§59καὶ τί δεῖ τὰ πολλὰ λέγειν;
そして、多くの例を挙げる必要がどこにあろうか。
ἀλλʼ ἐν Ὠρεῷ Φιλιστίδης μὲν ἔπραττε Φιλίππῳ καὶ Μένιππος καὶ Σωκράτης καὶ Θόας καὶ Ἀγαπαῖος, οἵπερ νῦν ἔχουσι τὴν πόλιν (καὶ ταῦτʼ ᾔδεσαν ἅπαντες), Εὐφραῖος δέ τις ἄνθρωπος καὶ παρʼ ἡμῖν ποτʼ ἐνθάδʼ οἰκήσας, ὅπως ἐλεύθεροι καὶ μηδενὸς δοῦλοι ἔσονται.
オレオスにおいては、フィリスティデス、メニッポス、ソクラテス、トアス、アガパイオスがフィリッポスのために働き、彼らが現在その都市を掌握しているが(そしてこのことは誰もが知っていた)、エウプライオスという、かつて私たちのところに住んでいたこともある人物は、市民たちが自由であり誰の奴隷にもならないように(努めていた)。
§60οὗτος τὰ μὲν ἄλλʼ ὡς ὑβρίζετο καὶ προυπηλακίζεθʼ ὑπὸ τοῦ δήμου, πόλλʼ ἂν εἴη λέγειν·
彼がその他のことでいかに民衆から侮辱され、泥を塗られたかについては、語ればきりがない。
ἐνιαυτῷ δὲ πρότερον τῆς ἁλώσεως ἐνέδειξεν ὡς προδότην τὸν Φιλιστίδην καὶ τοὺς μετʼ αὐτοῦ, αἰσθόμενος ἃ πράττουσιν.
しかし、落城の1年前に、彼は彼らの企てを察知し、フィリスティデスとその一味を裏切り者として告発した。
συστραφέντες δʼ ἄνθρωποι πολλοὶ καὶ χορηγὸν ἔχοντες Φίλιππον καὶ πρυτανευόμενοι ἀπάγουσι τὸν Εὐφραῖον εἰς τὸ δεσμωτήριον, ὡς συνταράττοντα τὴν πόλιν.
すると、多くの人間が結託し、フィリッポスを後ろ盾としその指示を受けて、エウプライオスが都市を混乱に陥れているという名目で彼を監獄に連行した。
§61ὁρῶν δὲ ταῦθʼ ὁ δῆμος ὁ τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δʼ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δʼ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη καὶ ἐπέχαιρεν.
オレオスの民衆はこれを見て、一方(エウプライオス)を助けて他方(裏切り者たち)を処刑する代わりに、彼らに対しては怒りもせず、エウプライオスこそそのような目に遭うのがふさわしいと言って、その不幸を喜んだ。
μετὰ ταῦθʼ οἱ μὲν ἐπʼ ἐξουσίας ὁπόσης ἐβούλοντʼ ἔπραττον ὅπως ἡ πόλις ληφθήσεται, καὶ κατεσκευάζοντο τὴν πρᾶξιν·
その後、彼らは望む限りの自由な権力をもって、都市が奪取されるように事態を進め、その計画を準備した。
τῶν δὲ πολλῶν εἴ τις αἴσθοιτο, ἐσίγα καὶ κατεπέπληκτο, τὸν Εὐφραῖον οἷʼ ἔπαθεν μεμνημένοι.
大多数の者は、もしこれに気づく者がいても、エウプライオスが受けた仕打ちを思い出して沈黙し、恐れおののいていた。
οὕτω δʼ ἀθλίως διέκειντο, ὥστʼ οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν, πρὶν διασκευασάμενοι πρὸς τὰ τείχη προσῇσαν οἱ πολέμιοι·
人々はこれほどまでに悲惨な状態に置かれていたため、敵が武装を整えて城壁に迫るまで、これほどの災厄が近づいているにもかかわらず、誰も声を上げる勇気を持てなかった。
τηνικαῦτα δʼ οἱ μὲν ἠμύνοντο, οἱ δὲ προὐδίδοσαν.
その時になって、ある者は防戦し、ある者は裏切ったのである。
§62τῆς πόλεως δʼ οὕτως ἁλούσης αἰσχρῶς καὶ κακῶς οἱ μὲν ἄρχουσι καὶ τυραννοῦσι, τοὺς τότε σῴζοντας ἑαυτοὺς καὶ τὸν Εὐφραῖον ἑτοίμους ὁτιοῦν ποιεῖν ὄντας τοὺς μὲν ἐκβαλόντες, τοὺς δʼ ἀποκτείναντες, ὁ δʼ Εὐφραῖος ἐκεῖνος ἀπέσφαξεν ἑαυτόν, ἔργῳ μαρτυρήσας ὅτι καὶ δικαίως καὶ καθαρῶς ὑπὲρ τῶν πολιτῶν ἀνθειστήκει Φιλίππῳ.
