§1πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους ἀδικεῖ, καὶ πάντων οἶδʼ ὅτι φησάντων γʼ ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν δεῖν καὶ πράττειν ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦθʼ ὑπηγμένα πάντα τὰ πράγματα καὶ προειμένʼ ὁρῶ, ὥστε δέδοικα μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δʼ ᾖ·
アテナイの諸君、フィリッポスが和平を結んで以来、諸君だけでなく他の人々をも不当に扱っていることについて、ほぼすべての民会で多くの演説が行われており、また、たとえ実際にはそうしなくとも、彼がその横暴を止め、罰を受けるように語り行動すべきであると、誰もが主張するであろうと私は確信しているが、万事があまりにも放棄され放置されてしまっているのを私は目にしており、その結果、口にするのは不吉であるが、それが真実なのではないかと恐れている。
εἰ καὶ λέγειν ἅπαντες ἐβούλονθʼ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς ἐξ ὧν ὡς φαυλότατʼ ἔμελλε τὰ πράγμαθʼ ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι.
すなわち、もし登壇する者全員が、また諸君が、国政が最も悲惨な状態に陥るような仕方で語り決議しようと望んだとしても、今以上に悪化することはあり得なかっただろう、と私は思う。
§2πολλὰ μὲν οὖν ἴσως ἐστὶν αἴτια τούτων, καὶ οὐ παρʼ ἓν οὐδὲ δύʼ εἰς τοῦτο τὰ πράγματʼ ἀφῖκται, μάλιστα δʼ, ἄνπερ ἐξετάζητʼ ὀρθῶς, εὑρήσετε διὰ τοὺς χαρίζεσθαι μᾶλλον ἢ τὰ βέλτιστα λέγειν προαιρουμένους, ὧν τινες μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν οἷς εὐδοκιμοῦσιν αὐτοὶ καὶ δύνανται, ταῦτα φυλάττοντες οὐδεμίαν περὶ τῶν μελλόντων πρόνοιαν ἔχουσιν, οὐκοῦν οὐδʼ ὑμᾶς οἴονται δεῖν ἔχειν, ἕτεροι δὲ τοὺς ἐπὶ τοῖς πράγμασιν ὄντας αἰτιώμενοι καὶ διαβάλλοντες οὐδὲν ἄλλο ποιοῦσιν ἢ ὅπως ἡ μὲν πόλις αὐτὴ παρʼ αὑτῆς δίκην λήψεται καὶ περὶ τοῦτʼ ἔσται, Φιλίππῳ δʼ ἐξέσται καὶ λέγειν καὶ πράττειν ὅ τι βούλεται.
\n さて、おそらくこれらには多くの原因があり、事態がこのような状況に至ったのは、一過性のことでも二つのことでもない。 しかし、もし諸君が正しく吟味するなら、最善のことを語るよりも喜ばれることを語るのを選ぶ者たちのせいであることが何よりもわかるだろう。 アテナイの諸君、彼らのうち一部の者は、自分たちが名声を博し権力を持っているその地位を維持することばかりに汲々として、未来に対する備えをまったくせず、したがって諸君もそうした備えをする必要はないと考えている。 また他の者たちは、国政を担当している人々を非難し誹謗中傷することによって、この国家が自ら自らを罰することになりそのことに没頭する一方で、フィリッポスが望むままに語り行動することが可能になるように仕向けているにすぎない。
§3αἱ δὲ τοιαῦται πολιτεῖαι συνήθεις μέν εἰσιν ὑμῖν, αἴτιαι δὲ τῶν κακῶν.
\n このような政治的態度は諸君にとってなじみ深いものであるが、諸悪の根源である。
ἀξιῶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἄν τι τῶν ἀληθῶν μετὰ παρρησίας λέγω, μηδεμίαν μοι διὰ τοῦτο παρʼ ὑμῶν ὀργὴν γενέσθαι.
アテナイの諸君、もし私がいくらかの真実を率直に語るとしても、そのために諸君が私に腹を立てないようにお願いしたい。
σκοπεῖτε γὰρ ὡδί.
というのは、このように考えてほしいからである。
ὑμεῖς τὴν παρρησίαν ἐπὶ μὲν τῶν ἄλλων οὕτω κοινὴν οἴεσθε δεῖν εἶναι πᾶσι τοῖς ἐν τῇ πόλει, ὥστε καὶ τοῖς ξένοις καὶ τοῖς δούλοις αὐτῆς μεταδεδώκατε, καὶ πολλοὺς ἄν τις οἰκέτας ἴδοι παρʼ ἡμῖν μετὰ πλείονος ἐξουσίας ὅ τι βούλονται λέγοντας ἢ πολίτας ἐν ἐνίαις τῶν ἄλλων πόλεων, ἐκ δὲ τοῦ συμβουλεύειν παντάπασιν ἐξεληλάκατε.
