§28κἀκεῖνοι μέν, ὡς ἔοικεν, οἱ πρότερον ἐν Ἀμφιπόλει οἰκοῦντες πρὶν Φίλιππον λαβεῖν, τὴν Ἀθηναίων χώραν εἶχον, ἐπειδὴ δὲ Φίλιππος αὐτὴν εἴληφεν, οὐ τὴν Ἀθηναίων χώραν ἀλλὰ τὴν ἑαυτοῦ ἔχει·
そして、彼が占領する前にかつてアンフィポリスに住んでいたあの人々は、どうやらアテナイの土地を所有していたらしい。 しかし、フィリッポスがそこを奪ってからは、アテナイの土地ではなく自分自身の土地を彼は所有しているのだ。
οὐδʼ Ὄλυνθόν γε οὐδʼ Ἀπολλωνίαν οὐδὲ Παλλήνην, οὐκ ἀλλοτρίας ἀλλὰ τὰς ἑαυτοῦ χώρας κέκτηται.
オリュントスもアポロニアもパレネも同様に、他人のものではなく自分自身の土地として彼は所有しているのだ。
§29ἆρʼ ὑμῖν δοκεῖ πεφυλαγμένως ἅπαντα πρὸς ὑμᾶς ἐπιστέλλειν, ὅπως ἂν φαίνηται καὶ λέγων καὶ πράττων ἃ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογεῖται δίκαια εἶναι, ἀλλʼ οὐ σφόδρα καταπεφρονηκέναι, ὃς τὴν χώραν, ἣν οἱ Ἕλληνες καὶ βασιλεὺς ὁ Περσῶν ἐψηφίσαντο καὶ ὡμολογήκασιν ὑμετέραν εἶναι, ταύτην φησὶν ἑαυτοῦ καὶ οὐχ ὑμετέραν εἶναι;
それとも、彼は、万人の間で正しいと認められていることを自分が語りかつ行っているように見えるよう、極めて慎重に諸君に手紙を書き送っていると思われるだろうか。 それとも、彼は諸君をひどく侮蔑していると思われるだろうか。 ギリシア人たちもペルシア王も諸君のものであると決議し合意したあの土地を、彼は自分のものであって諸君のものではないと主張しているというのに。
§30περὶ δὲ τοῦ ἑτέρου ἐπανορθώματος, ὃ ὑμεῖς ἐν τῇ εἰρήνῃ ἐπανορθοῦσθε, τοὺς ἄλλους Ἕλληνας, ὅσοι μὴ κοινωνοῦσι τῆς εἰρήνης, ἐλευθέρους καὶ αὐτονόμους εἶναι, καὶ ἐάν τις ἐπʼ αὐτοὺς στρατεύῃ, βοηθεῖν τοὺς κοινωνοῦντας τῆς εἰρήνης,
また、諸君が平和条約において修正しようとしているもう一つの修正点、すなわち、平和条約に参加していない他のギリシア人たちは自由かつ自律的であるべきであり、もし誰かが彼らに対して出兵するならば、平和条約に参加している者たちが救援に赴くべきであるということについて、諸君はこれが正しくかつ人道的なことであると考えた。
§31ἡγούμενοι καὶ δίκαιον τοῦτο καὶ φιλάνθρωπον, μὴ μόνον ἡμᾶς καὶ τοὺς συμμάχους τοὺς ἡμετέρους καὶ Φίλιππον καὶ τοὺς συμμάχους τοὺς ἐκείνου ἄγειν τὴν εἰρήνην, τοὺς δὲ μήθʼ ἡμετέρους ὄντας μήτε Φιλίππου συμμάχους ἐν μέσῳ κεῖσθαι καὶ ὑπὸ τῶν κρειττόνων ἀπόλλυσθαι, ἀλλὰ καὶ τούτοις διὰ τὴν ὑμετέραν εἰρήνην ὑπάρχειν σωτηρίαν, καὶ τῷ ὄντι εἰρήνην ἄγειν ἡμᾶς καταθεμένους τὰ ὅπλα,
