§11ἴστε γὰρ δήπου τοῦθʼ ὅτι οὐδενὶ τῶν πάντων πλέον κεκράτηκε Φίλιππος, ἢ τῷ πρότερος πρὸς τοῖς πράγμασι γίγνεσθαι.
というのも、あなた方は以下のことを知っているはずだからです。 すなわち、フィリッポスが他の何によってよりも優位に立ったのは、事態に対して常に先手を打ったからである、ということを。
ὁ μὲν γὰρ ἔχων δύναμιν συνεστηκυῖαν ἀεὶ περὶ αὑτὸν καὶ προειδὼς ἃ βούλεται πρᾶξαι, ἐξαίφνης ἐφʼ οὓς ἂν αὐτῷ δόξῃ πάρεστιν·
というのも、彼は常に自らの周りに組織された軍隊を擁し、自分が何をしたいかをあらかじめ知っているので、自分が望む者たちのところに突如として現れるからです。
ἡμεῖς δʼ ἐπειδὰν πυθώμεθά τι γιγνόμενον, τηνικαῦτα θορυβούμεθα καὶ παρασκευαζόμεθα.
それに対して我々は、何かが起きていると知ってから、その時にようやく騒ぎ立て、準備を始めるのです。
§12εἶτʼ, οἶμαι, συμβαίνει τῷ μὲν ἐφʼ ἃν ἔλθῃ, ταῦτʼ ἔχειν κατὰ πολλὴν ἡσυχίαν, ἡμῖν δʼ ὑστερίζειν, καὶ ὅσʼ ἂν δαπανήσωμεν, ἅπαντα μάτην ἀνηλωκέναι, καὶ τὴν μὲν ἔχθραν καὶ τὸ βούλεσθαι κωλύειν ἐνδεδεῖχθαι, ὑστερίζοντας δὲ τῶν ἔργων αἰσχύνην προσοφλισκάνειν.
その結果、思うに、彼の方は自分が襲うと決めたものを極めて平穏に手に入れる一方で、我々は手遅れになり、費やしたものが何であれ、すべてを無駄に消費したことになり、敵意と阻止したいという意志は示しながらも、実際の行動に遅れることで恥を上乗せすることになるのです。
§13μὴ τοίνυν ἀγνοεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τὰ νῦν τἄλλα μέν ἐστι λόγοι ταῦτα καὶ προφάσεις, πράττεται δὲ καὶ κατασκευάζεται τοῦτο, ὅπως ὑμῶν μὲν οἴκοι μενόντων, ἔξω δὲ μηδεμιᾶς οὔσης τῇ πόλει δυνάμεως, μετὰ πλείστης ἡσυχίας ἅπανθʼ ὅσα βούλεται Φίλιππος διοικήσεται.
ですから、アテナイの皆さん、現在の他の事柄はすべて言葉や口十分にすぎず、画策され準備されているのは、あなた方が国内にとどまり、国家の国外における兵力が皆無である間に、フィリッポスが自らの望むすべての事柄を極めて平穏に処理できるようにすることである、ということを忘れないでください。
θεωρεῖτε γὰρ τὸ παρὸν πρῶτον, ὃ γίγνεται.
まず、現に起きている現状を観察してください。
§14νυνὶ δύναμιν μεγάλην ἐκεῖνος ἔχων ἐν Θρᾴκῃ διατρίβει, καὶ μεταπέμπεται πολλήν, ὥς φασιν οἱ παρόντες, ἀπὸ Μακεδονίας καὶ Θετταλίας.
