Humanitext Reader

狄摩西尼 · 为罗德斯人自由申辩 §19-26

他邦寡头化的威胁与对亲外演说家的批判

第 3 段,共 4 段 · 希腊语

内容简介

演讲者警告称,其他城邦民主制的崩溃威胁到雅典自身的民主制,并引用阿哥斯人的先例,论证雅典不应畏惧波斯国王,同时批评了在海内为外国利益辩护的人。

§19θαυμάζω δʼ εἰ μηδεὶς ὑμῶν ἡγεῖται Χίων ὀλιγαρχουμένων καὶ Μυτιληναίων, καὶ νυνὶ Ῥοδίων καὶ πάντων ἀνθρώπων ὀλίγου δέω λέγειν εἰς ταύτην τὴν δουλείαν ὑπαγομένων, συγκινδυνεύειν τι τὴν παρʼ ἡμῖν πολιτείαν, μηδὲ λογίζεται τοῦθʼ ὅτι οὐκ ἔστιν ὅπως, εἰ διʼ ὀλιγαρχίας ἅπαντα συστήσεται, τὸν παρʼ ὑμῖν δῆμον ἐάσουσιν.
我感到惊讶的是,你们中竟然没有人认为,随着基奥斯和米蒂利尼转为寡头政体,以及现在的罗德斯,乃至几乎全人类——我几乎可以说——正被引入这种奴役状态,我们自己的政体也在共同承担着某种危险;也没有人考虑到这一事实,即如果一切都建立在寡头政体之下,他们绝不可能放任你们的民主政体存在。
ἴσασι γὰρ οὐδένας ἄλλους πάλιν εἰς ἐλευθερίαν ἂν τὰ πράγματʼ ἐξάγοντας· ὅθεν δὴ κακὸν αὑτοῖς ἄν τι γενέσθαι προσδοκῶσι, τοῦτʼ ἀνελεῖν βουλήσονται.
因为他们知道,没有其他人能将局势重新带回自由;因此,他们必然企图铲除他们预期会给自己带来祸害的根源。
§20τοὺς μὲν οὖν ἄλλους τοὺς ἀδικοῦντάς τινας αὐτῶν τῶν κακῶς πεπονθότων ἐχθροὺς ἡγεῖσθαι χρή· τοὺς δὲ τὰς πολιτείας καταλύοντας καὶ μεθιστάντας εἰς ὀλιγαρχίαν κοινοὺς ἐχθροὺς παραινῶ νομίζειν ἁπάντων τῶν ἐλευθερίας ἐπιθυμούντων.
因此,对于那些伤害了某些人的其他不义之人,应当由受害者自己将其视为仇敌;但我建议,对于那些摧毁政体并将其改为寡头政体的人,应当把他们视为所有向往自由之人的共同敌人。
§21ἔπειτα καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, δημοκρατουμένους αὐτοὺς τοιαῦτα φρονοῦντας φαίνεσθαι περὶ τῶν ἀτυχούντων δήμων, οἷάπερ ἂν τοὺς ἄλλους ἀξιώσαιτε φρονεῖν περὶ ὑμῶν, εἴ ποθʼ, ὃ μὴ γένοιτο, τοιοῦτό τι συμβαίη.
此外,雅典的诸位,你们自己既然处于民主政体之下,就应当对那些遭遇不幸的民主国家表现出同情之情,正如同如果有一天——但愿千万不要发生——类似的事情发生在你们身上时,你们也会期望别人对你们抱有同样的态度。
καὶ γὰρ εἰ δίκαιά τις φήσει Ῥοδίους πεπονθέναι, οὐκ ἐπιτήδειος ὁ καιρὸς ἐφησθῆναι· δεῖ γὰρ τοὺς εὐτυχοῦντας περὶ τῶν ἀτυχούντων ἀεὶ φαίνεσθαι τὰ βέλτιστα βουλευομένους, ἐπειδήπερ ἄδηλον τὸ μέλλον ἅπασιν ἀνθρώποις.
因为即使有人会说罗德斯人是咎由自取,现在也绝不是幸灾乐祸的时候;因为走运的人应当随时为不幸的人谋求最大的利益,毕竟未来对所有人来说都是不可预知的。
§22ἀκούω δʼ ἐγὼ πολλάκις ἐνταυθὶ παρʼ ὑμῖν τινῶν λεγόντων ὡς, ὅτʼ ἠτύχησεν ὁ δῆμος ἡμῶν, συνεβουλήθησάν τινες αὐτὸν σωθῆναι· ὧν ἐγὼ μόνων Ἀργείων ἐν τῷ παρόντι μνησθήσομαι βραχύ τι.
我经常听到你们中有人在这里说,当我们的民主派遭遇不幸时,曾有一些人希望挽救它;而在这些人中,我现在只简短地提及阿哥斯人。
οὐ γὰρ ἂν ὑμᾶς βουλοίμην, δόξαν ἔχοντας τοῦ σῴζειν τοὺς ἀτυχοῦντας ἀεί, χείρους Ἀργείων ἐν ταύτῃ τῇ πράξει φανῆναι, οἳ χώραν ὅμορον τῇ Λακεδαιμονίων οἰκοῦντες, ὁρῶντες ἐκείνους γῆς καὶ θαλάττης ἄρχοντας, οὐκ ἀπώκνησαν οὐδʼ ἐφοβήθησαν εὐνοϊκῶς ὑμῖν ἔχοντες φανῆναι, ἀλλὰ καὶ πρέσβεις ἐλθόντας ἐκ Λακεδαίμονος, ὥς φασιν, ἐξαιτήσοντάς τινας τῶν φυγάδων τῶν ὑμετέρων ἐψηφίσαντο, ἐὰν μὴ πρὸ ἡλίου δύντος ἀπαλλάττωνται, πολεμίους κρίνειν.
因为我不希望你们这些一贯享有救助不幸者美誉的人,在这一行动中显得不如阿哥斯人。 他们居住在与拉刻代蒙人接壤的土地上,眼见对方统治着陆地和海洋,却毫不退缩,也不害怕表现出对你们的善意,甚至当拉刻代蒙派来使节(如人们所说的那样)要求引渡你们的一些流亡者时,他们投票决定,如果使节不退到日落之前离去,就将其视为敌人。