すなわち、我々と我々の同盟国、そしてフィリッポスと彼の同盟国だけが平和を維持し、我々の同盟国でもフィリッポスの同盟国でもない者たちがその間に置かれて強者によって滅ぼされるのではなく、彼らに対しても諸君の平和条約のおかげで安全が確保され、我々が本当に武器を置いて平和を維持することになるように、と。
§32τοῦτο δὲ τὸ ἐπανόρθωμα ὁμολογῶν ἐν τῇ ἐπιστολῇ, ὡς ἀκούετε, δίκαιόν τʼ εἶναι καὶ δέχεσθαι, Φεραίων μὲν ἀφῄρηται τὴν πόλιν καὶ φρουρὰν ἐν τῇ ἀκροπόλει κατέστησεν, ἵνα δὴ αὐτόνομοι ὦσιν, ἐπὶ δʼ Ἀμβρακίαν στρατεύεται, τὰς δʼ ἐν Κασσωπίᾳ τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχετα καὶ Ἐλάτειαν, Ἠλείων ἀποικίας, κατακαύσας τὴν χώραν καὶ εἰς τὰς πόλεις βιασάμενος παρέδωκεν Ἀλεξάνδρῳ τῷ κηδεστῇ τῷ ἑαυτοῦ δουλεύειν.
しかし、この修正点について、彼が手紙の中で(諸君が聞いている通り)正当なものであり受け入れると認めつつも、彼はフェライ人からその都市を奪い、アクロポリスに守備隊を置いたのである――彼らが自律的であるようになるためだと称して。 またアンブラキアに対して出兵し、カッソピアにおける3つの都市、すなわちパンドシア、ブケタ、エラテイアというエリス人の植民都市を、その土地を焼き払い、力ずくで都市に押し入った上で、自身の義弟であるアレクサンドロスに奴隷として仕えさせるために引き渡した。
σφόδρα γε βούλεται τοὺς Ἕλληνας ἐλευθέρους εἶναι καὶ αὐτονόμους, ὡς δηλοῖ τὰ ἔργα.
彼はまことにギリシア人が自由で自律的であることを望んでいる、彼の行動が示しているように!
§33περὶ δὲ τῶν ὑποσχέσεων ὧν ὑμῖν διατελεῖ ὑπισχνούμενος ὡς μεγάλα ὑμᾶς εὐεργετήσων, καταψεύδεσθαί μέ φησιν αὐτοῦ διαβάλλοντα πρὸς τοὺς Ἕλληνας·
また、諸君を大いに益するだろうと彼が諸君に約束し続けている事柄について、彼は私がギリシア人たちに対して彼を中傷し、嘘をついていると主張している。
οὐδὲν γὰρ ὑμῖν πώποτέ φησιν ὑπεσχῆσθαι.
彼は諸君に対してこれまでに何一つ約束したことはないと言うのだ。
οὕτως ἀναιδής ἐστιν ὁ ἐν ἐπιστολῇ γεγραφώς, ἥ ἐστι νῦν ἐν τῷ βουλευτηρίῳ, ὅσʼ ἐπιστομιεῖν ἡμᾶς, ἔφη, τοὺς αὐτῷ ἀντιλέγοντας, ἐὰν ἡ εἰρήνη γένηται, τοσαῦτα ὑμᾶς ἀγαθὰ ποιήσειν·
彼はそれほどまでに無恥なのである。 彼は、現在評議会にある手紙の中に、もし平和が実現すれば、彼に反対する我々を黙らせるほどの多くの善行を諸君に施すだろう、と書いていたというのに。
ἃ γράφειν ἂν ἤδη, εἰ ᾔδει τὴν εἰρήνην ἐσομένην, δῆλον ὡς προκεχειρισμένων καὶ ἑτοίμων ὄντων τῶν ἀγαθῶν, ἃ ἐμέλλομεν πείσεσθαι τῆς εἰρήνης γενομένης.