現在、彼は大軍を擁してトラキアに滞在しており、現地にいる者たちの話によれば、マケドニアやテッサリアからさらなる大軍を呼び寄せています。
ἐὰν οὖν περιμείνας τοὺς ἐτησίας ἐπὶ Βυζάντιον ἐλθὼν πολιορκῇ, πρῶτον μὲν οἴεσθε τοὺς Βυζαντίους μενεῖν ἐπὶ τῆς ἀνοίας τῆς αὐτῆς ὥσπερ νῦν, καὶ οὔτε παρακαλεῖν ὑμᾶς οὔτε βοηθεῖν αὑτοῖς ἀξιώσειν;
もし彼がエテシア風を待ってビュザンティオンに進軍し、そこを包囲したならば、まず第一に、ビュザンティオン人が現在と同じ愚かさにとどまり、あなた方に支援を求めず、自らを救うように求めないとでも思うのですか。
§15ἐγὼ μὲν οὐκ οἴομαι, ἀλλὰ καὶ εἴ τισι μᾶλλον ἀπιστοῦσιν ἢ ἡμῖν, καὶ τούτους εἰσφρήσεσθαι μᾶλλον ἢ ʼκείνῳ παραδώσειν τὴν πόλιν, ἄν περ μὴ φθάσῃ λαβὼν αὐτούς.
私はそうは思いません。 むしろ、我々以上に信用していない者たちがいるとしても、彼らを招き入れる方を選ぶでしょう、あの男に国家を明け渡すよりは。 彼が先んじて彼らを占領してしまわない限りは。
οὐκοῦν ἡμῶν μὲν μὴ δυναμένων ἐνθένδʼ ἀναπλεῦσαι, ἐκεῖ δὲ μηδεμιᾶς ὑπαρχούσης ἑτοίμου βοηθείας, οὐδὲν αὐτοὺς ἀπολωλέναι κωλύσει.
とすれば、我々がここから船出できず、現地にも即応可能な支援勢力が存在しないなら、彼らが滅びるのを防ぐものは何もないでしょう。
§16νὴ Δία, κακοδαιμονῶσι γὰρ ἅνθρωποι καὶ ὑπερβάλλουσιν ἀνοίᾳ.
『いやまったく、あの男たちは不運であり、極めて愚かだからだ』と言うかもしれません。
πάνυ γε, ἀλλʼ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι·
まさにその通り。 しかしそれでも、彼らは安全であるべきです。
συμφέρει γὰρ τῇ πόλει.
なぜならそれが我々の国家にとって有益だからです。
καὶ μὴν οὐδʼ ἐκεῖνό γε δῆλόν ἐστιν ἡμῖν, ὡς ἐπὶ Χερρόνησον οὐχ ἥξει·
さらに、彼がヘルソネソスに来ないという保証も我々にはありません。
ἀλλʼ εἴγʼ ἐκ τῆς ἐπιστολῆς δεῖ σκοπεῖν ἧς ἔπεμψε πρὸς ὑμᾶς, ἀμυνεῖσθαί φησι τοὺς ἐν Χερρονήσῳ.
むしろ、彼があなた方に送ってきた手紙から判断するなら、彼はヘルソネソスの者たちに報復すると言っているのです。
§17ἂν μὲν τοίνυν ᾖ τὸ συνεστηκὸς στράτευμα, καὶ τῇ χώρᾳ βοηθῆσαι δυνήσεται καὶ τῶν ἐκείνου τι κακῶς ποιῆσαι·
したがって、もし現存の軍隊があるならば、その地域を救援することも、彼の領土に打撃を与えることもできるでしょう。
εἰ δʼ ἅπαξ διαλυθήσεται, τί ποιήσομεν, ἂν ἐπὶ Χερρόνησον ἴῃ;
しかし、もしそれが一度解散されてしまったら、彼がヘルソネソスに進軍したとき、我々はどうするのですか。
κρινοῦμεν Διοπείθη νὴ Δία.
『そうだ、ディオペイトヘスを裁判にかけるのだ』とでも?
καὶ τί τὰ πράγματʼ ἔσται βελτίω;
それで事態がどう良くなるというのですか。
ἀλλʼ ἐνθένδʼ ἂν βοηθήσαιμεν αὐτοί.
『いや、我々自身がここから救援に赴くのだ』と?
ἂν δʼ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα;
しかし、もし風のためにそれができないとしたら?
ἀλλὰ μὰ Δίʼ οὐχ ἥξει.
『いや、絶対に彼は来ない』と?
