§1Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.
フィリッポスよりアテナイの評議会および民会へ、挨拶を送る。
ἐπειδὴ πολλάκις μου πρέσβεις ἀποστείλαντος, ἵνʼ ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν ἐποιεῖσθʼ ἐπιστροφήν, ᾤμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω.
私が、我々が誓約と協定を遵守するようにと、しばしば使節を派遣したにもかかわらず、あなた方が全く意に介さなかったため、私は、自分が不当に扱われていると考える事柄について、あなた方のもとに書簡を送る必要があると考えた。
μὴ θαυμάσητε δὲ τὸ μῆκος τῆς ἐπιστολῆς·
手紙の長さに驚かないでほしい。
πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ ἁπάντων δηλῶσαι καθαρῶς.
多くの告発理由が存在する以上、それらすべてについて明確に明らかにすることが不可欠だからである。
§2πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἁρπασθέντος ἐκ τῆς χώρας τῆς ἐμῆς, οὐχ ὅτι τοῖς παρανομοῦσιν ἐπετιμήσατε τὴν δίκην, ἀλλὰ τὸν ἀδικούμενον εἵρξατε δέκα μῆνας·
まず第一に、伝令官ニキアスが私の領土から拉致されたとき、あなた方は法を犯した者たちを罰するどころか、かえって被害者を10ヶ月間も監禁した。
ἃς δʼ ἔφερε παρʼ ἡμῶν ἐπιστολάς, ἀνέγνωτʼ ἐπὶ τοῦ βήματος.
そして、彼が我々のもとから運んでいた手紙を、あなた方は演壇の上で朗読した。
ἔπειτα Θασίων ὑποδεχομένων τὰς Βυζαντίων τριήρεις καὶ τῶν λῃστῶν τοὺς βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθηκῶν διαρρήδην λεγουσῶν πολεμίους εἶναι τοὺς ταῦτα ποιοῦντας.
次に、タソス島民がビザンティオンの三段櫂船や、海賊のうち望む者たちを受け入れているのに、あなた方はそれを全く気にかけなかった。 条約が、このようなことを行う者は敵であると明記しているにもかかわらずである。
§3ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διοπείθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν Τιρίστασιν ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θρᾴκην ἐπόρθησε, τέλος δʼ εἰς τοῦτʼ ἦλθε παρανομίας ὥστʼ Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα πρεσβευτὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας ἐπιθεὶς ἀπελύτρωσε ταλάντων ἐννέα·
さらにまた、ほぼ同じ時期に、ディオペイテスは我が領土に侵入し、クロビュレとティリスタシスを奴隷化し、隣接するトラキアを略奪した。 そしてついに、捕虜の解放のために使節としてやって来たアンフィロコスを捕らえ、極限の責め苦を加えた上で、9タラントンの身代金を取って釈放するという無法の極みに達した。
καὶ ταῦτα τῷ δήμῳ συνδοκοῦντʼ ἐποίησεν.
しかも、これらのことを彼は民会の承認を得て行ったのである。
§4καίτοι τὸ παρανομεῖν εἰς κήρυκα καὶ πρέσβεις τοῖς ἄλλοις τε πᾶσιν ἀσεβὲς εἶναι δοκεῖ καὶ μάλισθʼ ὑμῖν·
しかしながら、伝令官や使節に対して無法を働くことは、他のすべての人々にとっても不敬虔であると思われているが、とりわけあなた方にとってそうである。
Μεγαρέων γοῦν Ἀνθεμόκριτον ἀνελόντων εἰς τοῦτʼ ἐλήλυθεν ὁ δῆμος ὥστε μυστηρίων μὲν εἶργον αὐτούς, ὑπομνήματα δὲ τῆς ἀδικίας ἔστησαν ἀνδριάντα πρὸ τῶν πυλῶν.
現に、メガラ人がアンテモクリトスを殺害したとき、民衆は彼らを秘儀から締め出し、その不正の記念碑として門の前にその肖像を建てたほどであった。
καίτοι πῶς οὐ δεινόν, ἐφʼ οἷς παθόντες οὕτως ἐμισήσατε τοὺς δράσαντας, νῦν αὐτοὺς φαίνεσθαι ποιοῦντας;
しかし、自分たちが被害を被ったときには実行者をこれほどまでに憎んだ行為を、今や自分たちが自ら行っているのが明らかであるとは、いかに理不尽なことであろうか。
§5Καλλίας τοίνυν ὁ παρʼ ὑμῶν στρατηγὸς τὰς μὲν πόλεις τὰς ἐν τῷ Παγασίτῃ κόλπῳ κατοικουμένας ἔλαβεν ἁπάσας, ὑμῖν μὲν ἐνόρκους, ἐμοὶ δὲ συμμαχίδας οὔσας, τοὺς δʼ εἰς Μακεδονίαν πλέοντας ἐπώλει πάντας πολεμίους κρίνων·
さらにまた、あなた方の将軍カリアスは、パガサイ湾沿いに位置する都市で、あなた方とは誓約を結び、私とは同盟関係にある都市をすべて奪い、マケドニアへと航行する人々をすべて敵とみなして奴隷として売り払った。
καὶ διὰ ταῦθʼ ὑμεῖς ἐπῃνεῖτʼ αὐτὸν ἐν τοῖς ψηφίσμασιν.