§23εἶτʼ οὐκ αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὸ μὲν Ἀργείων πλῆθος οὐκ ἐφοβήθη τὴν Λακεδαιμονίων ἀρχὴν ἐν ἐκείνοις τοῖς καιροῖς οὐδὲ τὴν ῥώμην, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι βάρβαρον ἄνθρωπον, καὶ ταῦτα γυναῖκα, φοβήσεσθε;
既然如此,雅典的诸位,如果阿哥斯的平民在那个时期连拉刻代蒙人的统治和力量都不害怕,而你们作为雅典人,却要去害怕一个蛮族,而且还是个女人,这难道不令人羞耻吗?
καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὅτι πολλάκις ἥττηνται Λακεδαιμονίων, ὑμεῖς δὲ νενικήκατε μὲν πολλάκις βασιλέα, ἥττησθε δʼ οὐδʼ ἅπαξ οὔτε τῶν δούλων τῶν βασιλέως οὔτʼ αὐτοῦ ʼκείνου·
况且,阿哥斯人或许还能说,他们曾多次败在拉刻代蒙人手下;但你们曾多次击败国王,却从未被国王的仆从或国王本人击败过一次。
εἰ γάρ τί που κεκράτηκε τῆς πόλεως βασιλεύς, ἢ τοὺς πονηροτάτους τῶν Ἑλλήνων καὶ προδότας αὐτῶν χρήμασι πείσας ἢ οὐδαμῶς ἄλλως κεκράτηκεν.
因为如果国王曾以某种方式战胜过我国,那也只是通过金钱收买希腊人中最邪恶的叛徒,而绝非通过其他任何方式取胜。
§24καὶ οὐδὲ τοῦτʼ αὐτῷ συνενήνοχεν, ἀλλʼ ἅμʼ εὑρήσετʼ αὐτὸν τήν τε πόλιν διὰ Λακεδαιμονίων ἀσθενῆ ποιήσαντα καὶ περὶ τῆς αὑτοῦ βασιλείας κινδυνεύσαντα πρὸς Κλέαρχον καὶ Κῦρον.
而且这也并未给他带来好处,相反,你们会发现,就在他通过拉刻代蒙人使我国衰弱的同时,他自己的王位也在对抗克列阿尔科斯和居鲁士时陷入了险境。
οὔτʼ οὖν ἐκ φανεροῦ κεκράτηκεν οὔτʼ ἐπιβουλεῦσαι συνενήνοχεν αὐτῷ.
因此,他既不是公开战胜了我们,他的阴谋诡计也没有给他带来什么好处。
ὁρῶ δʼ ὑμῶν ἐνίους Φιλίππου μὲν ὡς ἄρʼ οὐδενὸς ἀξίου πολλάκις ὀλιγωροῦντας, βασιλέα δʼ ὡς ἰσχυρὸν ἐχθρὸν οἷς ἂν προέληται φοβουμένους.
然而,我看到你们中的一些人,经常把腓力当作不值一提的人而予以藐视,却把国王当作一个强大的敌人,惧怕他所选择对抗的任何人。
εἰ δὲ τὸν μὲν ὡς φαῦλον οὐκ ἀμυνούμεθα, τῷ δʼ ὡς φοβερῷ πάνθʼ ὑπείξομεν, πρὸς τίνας, ὦ ἄνδρες Ἀθηναῖοι, παραταξόμεθα;
如果因为前者微不足道我们就不去防卫,而因为后者令人生畏我们就向他屈服一切,那么,雅典的诸位,我们到底还要和谁列阵作战呢?
§25εἰσὶ δέ τινες, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῖν δεινότατοι τὰ δίκαια λέγειν ὑπὲρ τῶν ἄλλων πρὸς ὑμᾶς, οἷς παραινέσαιμʼ ἂν ἔγωγε τοσοῦτον μόνον, ὑπὲρ ὑμῶν πρὸς τοὺς ἄλλους ζητεῖν τὰ δίκαια λέγειν, ἵνʼ αὐτοὶ τὰ προσήκοντα πρῶτοι φαίνωνται ποιοῦντες·
雅典的诸位,在你们中间,有一些人极擅长向你们主张他人的正当权利。 对于这些人,我只想给他们这一个建议:要在他人面前为你们争取正当权益,好让他们自己显出是首先履行了本分的人。
ὡς ἔστʼ ἄτοπον περὶ τῶν δικαίων ὑμᾶς διδάσκειν αὐτὸν οὐ δίκαια ποιοῦντα· οὐ γάρ ἐστι δίκαιον ὄντα πολίτην τοὺς καθʼ ὑμῶν λόγους, ἀλλὰ μὴ τοὺς ὑπὲρ ὑμῶν ἐσκέφθαι.
因为一个自己不行公正的人,却来教导你们什么是公正,这是极其荒谬的;因为一个公民只去钻研对你们不利的论点,而不去寻找为你们辩护的论点,这绝不是公正的。
§26φέρε γὰρ πρὸς θεῶν σκοπεῖτε, τί δήποτʼ ἐν Βυζαντίῳ οὐδείς ἐσθʼ ὁ διδάξων ἐκείνους μὴ καταλαμβάνειν Χαλκηδόνα, ἣ βασιλέως μέν ἐστιν, εἴχετε δʼ αὐτὴν ὑμεῖς, ἐκείνοις δʼ οὐδαμόθεν προσῆκεν·
那么,看在众神的份上,请考虑一下,为什么在拜占庭没有任何人去告诫他们不要强占卡尔克东? 那地方本属于国王,也曾由你们占有,而对他们来说,则毫无任何法理关联。
μηδὲ Σηλυμβρίαν, πόλιν ὑμετέραν ποτὲ σύμμαχον οὖσαν, ὡς αὑτοὺς συντελῆ ποιεῖν καὶ Βυζαντίων ὁρίζειν τὴν τούτων χώραν παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας, ἐν αἷς αὐτονόμους τὰς πόλεις εἶναι γέγραπται;
又为什么没人告诫他们不要将塞吕姆布里亚——这座曾是你们盟友的城市——变成他们自己的纳贡国,并不顾写明了各城市应当自治的誓言和条约,违约将这些城邦的土地划归拜占庭的疆界?

