§19θαυμάζω δʼ εἰ μηδεὶς ὑμῶν ἡγεῖται Χίων ὀλιγαρχουμένων καὶ Μυτιληναίων, καὶ νυνὶ Ῥοδίων καὶ πάντων ἀνθρώπων ὀλίγου δέω λέγειν εἰς ταύτην τὴν δουλείαν ὑπαγομένων, συγκινδυνεύειν τι τὴν παρʼ ἡμῖν πολιτείαν, μηδὲ λογίζεται τοῦθʼ ὅτι οὐκ ἔστιν ὅπως, εἰ διʼ ὀλιγαρχίας ἅπαντα συστήσεται, τὸν παρʼ ὑμῖν δῆμον ἐάσουσιν.
私は不思議に思います、あなたがたのうちに、キオスやミュティレネが寡頭政にされ、今またロドス、いや、ほとんどすべての人々がこの奴隷状態に引きずり込まれつつあることによって、我が国の国制がいくらか危険を共有していると考えない者がいることを。 また、もしすべてが寡頭政によって組織されるならば、彼らがあなたがたのもとにある民主政をそのままにしておくはずがない、ということを考慮しない者がいることを。
ἴσασι γὰρ οὐδένας ἄλλους πάλιν εἰς ἐλευθερίαν ἂν τὰ πράγματʼ ἐξάγοντας·
なぜなら、彼らは、事態を再び自由へと導き戻す者は他に誰もいないことを知っているからです。
ὅθεν δὴ κακὸν αὑτοῖς ἄν τι γενέσθαι προσδοκῶσι, τοῦτʼ ἀνελεῖν βουλήσονται.
それゆえ、まさにそこから自分たちに何か悪しきことが生じるだろうと予想するその相手を、彼らは消し去りたいと望むでしょう。
§20τοὺς μὲν οὖν ἄλλους τοὺς ἀδικοῦντάς τινας αὐτῶν τῶν κακῶς πεπονθότων ἐχθροὺς ἡγεῖσθαι χρή· τοὺς δὲ τὰς πολιτείας καταλύοντας καὶ μεθιστάντας εἰς ὀλιγαρχίαν κοινοὺς ἐχθροὺς παραινῶ νομίζειν ἁπάντων τῶν ἐλευθερίας ἐπιθυμούντων.
したがって、他者に不当なことを行っているその他の者たちについては、不利益を被った当事者自身が彼らを敵とみなすべきですが、しかし、国制を破壊して寡頭政へと変革する者たちについては、自由を望むすべての者たちの共通の敵とみなすべきであると私は勧めます。
§21ἔπειτα καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, δημοκρατουμένους αὐτοὺς τοιαῦτα φρονοῦντας φαίνεσθαι περὶ τῶν ἀτυχούντων δήμων, οἷάπερ ἂν τοὺς ἄλλους ἀξιώσαιτε φρονεῖν περὶ ὑμῶν, εἴ ποθʼ, ὃ μὴ γένοιτο, τοιοῦτό τι συμβαίη.
さらにまた、アテナイの諸君、自ら民主政のもとにある者たち自身が、不運に陥っている民主政国家に対して、もし万が一、そのようなことが起きてはなりませんが、これに類することがあなたがたに起こった場合に、他の人々があなたがたに対して抱くことをあなたがたが要求するであろうような、そのような同情の考えを抱いているように見えることは正義にかなっています。
καὶ γὰρ εἰ δίκαιά τις φήσει Ῥοδίους πεπονθέναι, οὐκ ἐπιτήδειος ὁ καιρὸς ἐφησθῆναι·
なぜなら、たとえロドス人が被ったことは当然であると誰かが言うとしても、それをあざ笑うのは適切な時ではありません。
δεῖ γὰρ τοὺς εὐτυχοῦντας περὶ τῶν ἀτυχούντων ἀεὶ φαίνεσθαι τὰ βέλτιστα βουλευομένους, ἐπειδήπερ ἄδηλον τὸ μέλλον ἅπασιν ἀνθρώποις.
というのも、未来はすべての人にとって不透明なのですから、幸運な者たちは、不運な者たちに対して常に最善を審議している姿を示すべきだからです。
§22ἀκούω δʼ ἐγὼ πολλάκις ἐνταυθὶ παρʼ ὑμῖν τινῶν λεγόντων ὡς, ὅτʼ ἠτύχησεν ὁ δῆμος ἡμῶν, συνεβουλήθησάν τινες αὐτὸν σωθῆναι·
そして、私はここあなたがたの間で、我が民衆が不幸に見舞われたとき、その救済を望んだ人々がいた、と語るのをしばしば耳にします。
ὧν ἐγὼ μόνων Ἀργείων ἐν τῷ παρόντι μνησθήσομαι βραχύ τι.
