§37ὥσπερ δὲ ταῦτα ἴσμεν, κἀκεῖνα ἴσμεν, τίνι μηνὶ καὶ τίνι ἡμέρᾳ Σέρρειον τεῖχος καὶ Ἐργίσκη καὶ Ἱερὸν ὄρος ἑάλω.
そして、我々がこれらのことを知っているのと同様に、あのこともまた知っています、すなわち、何年何月何日にセリオン・テイコスとエルギスケとヒエロン・オロスが陥落したかを。
οὐ δὴ ἀφανῆ ἐστι τὰ οὕτω πραχθέντα, οὐδὲ κρίσεως δεόμενα, ἀλλὰ πᾶσι γνώριμα πότερος πρότερος ὁ μήν ἐστιν, ἐν ᾧ ἡ εἰρήνη ἐγένετο ἢ ἐν ᾧ τὰ χωρία ἑάλω.
このように行われたことは決して不明瞭ではなく、裁判による判断を必要とするものでもありません。 むしろ、平和条約が結ばれた月と、それらの場所が陥落した月のどちらが先であるかは、すべての人にとって周知のことなのです。
§38φησὶ δὲ καὶ τοὺς αἰχμαλώτους ἡμῶν, ὅσοι ἐν τῷ πολέμῳ ἑάλωσαν, ἀποδεδωκέναι·
また、彼は戦争中に捕らえられた我々の捕虜たちを全員返還したと主張しています。
ὃς τὸν μὲν Καρύστιον, τὸν πρόξενον τῆς ἡμετέρας πόλεως, ὑπὲρ οὗ ὑμεῖς τρεῖς πρέσβεις ἐπέμψατε ἀπαιτοῦντες, τοῦτον τὸν ἄνδρα ἐκεῖνος οὕτω σφόδρα ὑμῖν ἐβούλετο χαρίσασθαι, ὥστʼ ἀπέκτεινε καὶ οὐδʼ ἀναίρεσιν ἔδωκεν, ἵνα ταφῇ.
しかし、我々の都市の在外代理人であったカリュストス出身の男、諸君がその身柄を求めて3人の使節を送ったあの男について、フィリッポスは諸君を喜ばせることを強く望むあまり、彼を殺害し、埋葬のための遺体引き取りさえ許可しませんでした。
§39περὶ δὲ Χερρονήσου, ἅ τʼ ἐπιστέλλει πρὸς ὑμᾶς ἄξιόν ἐστιν ἐξετάσαι, ἔτι δὲ καὶ ἃ πράττει, καὶ ταῦτʼ εἰδέναι.
ヘルソネソスについては、彼が諸君に書き送っていることを検討する価値があり、さらに、彼が実際に行っていることを知ることも価値があります。
τὸν μὲν γὰρ τόπον ἅπαντα τὸν ἔξω Ἀγορᾶς ὡς ἑαυτοῦ ὄντα καὶ ὑμῖν οὐδὲν προσήκοντα δέδωκε καρποῦσθαι Ἀπολλωνίδῃ τῷ Καρδιανῷ.
というのも、アゴラの外側のすべての土地を、あたかも自分のものであり諸君には何の関係もないかのようにして、カルディアのアポロニデスに収益を得させるために与えたからです。
καίτοι Χερρονήσου οἱ ὅροι εἰσίν, οὐκ Ἀγορά, ἀλλὰ βωμὸς τοῦ Διὸς τοῦ ὁρίου, ὅς ἐστι μεταξὺ Πτελεοῦ καὶ Λευκῆς ἀκτῆς, ᾗ ἡ διορυχὴ ἔμελλε Χερρονήσου ἔσεσθαι,
しかしながら、ヘルソネソスの境界はアゴラではなく、境界のゼウスの祭壇であり、それはプテレオスとレウケ・アクテの間に位置し、かつてヘルソネソスの運河が掘削される予定だった場所にあります。
§40ὥς γε τὸ ἐπίγραμμα τὸ ἐπὶ τοῦ βωμοῦ τοῦ Διὸς τοῦ ὁρίου δηλοῖ.
