήματα τὰ καταλειφθένθʼ οὗτοι πάντʼ εἰλήφασιν.
然而,留下来的资金,这些人却全都侵吞了。
§67καὶ νῦν κομίσασθαι τἀμαυτοῦ ζητῶν εἰς κίνδυνον καθέστηκα τὸν μέγιστον.
如今,在试图收回我自己的财产时,我已陷入了最大的危险之中。
ἂν γὰρ ἀποφύγῃ μʼ οὗτος, ὃ μὴ γένοιτο, τὴν ἐπωβελίαν ὀφλήσω μνᾶς ἑκατόν.
因为如果这个人被判无罪——但愿这不会发生! ——我将被课以一百个米纳的“奥博尔罚金(epobelia)”。
καὶ τούτῳ μέν, ἐὰν καταψηφίσησθε, τιμητόν, κοὐκ ἐκ τῶν ἑαυτοῦ χρημάτων, ἀλλʼ ἐκ τῶν ἐμῶν ποιήσεται τὴν ἔκτεισιν· ἐμοὶ δʼ ἀτίμητον τοῦτʼ ἔστιν, ὥστʼ οὐ μόνον ἔσομαι τῶν πατρῴων ἀπεστερημένος, ἀλλὰ καὶ πρὸς ἠτιμωμένος, ἂν μὴ νῦν ἡμᾶς ὑμεῖς ἐλεήσητε.
而对他来说,如果你们判定他有罪,罚金是可估定的,而且他不是用他自己的钱,而是用我的钱来进行赔付;但对我来说,这笔罚金是固定不可估定的,因此,如果你们现在不怜悯我们,我不仅会被剥夺父辈的遗产,而且还会被额外剥夺公民权。
§68δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, μνησθέντας καὶ τῶν νόμων καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, βοηθῆσαι ἡμῖν τὰ δίκαια, καὶ μὴ περὶ πλείονος τὰς τούτου δεήσεις ἢ τὰς ἡμετέρας ποιήσασθαι.
因此,法官先生们,我恳求、哀求并祈求你们,请记住法律以及你们宣誓进行审判的誓言,依法帮助我们,不要把这个人的恳求看得比我们的恳求更重要。
δίκαιοι δʼ ἔστʼ ἐλεεῖν οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπων, ἀλλὰ τοὺς παραλόγως δυστυχοῦντας, οὐδὲ τοὺς ὠμῶς οὕτως τἀλλότριʼ ἀποστεροῦντας, ἀλλʼ ἡμᾶς τοὺς πολὺν χρόνον ὧν ὁ πατὴρ ἡμῖν κατέλιπεν στερομένους καὶ πρὸς ὑπὸ τούτων ὑβριζομένους καὶ νῦν περὶ ἀτιμίας κινδυνεύοντας.
你们理当怜悯的不是那些不义之人,而是那些意外遭遇不幸的人,也不是那些如此残忍地剥夺他人财产的人,而是我们这些长期被剥夺父亲留下的遗产、此外还受到这些人凌辱、如今正面临剥夺公民权危险的人。
§69μέγα δʼ ἂν οἶμαι στενάξαι τὸν πατέρʼ ἡμῶν, εἰ αἴσθοιτο τῶν προικῶν καὶ τῶν δωρεῶν ὧν αὐτὸς τούτοις ἔδωκεν, ὑπὲρ τούτων τῆς ἐπωβελίας τὸν αὑτοῦ υἱὸν ἐμὲ κινδυνεύοντα, καὶ ἄλλους μέν τινας ἤδη τῶν πολιτῶν οὐ μόνον συγγενῶν, ἀλλὰ καὶ φίλων ἀνδρῶν ἀπορούντων θυγατέρας παρὰ σφῶν αὐτῶν ἐκδόντας, Ἄφοβον δὲ μηδʼ ἣν ἔλαβεν προῖκʼ ἐθέλοντʼ ἀποδοῦναι, καὶ ταῦτʼ ἔτει δεκάτῳ.
我想,如果我们父亲知道,由于他亲自给这些人的嫁妆和赠礼,他的亲生儿子我,如今却面临着被课以“奥博尔罚金(epobelia)”的危险,他一定会深深地叹息;而且,虽然其他一些公民此前曾用自己的财产,为不仅是亲属、甚至是陷入困境的朋友的女儿们置办嫁妆送她们出嫁,而阿福博斯却连自己收到的嫁妆都不愿意归还,而且这已经是第十个年头了。

词汇与语法注释

  1. §62ὡς πεντεταλάντου δὲ μόνον τῆς οὐσίας οὔσης ἐκ τοσαύτης — 此处使用 ὡς 引导属格独立分词结构(πεντεταλάντου ... οὔσης),用以表达主观的假定或伪装(“仿佛家产仅有五个塔兰同”)。这与前面提到的如此庞大(ἐκ τοσαύτης)的实际资产形成鲜明对比,以此揭露被告虚假账目的荒谬。
  2. §63εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη δὲ πρὸς ἐπετροπεύθην ὑπʼ αὐτῶν, οὐδʼ ἂν τὰ μικρὰ ταῦτα παρʼ αὐτῶν ἀπέλαβον. — 这是一个与过去事实相反的虚拟条件句。条件从句使用 εἰ +直说法语过去时,主句同样使用 ἄν +直说法语过去时(ἀπέλαβον),以此说明如果当年的监护时间再延长一些,原告连现在这点仅存的微薄财产也绝不可能收回。
  3. §65εἰ μὴ ἠλέησαν — 这是修饰主句动词 ᾐσχύνθησαν 的一个插入从句。它不单是普通的条件句,而是带有一种让步的意味(“即使他们不怜悯她,(至少也该感到羞耻)”),以此来突显被告们毫无同情心的冷酷态度。
  4. §67ὃ μὴ γένοιτο — 这是一个使用不定过去时希求法(γένοιτο)的插入式套话,用以祈愿不祥之事不要发生(“但愿这不会发生”)。当原告提及自己可能会输掉官司(ἀποφύγῃ μʼ οὗτος)这一可怕前景时,借此表达趋吉避凶的心愿。

引用这一段

狄摩西尼, 控诉阿波布斯一 §62-69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg027.humanitext-grc2:62-69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。