それらのうち、私は現時点ではアルゴス人のことだけを少し述べましょう。
οὐ γὰρ ἂν ὑμᾶς βουλοίμην, δόξαν ἔχοντας τοῦ σῴζειν τοὺς ἀτυχοῦντας ἀεί, χείρους Ἀργείων ἐν ταύτῃ τῇ πράξει φανῆναι, οἳ χώραν ὅμορον τῇ Λακεδαιμονίων οἰκοῦντες, ὁρῶντες ἐκείνους γῆς καὶ θαλάττης ἄρχοντας, οὐκ ἀπώκνησαν οὐδʼ ἐφοβήθησαν εὐνοϊκῶς ὑμῖν ἔχοντες φανῆναι, ἀλλὰ καὶ πρέσβεις ἐλθόντας ἐκ Λακεδαίμονος, ὥς φασιν, ἐξαιτήσοντάς τινας τῶν φυγάδων τῶν ὑμετέρων ἐψηφίσαντο, ἐὰν μὴ πρὸ ἡλίου δύντος ἀπαλλάττωνται, πολεμίους κρίνειν.
というのも、不幸な人々を常に救うという名声を持っているあなたがたが、この行動においてアルゴス人よりも劣っているように見えることを私は望まないからです。 彼らはラケダイモン人の隣国に住み、彼らが陸と海を支配しているのを見ながらも、あなたがたに対して好意を寄せていることを示すのをためらわず、恐れもしませんでした。 それどころか、ラケダイモンから使節がやって来て、彼らが言うには、あなたがたの亡命者の一部を引き渡すよう要求したとき、もし日没前に退去しないなら、彼らを敵とみなす、と決議したのです。
§23εἶτʼ οὐκ αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὸ μὲν Ἀργείων πλῆθος οὐκ ἐφοβήθη τὴν Λακεδαιμονίων ἀρχὴν ἐν ἐκείνοις τοῖς καιροῖς οὐδὲ τὴν ῥώμην, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι βάρβαρον ἄνθρωπον, καὶ ταῦτα γυναῖκα, φοβήσεσθε;
そうであるなら、アテナイの諸君、アルゴスの民衆が当時のラケダイモン人の支配をもその力をも恐れなかったというのに、あなたがたが、アテナイ人でありながら、野蛮な男、それも女を恐れるということは、恥ずべきことではないでしょうか。
καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὅτι πολλάκις ἥττηνται Λακεδαιμονίων, ὑμεῖς δὲ νενικήκατε μὲν πολλάκις βασιλέα, ἥττησθε δʼ οὐδʼ ἅπαξ οὔτε τῶν δούλων τῶν βασιλέως οὔτʼ αὐτοῦ ʼκείνου·
しかも、アルゴス人ならば、自分たちは何度もラケダイモン人に敗北したと言うことができるかもしれませんが、あなたがたは、何度も王を破っており、王の部下たちにも王自身にも一度も敗北したことがありません。
εἰ γάρ τί που κεκράτηκε τῆς πόλεως βασιλεύς, ἢ τοὺς πονηροτάτους τῶν Ἑλλήνων καὶ προδότας αὐτῶν χρήμασι πείσας ἢ οὐδαμῶς ἄλλως κεκράτηκεν.
なぜなら、もし王が我が国にどこかで打ち勝ったことがあるとすれば、それはギリシア人のうち最も邪悪な裏切り者たちを金銭で懐柔したことによってであり、それ以外の方法では決して打ち勝っていないからです。
§24καὶ οὐδὲ τοῦτʼ αὐτῷ συνενήνοχεν, ἀλλʼ ἅμʼ εὑρήσετʼ αὐτὸν τήν τε πόλιν διὰ Λακεδαιμονίων ἀσθενῆ ποιήσαντα καὶ περὶ τῆς αὑτοῦ βασιλείας κινδυνεύσαντα πρὸς Κλέαρχον καὶ Κῦρον.