境界のゼウスの祭壇の上にある碑文がそれを示している通りです。
ἔστι δὲ τουτί·
それは次のようなものです。
"
τόνδε καθιδρύσαντο θεῷ περικαλλέα βωμὸν
λευκῆς καὶ Πτελεοῦ μέσσον ὅρον θέμενοι
ἐνναέται, χώρης σημήϊον·
"レウケとプテレオスの真ん中に境界を定めて、住民たちがこの土地の標識として、神のためにこの極めて美しい祭壇を建てた。
ἀμμορίης δὲ
αὐτὸς ἄναξ μακάρων ἐστὶ μέσος Κρονίδης. "
そして、共有地において、祝福された者たちの王であるクロノスの子ご自身が、その真ん中に立っておられる。
§41ταύτην μέντοι τὴν χώραν, τοσαύτην οὖσαν ὅσην οἱ πολλοὶ ὑμῶν ἴσασιν, ὡς ἑαυτοῦ οὖσαν τὴν μὲν αὐτὸς καρποῦται, τὴν δʼ ἄλλοις δωρειὰν δέδωκε, καὶ ἅπαντα τὰ κτήματα τὰ ὑμέτερα ὑφʼ αὑτῷ ποιεῖται.
"ところで、諸君の多くが知っているほどの広さであるこの土地を、彼は自分のものであるとして、一部は自ら収益を得、一部は他人に贈り物として与え、諸君の所有物のすべてを支配下に収めようとしています。
καὶ οὐ μόνον τὴν ἔξω Ἀγορᾶς χώραν σφετερίζεται, ἀλλὰ καὶ πρὸς Καρδιανούς, οἳ οἰκοῦσιν εἴσω Ἀγορᾶς, ἐπιστέλλει ἐν τῇ νῦν ἐπιστολῇ ὡς δεῖ ὑμᾶς διαδικάζεσθαι—πρὸς Καρδιανοὺς τοὺς κατοικοῦντας ἐν τῇ ὑμετέρᾳ—εἴ τι πρὸς αὐτοὺς διαφέρεσθε.
そして彼は、アゴラの外側の土地を横領しているだけでなく、アゴラの内側に住むカルディア人に対しても、今回の書簡で、もし彼らと何か争いがあるならば諸君が裁判で争うべきだと書き送っているのです――諸君の土地の中に居住しているカルディア人たちに対して!
§42διαφέρονται δὲ πρὸς ὑμᾶς, σκέψασθε εἰ περὶ μικροῦ.
彼らが諸君と争っているのが、些細なことについてであるかどうか、考えてみるがよいでしょう。
ἑαυτῶν φασι τὴν χώραν οὖσαν οἰκεῖν καὶ οὐχ ὑμετέραν, καὶ τὰ μὲν ὑμέτερα εἶναι ἐγκτήματα ὡς ἐν ἀλλοτρίᾳ, τὰ δὲ ἑαυτῶν κτήμαθʼ ὡς ἐν οἰκείᾳ, καὶ ταῦθʼ ὑμέτερον πολίτην γράψαι ἐν ψηφίσματι, Κάλλιππον Παιανιέα.
彼らは、その土地は自分たちのものであって諸君のものではないのにそこに住んでいるのだと主張し、諸君の所有物は他人の土地における借地物件にすぎず、自分たちの所有物は自国の土地における所有権であると主張しています。 そして、これを諸君の市民であるパイアニア区のカリッポスが決議案に書いたのだと言うのです。
§43καὶ τοῦτό γʼ ἀληθῆ λέγουσιν·
そして、この主張において彼らは真実を言っています。
ἔγραψε γάρ, καὶ ἐμοῦ γʼ αὐτὸν γραψαμένου παρανόμων γραφὴν ὑμεῖς ἀπεψηφίσασθε·
なぜなら、カリッポスは実際にそう書き、私が彼を違法提案で告発したとき、諸君は彼を無罪にしたからです。
τοιγάρτοι ἀμφισβητήσιμον ὑμῖν τὴν χώραν κατεσκεύακεν.
