Humanitext Reader

狄摩西尼 · 论与亚历山大的条约 §1-8

亚历山大的违约与梅塞内的僭主

第 1 段,共 4 段 · 希腊语

内容简介

演说者敦促雅典公民审视那些劝告遵守协定的人,并谴责亚历山大将僭主接回梅塞内是违反共同和平的行为。他呼吁公民拿起武器共同讨伐违约者,以维护协定中自由与自治的基本原则。

§1ἄξιον ἀποδέχεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρα τῶν τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις διακελευομένων ἐμμένειν, εἴπερ αὐτὸ πεπεισμένοι ποιοῦσιν· οἶμαι γὰρ οὐδὲν οὕτω τοῖς δημοκρατουμένοις πρέπειν ὡς περὶ τὸ ἴσον καὶ τὸ δίκαιον σπουδάζειν.
雅典的公民们,那些强烈劝告我们要遵守誓言和协定的人,如果是出于自身的信念而这样做,那么是非常值得我们赞许的;因为我认为,对于生活在民主制度下的人来说,没有什么比热心于平等和正义更为合适的了。
δεῖ τοίνυν τοὺς λίαν ἐπʼ αὐτὰ παρακαλοῦντας μὴ τῷ μὲν λόγῳ καταχρωμένους ἐνοχλεῖν, πάντα δὲ μᾶλλον πράττειν, ἀλλʼ ὑπομείναντας νυνὶ τὸν ἐξετασμὸν ἢ καὶ τὸ λοιπὸν πειθομένους ὑμᾶς ἔχειν περὶ αὐτῶν, ἢ παραχωρήσαντας ἐᾶν συμβουλεύειν τοὺς ἀληθέστερα περὶ τῶν δικαίων ἀποφαινομένους, §2ἵνʼ ἢ ἑκόντες ἀδικούμενοι ἀνέχησθε καὶ αὐτὸ τοῦτο χαρίζησθε τῷ ἀδικοῦντι, ἢ προελόμενοι περὶ πλείστου ποιήσασθαι τὸ δίκαιον ἀνεγκλήτως πρὸς ἅπαντας χρῆσθε τῷ συμφέροντι μηκέτι μέλλοντες.
因此,那些过度敦促我们做这些事的人,不应当只在言词上滥用它来烦扰我们,而在行动上却做着其他一切事情,而应当要么在现在接受审查,在今后让你们对这些事情保持信服,要么让出位子,允许那些对正义发表更真实看法的人来提供建议,以便你们要么甘愿忍受不公,并将这件事情本身作为恩惠赐予作恶者,要么选择将正义视为最重要的事情,毫无怨言地、不再犹豫地采取对大家有利的行动。
ἐξ αὐτῶν δὲ τῶν συνθηκῶν καὶ τῶν ὅρκων σκεψαμένους τῶν περὶ τῆς κοινῆς εἰρήνης ἔξεστιν ἰδεῖν ἤδη, τίνες εἰσὶν οἱ παραβεβηκότες.
通过对关于共同和平的协定和誓言本身进行审查,现在已经可以看清谁是违约者。
ὡς δὲ περὶ μεγάλων συντόμως διδάξω.
因为这关乎重大,我将简短地予以说明。
§3εἰ δή τις ἐρωτήσειεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τίνι ἂν μάλιστʼ ἀγανακτήσαιτʼ εἴ τις ἀναγκάζοι, οἶμαι ἄν, εἰ ἦσαν κατὰ τὸν νυνὶ χρόνον οἱ Πεισιστρατίδαι καί τις ἐβιάζετο κατάγειν αὐτοὺς δευρί, ἁρπάσαντας ἂν ὑμᾶς τὰ ὅπλα πάντα κίνδυνον ὑπομεῖναι ἀντὶ τοῦ παραδέξασθαι, ἢ πεισθέντας γε δουλεύειν ἀντὶ τῶν ἀργυρωνήτων, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τὸν μὲν οἰκέτην οὐδεὶς ἂν ἑκὼν ἀποκτείνειε, τοὺς δὲ τυραννουμένους ἀκρίτους ἔστιν ὁρᾶν ἀπολλυμένους ἅμα καὶ ὑβριζομένους εἰς παῖδας καὶ γυναῖκας.
雅典的公民们,如果有人问,若是有人强迫你们,你们对什么会感到最愤慨,我想,如果在当今这个时代,庇西特拉图的余党还活着,且有人强迫将他们接回这里,你们一定会拿起武器,甘冒一切危险也不愿接纳他们,或者如果被说服,你们宁可像买来的奴隶一样服侍,而且程度要严重得多,因为没有人会甘愿杀死一个家奴,而在僭主统治下的人,却可以看到他们在未经审判的情况下被消灭,同时他们的妻子和孩子也遭到凌辱。
§4παρὰ τοὺς ὅρκους τοίνυν καὶ τὰς συνθήκας τὰς ἐν τῇ κοινῇ εἰρήνῃ γεγραμμένας Ἀλέξανδρος εἰς Μεσσήνην καταγαγὼν τοὺς Φιλιάδου παῖδας, ὄντας τυράννους, ἆρʼ ἐφρόντισε τοῦ δικαίου, ἀλλʼ οὐκ ἐχρήσατο τῷ αὑτοῦ ἤθει τῷ τυραννικῷ, βραχὺ φροντίσας ὑμῶν καὶ τῆς κοινῆς ὁμολογίας;
