§1ἄξιον ἀποδέχεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρα τῶν τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις διακελευομένων ἐμμένειν, εἴπερ αὐτὸ πεπεισμένοι ποιοῦσιν·
アテナイの皆さん、誓約と協定を遵守せよと強く勧める者たちを大いに受け入れることは、もし彼らがそれを自ら確信した上で行っているならば、価値あることです。
οἶμαι γὰρ οὐδὲν οὕτω τοῖς δημοκρατουμένοις πρέπειν ὡς περὶ τὸ ἴσον καὶ τὸ δίκαιον σπουδάζειν.
というのも、民主政下にある人々にとって、平等と正義に熱心であることほどふさわしいことはないと私は考えるからです。
δεῖ τοίνυν τοὺς λίαν ἐπʼ αὐτὰ παρακαλοῦντας μὴ τῷ μὲν λόγῳ καταχρωμένους ἐνοχλεῖν, πάντα δὲ μᾶλλον πράττειν, ἀλλʼ ὑπομείναντας νυνὶ τὸν ἐξετασμὸν ἢ καὶ τὸ λοιπὸν πειθομένους ὑμᾶς ἔχειν περὶ αὐτῶν, ἢ παραχωρήσαντας ἐᾶν συμβουλεύειν τοὺς ἀληθέστερα περὶ τῶν δικαίων ἀποφαινομένους,
したがって、それらをあまりに強く促す者たちは、言葉だけを悪用して私たちを煩わし、それ以外のあらゆることを行うのではなく、今なされる審査を耐え忍び、今後は諸君をそのことについて納得させ続けるか、さもなくば退いて、正義についてより真実を表明する者たちが助言するのを許すべきです。
§2ἵνʼ ἢ ἑκόντες ἀδικούμενοι ἀνέχησθε καὶ αὐτὸ τοῦτο χαρίζησθε τῷ ἀδικοῦντι, ἢ προελόμενοι περὶ πλείστου ποιήσασθαι τὸ δίκαιον ἀνεγκλήτως πρὸς ἅπαντας χρῆσθε τῷ συμφέροντι μηκέτι μέλλοντες.
それは、諸君が不義を被るのを甘んじて耐え、不義を働く者にこのこと自体を恵んでやるか、あるいは、正義を最も重んじることを選び、誰からも非難されることなく、もはや猶予することなく利益となる手段をとるか、そのいずれかになるためです。
ἐξ αὐτῶν δὲ τῶν συνθηκῶν καὶ τῶν ὅρκων σκεψαμένους τῶν περὶ τῆς κοινῆς εἰρήνης ἔξεστιν ἰδεῖν ἤδη, τίνες εἰσὶν οἱ παραβεβηκότες.
そして、共通の平和に関する協定と誓約そのものを検討してみれば、誰が違反者であるかを今やすぐに見て取ることができます。
ὡς δὲ περὶ μεγάλων συντόμως διδάξω.
それが重大な事柄であることについて、手短に説明しましょう。
§3εἰ δή τις ἐρωτήσειεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τίνι ἂν μάλιστʼ ἀγανακτήσαιτʼ εἴ τις ἀναγκάζοι, οἶμαι ἄν, εἰ ἦσαν κατὰ τὸν νυνὶ χρόνον οἱ Πεισιστρατίδαι καί τις ἐβιάζετο κατάγειν αὐτοὺς δευρί, ἁρπάσαντας ἂν ὑμᾶς τὰ ὅπλα πάντα κίνδυνον ὑπομεῖναι ἀντὶ τοῦ παραδέξασθαι, ἢ πεισθέντας γε δουλεύειν ἀντὶ τῶν ἀργυρωνήτων, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τὸν μὲν οἰκέτην οὐδεὶς ἂν ἑκὼν ἀποκτείνειε, τοὺς δὲ τυραννουμένους ἀκρίτους ἔστιν ὁρᾶν ἀπολλυμένους ἅμα καὶ ὑβριζομένους εἰς παῖδας καὶ γυναῖκας.
アテナイの皆さん、もし誰かが「もし誰かが諸君に強制するならば、諸君はどのようなことに最も憤慨するか」と尋ねたなら、私はこう考えます。 もし現代においてペイシストラトスの徒が健在であり、誰かが彼らをここへ帰還させようと強制したなら、諸君は武器を手に取り、彼らを受け入れる代わりに、あらゆる危険に耐え抜くか、あるいは屈服して、買い取られた奴隷の代わりに隷属することになるだろうと。 そして、召使であれば誰も好んで殺しはしないが、僭主の下に置かれた人々は、裁判もなしに殺害され、同時に子供や妻たちにまで凌辱されるのを目の当たりにするからこそ、それだけいっそう憤慨するだろうと。
§4παρὰ τοὺς ὅρκους τοίνυν καὶ τὰς συνθήκας τὰς ἐν τῇ κοινῇ εἰρήνῃ γεγραμμένας Ἀλέξανδρος εἰς Μεσσήνην καταγαγὼν τοὺς Φιλιάδου παῖδας, ὄντας τυράννους, ἆρʼ ἐφρόντισε τοῦ δικαίου, ἀλλʼ οὐκ ἐχρήσατο τῷ αὑτοῦ ἤθει τῷ τυραννικῷ, βραχὺ φροντίσας ὑμῶν καὶ τῆς κοινῆς ὁμολογίας;
それゆえ、共通の平和の中に記された誓約と協定に反して、アレクサンドロスが僭主であるフィリアデスの子供たちをメッセネに帰還させたとき、果たして彼は正義を重んじたでしょうか。 それとも、諸君と共通の合意をほとんど顧みず、自身の僭主的な気質を通したのでしょうか。
§5οὐ δὴ δεῖ, εἰ μέν τις ὑμᾶς ταῦτα βιάζοιτο, μάλιστʼ ἀγανακτῆσαι, εἰ δʼ ἑτέρωθί που γέγονε παρὰ τοὺς πρὸς ὑμᾶς ὅρκους, μὴ φυλάξασθαι, καὶ ἡμῖν μὲν διακελεύεσθαί τινας ἐνταυθὶ ἐμμένειν τοῖς ὅρκοις, τοῖς δʼ αὐτοὺς οὕτω περιβοήτως ἀνῃρηκόσι καταλείπειν ταύτην τὴν ἐξουσίαν.