それゆえに、彼は諸君のためにその土地を係争中のものにしてしまったのです。
ὁπότε δὲ περὶ τούτου τολμήσετε πρὸς Καρδιανοὺς διαδικάζεσθαι, εἴθʼ ὑμετέρα ἐστὶν εἴτʼ ἐκείνων ἡ χώρα, διὰ τί οὐ καὶ πρὸς τοὺς ἄλλους Χερρονησίτας τὸ αὐτὸ δίκαιον ἔσται;
しかし、諸君がこの土地について、それが諸君のものか彼らのものかをカルディア人とあえて裁判で争うとするならば、なぜ他のヘルソネソス住民たちに対しても同じ法が適用されないことがありましょうか。
§44καὶ οὕτως ὑβριστικῶς ὑμῖν κέχρηται ὥστε φήσιν, ἂν μὴ θέλωσι διαδικάζεσθαι οἱ Καρδιανοί, αὐτὸς ἀναγκάσειν, ὡς ὑμῶν γʼ οὐκ ἂν δυναμένων οὐδὲν ἀναγκάσαι Καρδιανοὺς ὑμῖν ποιῆσαι·
また、彼は諸君をひどく侮辱的に扱っており、もしカルディア人が裁判を望まないならば、自らが強制すると言っています。 まるで諸君には、カルディア人に諸君のために何かをさせる強制力など全くないかのように。
ἐπειδὴ δʼ ὑμεῖς οὐ δύνασθε, αὐτός φησι τοῦτʼ ἀναγκάσειν αὐτοὺς ποιῆσαι.
諸君にはできないので、自分が彼らにそれを強制してやろうと言うのです。
ἆρʼ οὐ μεγάλα φαίνεται ὑμᾶς εὐεργετῶν;
これでも、彼が諸君に大いなる恩恵を施しているように見えるでしょうか。
§45καὶ ταύτην τὴν ἐπιστολήν τινες εὖ ἔφασαν γεγράφθαι, οἳ πολὺ ἂν δικαιότερον ὑφʼ ὑμῶν ἢ Φίλιππος μισοῖντο.
そして、この書簡がうまく書かれていると主張した人々がいますが、彼らこそ、フィリッポスよりもはるかに正当に、諸君によって憎まれるべき者たちです。
ἐκεῖνος μέν γʼ ἑαυτῷ κτώμενος δόξαν καὶ μεγάλʼ ἀγαθὰ ἅπαντα καθʼ ὑμῶν πράττει·
というのも、フィリッポスは自分のために名声と多大な利益を獲得しようとして、諸君に敵対するあらゆる行動をとっているのに対し、アテナイ人でありながら祖国ではなくフィリッポスに対して好意を示す者たち、彼ら悪党どもこそ、諸君の手によって無惨に滅ぼされて当然だからです。
ὅσοι δʼ Ἀθηναῖοι ὄντες μὴ τῇ πατρίδι, ἀλλὰ Φιλίππῳ εὔνοιαν ἐνδείκνυνται, προσήκει αὐτοὺς ὑφʼ ὑμῶν κακοὺς κακῶς ἀπολωλέναι, εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.
もし諸君が、脳味噌をこめかみの中に宿しており、踵の中で踏みつけられた状態になっていないのであれば。
§46ὑπόλοιπόν μοί ἐστιν ἔτι πρὸς ταύτην τὴν ἐπιστολὴν τὴν εὖ ἔχουσαν καὶ τοὺς λόγους τῶν πρέσβεων γράψαι τὴν ἀπόκρισιν, ἣν ἡγοῦμαι δικαίαν τʼ εἶναι καὶ συμφέρουσαν ὑμῖν.
この「出来栄えの良い」書簡、および使節たちの言葉に対して、いまだ私が起草すべき答弁書が残されています。 それは、諸君にとって正義にかない、かつ有益なものであると私は信じています。