然而,违反共同和平中所写载的誓言和协定,亚历山大将菲利亚德斯的儿子们(他们是僭主)接回梅塞内,这难道是考虑到了正义,而不是在施展他那僭主的本性,几乎不把你们和共同的协议放在眼里吗?
§5οὐ δὴ δεῖ, εἰ μέν τις ὑμᾶς ταῦτα βιάζοιτο, μάλιστʼ ἀγανακτῆσαι, εἰ δʼ ἑτέρωθί που γέγονε παρὰ τοὺς πρὸς ὑμᾶς ὅρκους, μὴ φυλάξασθαι, καὶ ἡμῖν μὲν διακελεύεσθαί τινας ἐνταυθὶ ἐμμένειν τοῖς ὅρκοις, τοῖς δʼ αὐτοὺς οὕτω περιβοήτως ἀνῃρηκόσι καταλείπειν ταύτην τὴν ἐξουσίαν.
如果有人在这些事上强迫你们,你们理应最为愤慨,但如果同样违反誓言的事情发生在别处,你们却不加戒备,这是绝不应该的;同样不应该的是,这里的某些人劝告我们坚守誓言,却把这种肆意妄为的权力留给那些如此明目张胆地破坏誓言的人。
§6ἀλλʼ οὐχ οἷόν τε ταῦθʼ οὕτως ἔχειν, ἐὰν βούλησθε τῷ δικαίῳ χρῆσθαι· καὶ γὰρ ἔτι προσγέγραπται ἐν ταῖς συνθήκαις πολέμιον εἶναι τὸν ἐκεῖνʼ ἅπερ Ἀλέξανδρος ποιοῦντα ἅπασι τοῖς τῆς εἰρήνης κοινωνοῦσι, καὶ τὴν χώραν αὐτοῦ, καὶ στρατεύεσθαι ἐπʼ αὐτὸν ἅπαντας.
但如果你们想主持公道,这些事情是不可能这样继续下去的;因为协定中还另外写明,任何做出亚历山大所做之事的行为者,都是所有参与和平者的公敌,其领土为敌国领土,所有人都要对他进行讨伐。
οὐκοῦν ἐὰν ποιῶμεν τὰ συγκείμενα, πολεμίῳ χρησόμεθα τῷ καταγαγόντι.
因此,如果我们履行约定,我们将把那召回僭主的人视为敌人。
§7ἀλλὰ γὰρ εἴποιεν ἂν οἱ τυραννίζοντες οὗτοι, ὅτι πρὶν τὰς συνθήκας γενέσθαι ἐτυράννουν Μεσσηνίων οἱ Φιλιάδου παῖδες· διὸ καὶ καταγαγεῖν τὸν Ἀλέξανδρον αὐτούς.
但是,那些支持僭主统治的人可能会说,在协定达成之前,菲利亚德斯的儿子们就已经是梅塞内人的僭主了;因此亚历山大才将他们接回。
ἀλλὰ καταγέλαστος ὁ λόγος, τοὺς μὲν ἐκ Λέσβου τυράννους, οἷον ἐξ Ἀντίσσης καὶ Ἐρέσου, ἐκβαλεῖν ὡς ἀδικήματος ὄντος τοῦ πολιτεύματος, τοὺς πρὸ τῶν ὁμολογιῶν τυραννήσαντας, ἐν δὲ Μεσσήνῃ μηδὲν οἴεσθαι διαφέρειν, τῆς αὐτῆς δυσχερείας ὑπαρχούσης.
但这种说法是荒谬的:他们以这种政体是不义之举为由,将莱斯沃斯岛(例如安蒂萨和埃雷索斯)的僭主驱逐出去,尽管这些人是在达成协议前进行统治的,但在梅塞内,他们却认为没有任何区别,尽管存在着同样令人难以接受的状况。
§8ἔπειτα καὶ ἐπιτάττει ἡ συνθήκη εὐθὺς ἐν ἀρχῇ ἐλευθέρους εἶναι καὶ αὐτονόμους τοὺς Ἕλληνας.
此外,协定在开头就直接命令希腊人应当是自由和自治的。
διὸ καὶ πῶς οὐχ ὑπεράτοπον, ἡγεῖσθαι μὲν τῶν συνθηκῶν τὸ αὐτονόμους εἶναι καὶ ἐλευθέρους, τὸν δʼ εἰς δουλείαν ἀγαγόντα μὴ οἴεσθαι τἀναντία ταῖς κοιναῖς ὁμολογίαις διαπεπρᾶχθαι;
因此,认为自治和自由是协定的核心,却不认为将人们引入奴役的人做出了违反共同协议的事,这难道不是极其荒谬吗?
οὐκοῦν ἀναγκαῖόν ἐστιν ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, εἴπερ ταῖς συνθήκαις καὶ τοῖς ὅρκοις ἐμμενοῦμεν καὶ τὰ δίκαια ποιήσομεν, ἐφʼ ἃ ὑμᾶς παρακαλοῦσι, καθάπερ ἄρτι εἶπον, λαβοῦσι τὰ ὅπλα στρατεύεσθαι ἐπὶ τοὺς παραβεβηκότας μετὰ τῶν βουλομένων.
因此,雅典的公民们,如果我们真的要坚守协定和誓言,并履行他们劝告你们履行的正义,就像我刚才所说的那样,我们必须拿起武器,与愿意合作的人一起,对那些违约者进行讨伐。