都市がこのようにして卑辱にも、また悲惨にも占領された結果、彼らが統治し、僭主として君臨している。 かつて自分たちを救おうとし、エウプライオスとともにどのようなことでも行う覚悟のあった人々を、ある者は追放し、ある者は殺害した。 そしてあのエウプライオスは自ら命を絶ち、自分が正しく、また純粋な心で市民たちのためにフィリッポスに立ち向かっていたことを行動によって証明したのである。
§63τί οὖν ποτʼ αἴτιον, θαυμάζετʼ ἴσως, τὸ καὶ τοὺς Ὀλυνθίους καὶ τοὺς Ἐρετριέας καὶ τοὺς Ὠρείτας ἥδιον πρὸς τοὺς ὑπὲρ Φιλίππου λέγοντας ἔχειν ἢ τοὺς ὑπὲρ αὑτῶν;
では、オリュントス人、エレトリア人、そしてオレオス人が、自分たちのために語る者たちよりも、フィリッポスのために語る者たちを好意的に受け入れたのは、いったい何が原因なのだろうか、とあなたがたは不思議に思うかもしれない。
ὅπερ καὶ παρʼ ὑμῖν, ὅτι τοῖς μὲν ὑπὲρ τοῦ βελτίστου λέγουσιν οὐδὲ βουλομένοις ἔνεστιν ἐνίοτε πρὸς χάριν οὐδὲν εἰπεῖν·
それはあなたがたの間でも同様であるが、最善のために語る者たちには、そう望んでさえ、ときには喜ばれるようなことを何一つ語る余地がないということだ。
τὰ γὰρ πράγματʼ ἀνάγκη σκοπεῖν ὅπως σωθήσεται·
なぜなら、彼らにとっては事態がいかに救われうるかを考慮することが不可欠だからである。
οἱ δʼ ἐν αὐτοῖς οἷς χαρίζονται Φιλίππῳ συμπράττουσιν.
一方、他方の者たちは、まさにフィリッポスの意にかなうその行為自体において(彼の計画を)手助けしているのである。
§64εἰσφέρειν ἐκέλευον, οἱ δʼ οὐδὲν δεῖν ἔφασαν·
ある者は納税を促したが、他方の者はその必要はないと言った。
πολεμεῖν καὶ μὴ πιστεύειν, οἱ δʼ ἄγειν εἰρήνην, ἕως ἐγκατελήφθησαν.
ある者は戦争を行い信用するなと言ったが、他方の者は(敵に)不意を突かれるまで平和を維持せよと言った。
τἄλλα τὸν αὐτὸν τρόπον οἶμαι πάνθʼ, ἵνα μὴ καθʼ ἕκαστα λέγω·
その他すべてのことについても、個別に語るのを避けるために言えば、同様であったと私は思う。
οἱ μὲν ἐφʼ οἷς χαριοῦνται, ταῦτʼ ἔλεγον, οἱ δʼ ἐξ ὧν ἔμελλον σωθήσεσθαι.
一方(最善を語る者)は人々が救われるための手段を語り、他方(フィリッポス側)は人々が喜ぶようなことを語ったのである。
πολλὰ δὲ καὶ τὰ τελευταῖα οὐχ οὕτως πρὸς χάριν οὐδὲ διʼ ἄγνοιαν οἱ πολλοὶ προσίεντο, ἀλλʼ ὑποκατακλινόμενοι, ἐπειδὴ τοῖς ὅλοις ἡττᾶσθαι ἐνόμιζον.
そして最後の段階では、多くの人々が喜んで、あるいは無知からそれを受け入れたのではなく、事態の全体において敗北したと考え、屈服して受け入れたのである。
§65ὃ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω δέδοικʼ ἐγὼ μὴ πάθηθʼ ὑμεῖς, ἐπειδὰν εἰδῆτʼ ἐκλογιζόμενοι μηδὲν ἔθʼ ὑμῖν ἐνόν.
私がゼウスとアポロンにかけて恐れるのは、あなたがたが、もはや自分たちに何の手段も残されていないと計算して理解したときに、このような目に遭うことである。
καίτοι μὴ γένοιτο μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματʼ ἐν τούτῳ·
しかし、アテナイの皆さん、事態がそのようなことには決してなりませんように。
τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππου καὶ προέσθαι τῶν ὑπὲρ ὑμῶν λεγόντων τινάς.
フィリッポスへのおもねりから何事かを行い、あなたがたのために語る人々の一部を見捨てるくらいなら、万回死ぬ方がはるかにましである。
καλήν γʼ οἱ πολλοὶ νῦν ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν αὑτούς, τὸν δʼ Εὐφραῖον ἐώθουν·
オレオス人の大多数は、フィリッポスの友人たちに身を委ね、エウプライオスを拒絶したことで、今や実に美しい恩恵を受け取ったものだ。
§66καλήν γʼ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασε, Κλειτάρχῳ δʼ ἐνέδωκεν αὑτόν·
エレトリアの民衆も、あなたがたの使節を追い払い、クレイタルコスに身を委ねたことで、実に美しい恩恵を受け取った。
δουλεύουσί γε μαστιγούμενοι καὶ σφαττόμενοι.
彼らは鞭打たれ、虐殺されながら奴隷となっているのだ。
καλῶς Ὀλυνθίων ἐφείσατο τῶν τὸν μὲν Λασθένην ἵππαρχον χειροτονησάντων, τὸν δʼ Ἀπολλωνίδην ἐκβαλόντων.
オリュントス人も、ラステネスを騎兵隊長に任命し、アポロニデスを追放したが、フィリッポスは彼らを実に美しく容赦してくれたものだ。
§67μωρία καὶ κακία τὰ τοιαῦτʼ ἐλπίζειν, καὶ κακῶς βουλευομένους καὶ μηδὲν ὧν προσήκει ποιεῖν ἐθέλοντας, ἀλλὰ τῶν ὑπὲρ τῶν ἐχθρῶν λεγόντων ἀκροωμένους, τηλικαύτην ἡγεῖσθαι πόλιν οἰκεῖν τὸ μέγεθος ὥστε μηδέν, μηδʼ ἂν ὁτιοῦν ᾖ, δεινὸν πείσεσθαι.
このようなことを期待するのは、愚行であり邪悪である。 誤った決定を下し、なすべきことを何一つ行おうとせず、敵のために語る者たちに耳を傾けながら、自らの都市がこれほど巨大であるから、何があろうとも決して恐ろしい目には遭わないだろうと考えることは。