§28κἀκεῖνοι μέν, ὡς ἔοικεν, οἱ πρότερον ἐν Ἀμφιπόλει οἰκοῦντες πρὶν Φίλιππον λαβεῖν, τὴν Ἀθηναίων χώραν εἶχον, ἐπειδὴ δὲ Φίλιππος αὐτὴν εἴληφεν, οὐ τὴν Ἀθηναίων χώραν ἀλλὰ τὴν ἑαυτοῦ ἔχει· οὐδʼ Ὄλυνθόν γε οὐδʼ Ἀπολλωνίαν οὐδὲ Παλλήνην, οὐκ ἀλλοτρίας ἀλλὰ τὰς ἑαυτοῦ χώρας κέκτηται.
而且,正如人们所见,在斐里普攻占安菲波利斯之前曾居住在那里的那些人,当时拥有的是雅典人的土地;但自从斐里普攻占了它之后,他拥有的就不是雅典人的土地,而是他自己的了;同样,他占有奥林索斯、阿波罗尼亚和帕莱内,也并非占有他人的土地,而是他自己的土地了。
§29ἆρʼ ὑμῖν δοκεῖ πεφυλαγμένως ἅπαντα πρὸς ὑμᾶς ἐπιστέλλειν, ὅπως ἂν φαίνηται καὶ λέγων καὶ πράττων ἃ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογεῖται δίκαια εἶναι, ἀλλʼ οὐ σφόδρα καταπεφρονηκέναι, ὃς τὴν χώραν, ἣν οἱ Ἕλληνες καὶ βασιλεὺς ὁ Περσῶν ἐψηφίσαντο καὶ ὡμολογήκασιν ὑμετέραν εἶναι, ταύτην φησὶν ἑαυτοῦ καὶ οὐχ ὑμετέραν εἶναι;
你们是否认为他极其谨慎地向你们写信说明一切,以便使自己在言行上都显得是在做万民公认为正义的事,还是认为他是在极度蔑视你们? 因为希腊人和波斯国王都投票赞成并合意属于你们的这片土地,他居然声称是属于他自己而非属于你们的。
§30περὶ δὲ τοῦ ἑτέρου ἐπανορθώματος, ὃ ὑμεῖς ἐν τῇ εἰρήνῃ ἐπανορθοῦσθε, τοὺς ἄλλους Ἕλληνας, ὅσοι μὴ κοινωνοῦσι τῆς εἰρήνης, ἐλευθέρους καὶ αὐτονόμους εἶναι, καὶ ἐάν τις ἐπʼ αὐτοὺς στρατεύῃ, βοηθεῖν τοὺς κοινωνοῦντας τῆς εἰρήνης, §31ἡγούμενοι καὶ δίκαιον τοῦτο καὶ φιλάνθρωπον, μὴ μόνον ἡμᾶς καὶ τοὺς συμμάχους τοὺς ἡμετέρους καὶ Φίλιππον καὶ τοὺς συμμάχους τοὺς ἐκείνου ἄγειν τὴν εἰρήνην, τοὺς δὲ μήθʼ ἡμετέρους ὄντας μήτε Φιλίππου συμμάχους ἐν μέσῳ κεῖσθαι καὶ ὑπὸ τῶν κρειττόνων ἀπόλλυσθαι, ἀλλὰ καὶ τούτοις διὰ τὴν ὑμετέραν εἰρήνην ὑπάρχειν σωτηρίαν, καὶ τῷ ὄντι εἰρήνην ἄγειν ἡμᾶς καταθεμένους τὰ ὅπλα,
至于你们在和平条约中所作的另一项修正,即:凡未参与和平条约的其他希腊人,均应享有自由与自治,且如果有人对他们进行征伐,参与和平条约的各方应予以援助;你们认为这是正义且人道的,这样不仅我们及我们的盟友、斐里普及他的盟友可以维持和平,而且那些既非我们的盟友也非斐里普盟友的人,不至于夹在中间并被强者毁灭,相反,通过你们的和平条约,他们也能获得安全保障,从而使我们在放下武器后,能够真正享有和平。
§32τοῦτο δὲ τὸ ἐπανόρθωμα ὁμολογῶν ἐν τῇ ἐπιστολῇ, ὡς ἀκούετε, δίκαιόν τʼ εἶναι καὶ δέχεσθαι, Φεραίων μὲν ἀφῄρηται τὴν πόλιν καὶ φρουρὰν ἐν τῇ ἀκροπόλει κατέστησεν, ἵνα δὴ αὐτόνομοι ὦσιν, ἐπὶ δʼ Ἀμβρακίαν στρατεύεται, τὰς δʼ ἐν Κασσωπίᾳ τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχετα καὶ Ἐλάτειαν, Ἠλείων ἀποικίας, κατακαύσας τὴν χώραν καὶ εἰς τὰς πόλεις βιασάμενος παρέδωκεν Ἀλεξάνδρῳ τῷ κηδεστῇ τῷ ἑαυτοῦ δουλεύειν.