§18καὶ τίς ἐγγυητής ἐστι τούτου;
そして、誰がそれを保証するのですか。
ἆρʼ ὁρᾶτε καὶ λογίζεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι καὶ παραδοῦναι Φιλίππῳ;
アテナイの皆さん、あなた方は、ある人々があなた方の守るヘレスポントスを無防備にし、フィリッポスに引き渡すべきだと考えている、まさにその来たるべき季節を見て、考慮に入れていますか。
τί δʼ, ἂν ἀπελθὼν ἐκ Θρᾴκης καὶ μηδὲ προσελθὼν Χερρονήσῳ μηδὲ Βυζαντίῳ (καὶ γὰρ ταῦτα λογίζεσθε) ἐπὶ Χαλκίδα καὶ Μέγαρʼ ἥκῃ τὸν αὐτὸν τρόπον ὅνπερ ἐπʼ Ὠρεὸν πρώην, πότερον κρεῖττον ἐνθάδʼ αὐτὸν ἀμύνεσθαι καὶ προσελθεῖν τὸν πόλεμον πρὸς τὴν Ἀττικὴν ἐᾶσαι, ἢ κατασκευάζειν ἐκεῖ τινʼ ἀσχολίαν αὐτῷ;
また、もし彼がトラキアから退去し、ヘルソネソスにもビュザンティオンにも近づくことなく(これも考慮に入れておきなさい)、先日オレオスに対して行ったのと同じ方法でハルキスやメガラにやってきたらどうしますか。 彼をここで防衛し、戦争がアッティカに迫るのを許すことと、あちらで彼に困難を作り出すことの、どちらがより良いでしょうか。
ἐγὼ μὲν οἴομαι τοῦτο.
私は後者であると考えます。
§19ταῦτα τοίνυν ἅπαντας εἰδότας καὶ λογιζομένους χρή, οὐ μὰ Δίʼ οὐχ ἣν Διοπείθης πειρᾶται τῇ πόλει δύναμιν παρασκευάζειν, ταύτην βασκαίνειν καὶ διαλῦσαι πειρᾶσθαι, ἀλλʼ ἑτέραν αὐτοὺς προσπαρασκευάζειν καὶ συνευποροῦντας ἐκείνῳ χρημάτων καὶ τἄλλʼ οἰκείως συναγωνιζομένους.
それゆえ、これらすべてのことを知り、考慮している我々は、決して、ディオペイトヘスが国家のために整えようとしている軍隊を妬み、解散させようとしてはならず、むしろ自らもう一つの軍隊を追加で準備し、彼に資金を共同で融通し、他の事柄においても親身になって共同で戦うべきであります。
§20εἰ γάρ τις ἔροιτο Φίλιππον,
εἰπέ μοι, πότερʼ ἂν βούλοιο τούτους τοὺς στρατιώτας οὓς Διοπείθης νῦν ἔχει, τοὺς ὁποιουστινασοῦν (οὐδὲν γὰρ ἀντιλέγω) εὐθενεῖν καὶ παρʼ Ἀθηναίοις εὐδοξεῖν καὶ πλείους γίγνεσθαι τῆς πόλεως συναγωνιζομένης, ἢ διαβαλλόντων τινῶν καὶ κατηγορούντων διασπασθῆναι καὶ διαφθαρῆναι;
なぜなら、もし誰かがフィリッポスにこう尋ねたとしたら――『答えてくれ。 お前は、ディオペイトヘスが現在擁している兵士たち(彼らがどのような者たちであれ、私は異論を唱えないが)が、アテナイ市民の支持を得て繁栄し、国家の支援によって増強されることを望むか、それとも、一部の者たちの誹謗や非難によって、彼らが離散し破滅することを望むか』と。
ταῦτʼ ἂν οἶμαι φήσειεν.
彼は間違いなく後者であると言うでしょう。
εἶθʼ ἃ Φίλιππος ἂν εὔξαιτο τοῖς θεοῖς, ταῦθʼ ἡμῶν τινες ἐνθάδε πράττουσιν;
そうであるなら、フィリッポスが神々に祈り求めるであろうまさにそのことを、我々のうちのある者たちがここで実行しているというのですか。
εἶτʼ ἔτι ζητεῖτε πόθεν τὰ τῆς πόλεως ἀπόλωλεν ἅπαντα;
それなのに、あなた方は依然として、なぜ国家のすべての事態が破滅してしまったのか、その原因を捜し求めているのですか。