そして、これらのことのゆえに、あなた方は彼を決議の中で称賛した。
ὥστʼ ἔγωγʼ ἀπορῶ τί ποτʼ ἔσται καινότερον, ἐὰν ὁμολογήσητέ μοι πολεμεῖν·
それゆえ、もしあなた方が私に対して戦争を行っていると公言したとしても、これ以上に何が新しくなりうるのか、私は疑わざるを得ない。
καὶ γὰρ ὅτε φανερῶς διεφερόμεθα, λῃστὰς ἐξεπέμπετε καὶ τοὺς πλέοντας ὡς ἡμᾶς ἐπωλεῖτε, τοῖς ἐναντίοις ἐβοηθεῖτε, τὴν χώραν μου κακῶς ἐποιεῖτε.
なぜなら、我々が公然と争っていた時でさえ、あなた方は海賊を送り出し、我々のもとへと航行する人々を売り払い、対立者たちを援助し、私の領土に害をなしていたからである。
§6χωρὶς τοίνυν εἰς τοῦτο παρανομίας ἀφῖχθε καὶ δυσμενείας ὥστε καὶ πρὸς τὸν Πέρσην πρέσβεις ἀπεστάλκατε πείσοντας αὐτὸν ἐμοὶ πολεμεῖν·
さらに、あなた方は無法と敵意のあまりの極みに達しており、ペルシア王に対しても、私に戦争を仕掛けるよう説得するために使節を派遣した。
ὃ μάλιστʼ ἄν τις θαυμάσειεν.
これは何よりも驚くべきことである。
πρὸ μὲν γὰρ τοῦ λαβεῖν αὐτὸν Αἴγυπτον καὶ Φοινίκην ἐψηφίσασθε, ἂν ἐκεῖνός τι νεωτερίζῃ, παρακαλεῖν ὁμοίως ἐμὲ καὶ τοὺς ἄλλους Ἕλληνας ἅπαντας ἐπʼ αὐτόν·
なぜなら、彼がエジプトとフェニキアを手に入れる前には、もし彼が何か不穏な動きを起こすならば、私をも他のすべてのギリシア人と同様に、彼に対抗するために招請することをあなた方は決議していたからである。
§7νῦν δὲ τοσοῦτον ὑμῖν περίεστι τοῦ πρὸς ἐμὲ μίσους ὥστε πρὸς ἐκεῖνον διαλέγεσθε περὶ τῆς ἐπιμαχίας.
ところが今や、あなた方には私に対する憎しみがそれほどまでに満ち溢れているので、彼と防衛同盟について話し合っている。
καίτοι τὸ παλαιὸν οἱ πατέρες ὑμῶν, ὡς ἐγὼ πυνθάνομαι, τοῖς Πεισιστρατίδαις ἐπετίμων ὡς ἐπάγουσι τὸν Πέρσην ἐπὶ τοὺς Ἕλληνας·
しかしながら、昔、あなた方の父祖たちは、私が聞き及んでいるところでは、ペイシストラトスの息子たちがギリシア人に対してペルシア人を引き込もうとしたことを非難していた。
ὑμεῖς δʼ οὐκ αἰσχύνεσθε ταῦτα ποιοῦντες ἃ διετελεῖτε τοῖς τυράννοις ἐγκαλοῦντες.
それなのに、あなた方は、僭主たちに対して絶えず非難していたまさにその行為を行っていることに恥を感じないのか。
§8ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γράφετʼ ἐν τοῖς ψηφίσμασιν ἐμοὶ προστάττοντες Τήρην καὶ Κερσοβλέπτην ἐᾶν Θρᾴκης ἄρχειν, ὡς ὄντας Ἀθηναίους.
しかし、他のことのほかに、あなた方は決議の中で私に命令を下し、テレスとケルソブレプテスがアテナイ人であるとして、彼らにトラキアを支配させるよう求めている。
ἐγὼ δὲ τούτους οὔτε τῶν περὶ τῆς εἰρήνης συνθηκῶν οἶδα μετασχόντας ὑμῖν οὔτʼ ἐν ταῖς στήλαις ἀναγεγραμμένους οὔτʼ Ἀθηναίους ὄντας, ἀλλὰ Τήρην μὲν μετʼ ἐμοῦ στρατευόμενον ἐφʼ ὑμᾶς, Κερσοβλέπτην δὲ τοῖς παρʼ ἐμοῦ πρεσβευταῖς ἰδίᾳ μὲν τοὺς ὅρκους ὀμόσαι προθυμούμενον, κωλυθέντα δʼ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν ἀποφαινόντων αὐτὸν Ἀθηναίων ἐχθρόν.
しかし、私は彼らが、あなた方との和平条約に参加したことも知らなければ、碑石に名前が登録されていることも知らず、アテナイ人であるとも思わない。 むしろ、テレスは私とともにあなた方に対して遠征しており、ケルソブレプテスにいたっては、私からの使節に対して個人的に誓約を立てることを切望していたものの、彼をアテナイ人の敵であると表明したあなた方の将軍たちによって妨げられたのである。