词汇与语法注释

  1. §19θαυμάζω δʼ εἰ — 紧跟在表示情感的动词 `θαυμάζω` 之后的 `εἰ` 从句,通常表示既成事实或假设,译为“对……感到惊讶”,而非表示疑问的“是否”。
  2. §19οὐκ ἔστιν ὅπως — `οὐκ ἔστιν ὅπως` 伴随直陈式将来时(此处为 `ἐάσουσιν`),表示强烈的否定,意为“绝不可能……”或“他们绝对不会……”。
  3. §21οἷάπερ ἂν τοὺς ἄλλους ἀξιώσαιτε φρονεῖν — 由关系代词 `οἷάπερ` 引导的从句,与前文的指示代词 `τοιαῦτα`(那样的想法)相呼应。`ἂν` 搭配祈愿式 `ἀξιώσαιτε` 表示潜在或可能性,指代一种假设的情况:“正如你们(若处于同等境地)会要求他人所抱有的(态度)。”
  4. §23καὶ ταῦτα γυναῖκα — 使用代词中性复数宾格的惯用表达 `καὶ ταῦτα`(而且、尤其是),与上下文中的宾格补足语 `γυναῖκα`(女人)并列。此处用以进一步限定并强调前面的 `βάρβαρον ἄνθρωπον`(蛮族之人)。
  5. §25τοὺς καθʼ ὑμῶν λόγους — 介词 `κατά` 搭配属格,意为“反对……”或“对……不利”。经定冠词 `τοὺς` 名词化后,指代“不利于你们的论点”,与后文的 `τοὺς ὑπὲρ ὑμῶν`(有利于你们的论点)形成鲜明对比。

引用这一段

狄摩西尼, 为罗德斯人自由申辩 §19-26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg015.humanitext-grc2:19-26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。