諸君は、他の事柄においては、言論の自由がこの都市のすべての人々に共通して与えられるべきだと考えており、在留外国人や奴隷にさえそれを分け与えている。 実際、私たちの間では、他のいくつかの都市の市民よりも大きな自由を持って、自分たちの望むことを語っている召使たちを多く見かけるほどである。 しかし、国政について助言をすることからは、言論の自由を完全に締め出してしまっている。
§4εἶθʼ ὑμῖν συμβέβηκεν ἐκ τούτου ἐν μὲν ταῖς ἐκκλησίαις τρυφᾶν καὶ κολακεύεσθαι πάντα πρὸς ἡδονὴν ἀκούουσιν, ἐν δὲ τοῖς πράγμασι καὶ τοῖς γιγνομένοις περὶ τῶν ἐσχάτων ἤδη κινδυνεύειν.
\n その結果、諸君に起きたことと言えば、民会においては甘やかされ、お世辞を言われ、ひたすら快いことばかりを聞いている一方で、現実の事態や進行中の出来事においては、今や破滅の危機に直面しているということである。
εἰ μὲν οὖν καὶ νῦν οὕτω διάκεισθε, οὐκ ἔχω τί λέγω·
もし諸君が今でもそのような状態にあるなら、私には何も言うことはない。
εἰ δʼ ἃ συμφέρει χωρὶς κολακείας ἐθελήσετʼ ἀκούειν, ἕτοιμος λέγειν.
しかし、もし媚びへつらいを抜きにして、有益なことに耳を傾けるつもりがあるなら、私は語る用意がある。
καὶ γὰρ εἰ πάνυ φαύλως τὰ πράγματʼ ἔχει καὶ πολλὰ προεῖται, ὅμως ἔστιν, ἐὰν ὑμεῖς τὰ δέοντα ποιεῖν βούλησθε, ἔτι πάντα ταῦτʼ ἐπανορθώσασθαι.
実際、事態がどれほど悪化し多くのものが放棄されてしまったとしても、諸君がなすべきことを行う意志を持つなら、これらすべてをいまだ修復することは可能なのである。
§5καὶ παράδοξον μὲν ἴσως ἐστὶν ὃ μέλλω λέγειν, ἀληθὲς δέ·
\n そして私が今から語ろうとすることは、おそらく逆説的に聞こえるだろうが、真実である。
τὸ χείριστον ἐν τοῖς παρεληλυθόσι, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει.
すなわち、過去における最悪の事柄、これが未来に向けては最善の要素となる。
τί οὖν ἐστι τοῦτο;
では、それは何か。
ὅτι οὔτε μικρὸν οὔτε μέγʼ οὐδὲν τῶν δεόντων ποιούντων ὑμῶν κακῶς τὰ πράγματʼ ἔχει, ἐπεί τοι, εἰ πάνθʼ ἃ προσῆκε πραττόντων οὕτως διέκειτο, οὐδʼ ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω.
諸君がなすべきことを何一つ、大小を問わず行っていないがゆえに、事態が悪化しているということである。 なぜなら、もし諸君がなすべきことをすべて行っているにもかかわらずこのような状態であったなら、事態が改善する見込みさえなかったからである。
νῦν δὲ τῆς ῥᾳθυμίας τῆς ὑμετέρας καὶ τῆς ἀμελίας κεκράτηκε Φίλιππος, τῆς πόλεως δʼ οὐ κεκράτηκεν·
しかし今、フィリッポスが征服したのは諸君の怠慢と不注意であって、この国家を征服したわけではない。
οὐδʼ ἥττησθʼ ὑμεῖς, ἀλλʼ οὐδὲ κεκίνησθε.
諸君は敗北したのではなく、動き始めてさえいないのである。
§6εἰ μὲν οὖν ἅπαντες ὡμολογοῦμεν Φίλιππον τῇ πόλει πολεμεῖν καὶ τὴν εἰρήνην παραβαίνειν, οὐδὲν ἄλλʼ ἔδει τὸν παριόντα λέγειν καὶ συμβουλεύειν ἢ ὅπως ἀσφαλέστατα καὶ ῥᾷστʼ αὐτὸν ἀμυνούμεθα·
\n もし、フィリッポスがこの国家に対して戦争を仕掛け、平和条約に違反していると誰もが認めているならば、登壇する者は、どのようにして最も安全かつ容易に彼を撃退すべきかということ以外に、語り勧告する必要はなかっただろう。
ἐπειδὴ δʼ οὕτως ἀτόπως ἔνιοι διάκεινται, ὥστε πόλεις καταλαμβάνοντος ἐκείνου καὶ πολλὰ τῶν ὑμετέρων ἔχοντος καὶ πάντας ἀνθρώπους ἀδικοῦντος ἀνέχεσθαί τινων ἐν ταῖς ἐκκλησίαις λεγόντων πολλάκις ὡς ἡμῶν τινές εἰσιν οἱ ποιοῦντες τὸν πόλεμον, ἀνάγκη φυλάττεσθαι καὶ διορθοῦσθαι περὶ τούτου·
しかし、一部の人々の態度があまりにも常軌を逸しており、彼が諸都市を占領し諸君の領土の多くを保持しあらゆる人々を不当に扱っているにもかかわらず、民会において「私たちの側の誰かこそが戦争を引き起こしているのだ」としばしば主張する者たちがいるのを容認しているため、この点に警戒し正す必要がある。