もし誰かが諸君にこのようなことを強制したなら最も憤慨するべきなのに、他所で諸君に対する誓約に反することが起きた場合には警戒しないでおくこと、また、ここである人々は私たちに誓約を遵守するよう勧めながら、他方で誓約をこれほど世に知られた形で破棄した者たちにその勝手を許しておくことは、決してあってはならないことです。
§6ἀλλʼ οὐχ οἷόν τε ταῦθʼ οὕτως ἔχειν, ἐὰν βούλησθε τῷ δικαίῳ χρῆσθαι·
しかし、諸君が正義を行おうとするならば、これらのことがこのままであってよいはずはありません。
καὶ γὰρ ἔτι προσγέγραπται ἐν ταῖς συνθήκαις πολέμιον εἶναι τὸν ἐκεῖνʼ ἅπερ Ἀλέξανδρος ποιοῦντα ἅπασι τοῖς τῆς εἰρήνης κοινωνοῦσι, καὶ τὴν χώραν αὐτοῦ, καὶ στρατεύεσθαι ἐπʼ αὐτὸν ἅπαντας.
なぜなら、協定にはさらに、アレクサンドロスが現在行っているようなことを行う者は、平和を共有するすべての人々に対する敵であり、その領土も敵地であり、全員が彼に対して軍事行動を起こすべきであると付記されているからです。
οὐκοῦν ἐὰν ποιῶμεν τὰ συγκείμενα, πολεμίῳ χρησόμεθα τῷ καταγαγόντι.
したがって、もし私たちが合意されたことを実行するなら、僭主を帰還させた者を敵として扱うことになるでしょう。
§7ἀλλὰ γὰρ εἴποιεν ἂν οἱ τυραννίζοντες οὗτοι, ὅτι πρὶν τὰς συνθήκας γενέσθαι ἐτυράννουν Μεσσηνίων οἱ Φιλιάδου παῖδες· διὸ καὶ καταγαγεῖν τὸν Ἀλέξανδρον αὐτούς.
しかし、僭主政を支持する者たちは、協定が結ばれる前にフィリアデスの子供たちはメッセニア人を僭主支配していたのだ、だからアレクサンドロスが彼らを帰還させたのだ、と言うかもしれません。
ἀλλὰ καταγέλαστος ὁ λόγος, τοὺς μὲν ἐκ Λέσβου τυράννους, οἷον ἐξ Ἀντίσσης καὶ Ἐρέσου, ἐκβαλεῖν ὡς ἀδικήματος ὄντος τοῦ πολιτεύματος, τοὺς πρὸ τῶν ὁμολογιῶν τυραννήσαντας, ἐν δὲ Μεσσήνῃ μηδὲν οἴεσθαι διαφέρειν, τῆς αὐτῆς δυσχερείας ὑπαρχούσης.
しかし、その主張は失笑に値します。 レスボスから、例えばアンティッサやエレソスから僭主たちを、その国制が不正であるとして、合意以前から支配していたにもかかわらず追放しておきながら、メッセネにおいては同様の不都合が存在するにもかかわらず、何の違いもないと考えるなどということは。
§8ἔπειτα καὶ ἐπιτάττει ἡ συνθήκη εὐθὺς ἐν ἀρχῇ ἐλευθέρους εἶναι καὶ αὐτονόμους τοὺς Ἕλληνας.
さらに、協定はその冒頭で直ちに、ギリシア人は自由かつ自立的であるべきだと命じています。
διὸ καὶ πῶς οὐχ ὑπεράτοπον, ἡγεῖσθαι μὲν τῶν συνθηκῶν τὸ αὐτονόμους εἶναι καὶ ἐλευθέρους, τὸν δʼ εἰς δουλείαν ἀγαγόντα μὴ οἴεσθαι τἀναντία ταῖς κοιναῖς ὁμολογίαις διαπεπρᾶχθαι;
それゆえ、自立的かつ自由であることが協定の根幹であると考えながら、人々を隷属へと導いた者が共通の合意に反することを行ったとは考えないなど、極めて奇妙極まりないことではないでしょうか。
οὐκοῦν ἀναγκαῖόν ἐστιν ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, εἴπερ ταῖς συνθήκαις καὶ τοῖς ὅρκοις ἐμμενοῦμεν καὶ τὰ δίκαια ποιήσομεν, ἐφʼ ἃ ὑμᾶς παρακαλοῦσι, καθάπερ ἄρτι εἶπον, λαβοῦσι τὰ ὅπλα στρατεύεσθαι ἐπὶ τοὺς παραβεβηκότας μετὰ τῶν βουλομένων.
したがって、アテナイの皆さん、もし私たちが協定と誓約を遵守し、先ほど私が言ったように、人々が諸君に促している正義を行うつもりならば、武器を取って、望む者たちと共に違反者たちに対して遠征することが、私たちにとって必然なのです。