そして、このことも彼にとって利益にはなりませんでした。 むしろ、彼がラケダイモン人を通じて我が国を弱体化させると同時に、自らの王権がクレアルコスやキュロスに対して危険にさらされたことを、あなたがたは知るでしょう。
οὔτʼ οὖν ἐκ φανεροῦ κεκράτηκεν οὔτʼ ἐπιβουλεῦσαι συνενήνοχεν αὐτῷ.
したがって、彼はあからさまに打ち勝ったわけでもなく、陰謀を企てたことが彼に利益をもたらしたわけでもありません。
ὁρῶ δʼ ὑμῶν ἐνίους Φιλίππου μὲν ὡς ἄρʼ οὐδενὸς ἀξίου πολλάκις ὀλιγωροῦντας, βασιλέα δʼ ὡς ἰσχυρὸν ἐχθρὸν οἷς ἂν προέληται φοβουμένους.
ところが、私はあなたがたの一部が、フィリッポスについては取るに足りない者としてしばしば軽視する一方で、王については、彼が選んだ相手にとって強力な敵であるとして恐れているのを目にします。
εἰ δὲ τὸν μὲν ὡς φαῦλον οὐκ ἀμυνούμεθα, τῷ δʼ ὡς φοβερῷ πάνθʼ ὑπείξομεν, πρὸς τίνας, ὦ ἄνδρες Ἀθηναῖοι, παραταξόμεθα;
もし私たちが、一方を卑小な者として防衛せず、他方を恐るべき者としてすべてを屈服させるなら、アテナイの諸君、私たちは誰に対して戦列を整えればよいというのでしょうか。
§25εἰσὶ δέ τινες, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῖν δεινότατοι τὰ δίκαια λέγειν ὑπὲρ τῶν ἄλλων πρὸς ὑμᾶς, οἷς παραινέσαιμʼ ἂν ἔγωγε τοσοῦτον μόνον, ὑπὲρ ὑμῶν πρὸς τοὺς ἄλλους ζητεῖν τὰ δίκαια λέγειν, ἵνʼ αὐτοὶ τὰ προσήκοντα πρῶτοι φαίνωνται ποιοῦντες·
アテナイの諸君、あなたがたの間には、他者のために正義をあなたがたに対して主張するのが極めて巧みな人々がいます。 彼らに対して私は、これだけを勧めたいと思います。 あなたがたのために他者に対して正義を主張するよう努めなさい、と。 そうすれば、彼ら自身が最初になすべきことを行っているように見えるでしょう。
ὡς ἔστʼ ἄτοπον περὶ τῶν δικαίων ὑμᾶς διδάσκειν αὐτὸν οὐ δίκαια ποιοῦντα·
なぜなら、自らは正義を行っていながら、正義についてあなたがたを教え諭すというのは、実におかしなことだからです。
οὐ γάρ ἐστι δίκαιον ὄντα πολίτην τοὺς καθʼ ὑμῶν λόγους, ἀλλὰ μὴ τοὺς ὑπὲρ ὑμῶν ἐσκέφθαι.
というのも、市民でありながら、あなたがたに不利な議論ばかりを考え、あなたがたの味方をする議論を考えないということは、正義に反するからです。
§26φέρε γὰρ πρὸς θεῶν σκοπεῖτε, τί δήποτʼ ἐν Βυζαντίῳ οὐδείς ἐσθʼ ὁ διδάξων ἐκείνους μὴ καταλαμβάνειν Χαλκηδόνα, ἣ βασιλέως μέν ἐστιν, εἴχετε δʼ αὐτὴν ὑμεῖς, ἐκείνοις δʼ οὐδαμόθεν προσῆκεν·
さあ、神々にかけて考えてみなさい。 なぜビュザンティオンにおいては、カルケドンを占領しないよう彼らを教え諭す者が誰もいないのでしょうか。 カルケドンは王のものであり、以前はあなたがたが保持していたもので、彼らにはいかなる根拠によっても関わりのない場所です。
μηδὲ Σηλυμβρίαν, πόλιν ὑμετέραν ποτὲ σύμμαχον οὖσαν, ὡς αὑτοὺς συντελῆ ποιεῖν καὶ Βυζαντίων ὁρίζειν τὴν τούτων χώραν παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας, ἐν αἷς αὐτονόμους τὰς πόλεις εἶναι γέγραπται;
また、かつてあなたがたの同盟都市であったセリュンブリアを、自分たちの属国にし、これら両市の領土をビュザンティオンの境界として画定させないように諭す者がいないのでしょうか。 諸都市が自治的であると記されている、あの誓いと条約に反しているというのに。