もし彼が平和が実現することを知っていたならば、我々が平和実現の暁に享受することになる恩恵がすでに用意され準備されていたことは明らかであるから、それらを今すぐ書き送ったであろうに。
§34γενομένης δὲ τῆς εἰρήνης, ἃ μὲν ἡμεῖς ἐμέλλομεν ἀγαθὰ πείσεσθαι, ἐκποδών ἐστι, φθορὰ δὲ τῶν Ἑλλήνων τοσαύτη γέγονεν ὅσην ὑμεῖς ἴστε.
しかし平和が実現してみると、我々が享受するはずだった恩恵はどこかへ消え去り、諸君が知っての通り、ギリシア人たちの間に多大なる破滅が生じた。
ὑμῖν δʼ ἐν τῇ νῦν ἐπιστολῇ ὑπισχνεῖται, ἐὰν τοῖς μὲν αὑτοῦ φίλοις καὶ ὑπὲρ αὐτοῦ λέγουσι πιστεύητε, ἡμᾶς δὲ τοὺς διαβάλλοντας αὐτὸν πρὸς ὑμᾶς τιμωρήσησθε, ὡς μεγάλα εὐεργετήσει.
それなのに彼は今の手紙の中で、もし諸君が彼の友人たちや彼のために発言する者たちを信頼し、彼を諸君に中傷する我々を処罰するならば、大いなる恩恵を施すだろうと諸君に約束しているのである。
§35τὰ μέντοι εὐεργετήματα τοιαῦτα ἔσται·
しかし、その恩恵とは次のようなものである。
οὔτε τὰ ὑμέτερα ὑμῖν ἀποδώσει (αὑτοῦ γάρ φησιν εἶναι), οὔτʼ ἐν τῇ οἰκουμένῃ αἱ δωρειαὶ ἔσονται, ἵνα μὴ διαβληθῇ πρὸς τοὺς Ἕλληνας, ἀλλʼ ἄλλη τις χώρα καὶ ἄλλος, ὡς ἔοικε, τόπος φανήσεται, οὗ ὑμῖν αἱ δωρειαὶ δοθήσονται.
すなわち、諸君のものであるものを諸君に返すわけではなく(なぜなら、それは自分のものであると主張しているから)、かといって既知の世界の中でその贈与がなされるわけでもない――ギリシア人たちに中傷されないために。 むしろ、どうやら別の土地、別の場所が現れて、そこで諸君に贈与が与えられることになるらしい。
§36περὶ δʼ ὧν ἐν τῇ εἰρήνῃ εἴληφε χωρίων, ὑμῶν ἐχόντων, παρασπονδῶν καὶ λύων τὴν εἰρήνην, ἐπειδὴ οὐκ ἔχει ὅ τι εἴπῃ, ἀλλʼ ἀδικῶν φανερῶς ἐξελέγχεται, ἐπιτρέπειν φησὶ περὶ τούτων ἕτοιμος εἶναι ἴσῳ καὶ κοινῷ δικαστηρίῳ·
また、平和条約の間に、諸君がそれらを所有していたにもかかわらず、彼が条約に違背し、平和を破って奪った地域について、彼は言うべき言葉を持たず、その不義が明白に暴かれているため、これらの件について公平で中立な裁判所に委ねる用意があると主張している。
περὶ ὧν μόνων οὐδὲν δεῖ ἐπιτροπῆς, ἀλλʼ ἀριθμὸς ἡμερῶν ἐστιν ὁ κρίνων.
しかし、これらについてだけは仲裁に委ねる必要は全くなく、ただ日数の計算が判断の基準となる。
ἅπαντες γὰρ ἴσμεν τίνι μηνὶ καὶ τίνι ἡμέρᾳ ἡ εἰρήνη ἐγένετο.
なぜなら、我々はみな、何年何月何日に平和条約が成立したかを知っているからである。