词汇与语法注释

  1. §1ἄξιον ἀποδέχεσθαι — 形容词 ἄξιον 作非人称使用(省略了 ἐστί),带不定式 ἀποδέχεσθαι 表示“……是值得的”。其后的属格短语 τῶν ... διακελευομένων 作动词 ἀποδέχεσθαι(接纳、赞许)的属格宾语。
  2. §1ὑμᾶς ἔχειν — πειθομένους ὑμᾶς ἔχειν 的结构。类似于助动词功能的 ἔχω 与现在分词(或完成分词)的结合,表达了“使你们保持被说服(信服)的状态”这一持续或使役性的语气。
  3. §3οἶμαι ἄν... ὑπομείναντας ἂν ... ὑπομεῖναι — 句子中重复出现助词 ἄν 的构型。第一个 οἶμαι ἄν 中的 ἄν 预先引入(prolepsis)了后续对格不定式短语(ὑπομεῖναι ἄν,对应于“过去直説法 + ἄν”的结构)的潜在或虚拟语气结论。结构上为 ἁρπάσαντας 额外 ἂν ὑμᾶς ... ὑπομεῖναι,整体表示“我认为你们(拿起武器)必定会承受危险”。
  4. §5οὐ δὴ δεῖ... μάλιστʼ ἀγανακτῆσαι, εἰ δʼ ... μὴ φυλάξασθαι — 否定的支配关系。句首的非人称表达 οὐ δὴ δεῖ(绝不应当)同时支配着两个对比的不定式分句(εἰ μέν... ἀγανακτῆσαι 与 εἰ δʼ... μὴ φυλάξασθαι)。也就是说,构成了一个平行的批判结构:“不能一方面对其中一种情况感到愤慨,另一方面却对另一种情况不加防范”。后半部分不定式前的 μὴ 虽受 οὐ δεῖ 影响,但为了使对比明确而特意使用。
  5. §7τοὺς μὲν ἐκ Λέσβου τυράννους... ἐκβαλεῖν... ἐν δὲ Μεσσήνῃ μηδὲν οἴεσθαι διαφέρειν — 两个带对格的不定式短语(τοὺς μὲν... ἐκβαλεῖν 与 ἐν δὲ Μεσσήνῃ μηδὲν οἴεσθαι)作为主句谓语 καταγέλαστος ὁ λόγος(这种说法是荒谬/可笑的)的主语或同位语从句。这展示了如下逻辑展开:“一方面驱逐……另一方面在梅塞内却认为……[这]是可笑的”。

引用这一段

狄摩西尼, 论与亚历山大的条约 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg017.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。