然而,对于这项修正,正如你们所听到的,他虽在信中承认其合乎正义并予以接受,却夺去了费莱人的城市,并在卫城驻军——宣称是为了让他们自治;他又向安布拉基亚出兵,并烧毁了卡索皮亚的三座城市——潘多西亚、布切塔和埃拉泰亚(这些都是埃利斯人的殖民地),强行攻入城市后,将其交给他的义弟亚历山大役使。
σφόδρα γε βούλεται τοὺς Ἕλληνας ἐλευθέρους εἶναι καὶ αὐτονόμους, ὡς δηλοῖ τὰ ἔργα.
从他的所作所为可以清楚地看出,他真是无比渴望希腊人获得自由与自治啊!
§33περὶ δὲ τῶν ὑποσχέσεων ὧν ὑμῖν διατελεῖ ὑπισχνούμενος ὡς μεγάλα ὑμᾶς εὐεργετήσων, καταψεύδεσθαί μέ φησιν αὐτοῦ διαβάλλοντα πρὸς τοὺς Ἕλληνας· οὐδὲν γὰρ ὑμῖν πώποτέ φησιν ὑπεσχῆσθαι.
关于他一直向你们承诺要给你们带来巨大福祉的许诺,他声称我是在向希腊人中伤他、对他说谎;因为他说他从未对你们许下任何诺言。
οὕτως ἀναιδής ἐστιν ὁ ἐν ἐπιστολῇ γεγραφώς, ἥ ἐστι νῦν ἐν τῷ βουλευτηρίῳ, ὅσʼ ἐπιστομιεῖν ἡμᾶς, ἔφη, τοὺς αὐτῷ ἀντιλέγοντας, ἐὰν ἡ εἰρήνη γένηται, τοσαῦτα ὑμᾶς ἀγαθὰ ποιήσειν·
这个在信中写下那些话的人竟如此无耻——那封信现在还在议事会中——他在信中说,如果和平得以达成,他将给予你们如此多的好处,以至于能让我们这些反对他的人哑口无言。
ἃ γράφειν ἂν ἤδη, εἰ ᾔδει τὴν εἰρήνην ἐσομένην, δῆλον ὡς προκεχειρισμένων καὶ ἑτοίμων ὄντων τῶν ἀγαθῶν, ἃ ἐμέλλομεν πείσεσθαι τῆς εἰρήνης γενομένης.
如果他当时知道和平会实现,他现在显然早就把这些好处写下来了,因为我们在和平实现后将要得到的那些好处早已准备妥当、蓄势待发。
§34γενομένης δὲ τῆς εἰρήνης, ἃ μὲν ἡμεῖς ἐμέλλομεν ἀγαθὰ πείσεσθαι, ἐκποδών ἐστι, φθορὰ δὲ τῶν Ἑλλήνων τοσαύτη γέγονεν ὅσην ὑμεῖς ἴστε.
然而,和平一旦达成,我们本该得到的好处便不翼而飞,而希腊人所遭受的毁灭正如你们所知的那样惨重。
ὑμῖν δʼ ἐν τῇ νῦν ἐπιστολῇ ὑπισχνεῖται, ἐὰν τοῖς μὲν αὑτοῦ φίλοις καὶ ὑπὲρ αὐτοῦ λέγουσι πιστεύητε, ἡμᾶς δὲ τοὺς διαβάλλοντας αὐτὸν πρὸς ὑμᾶς τιμωρήσησθε, ὡς μεγάλα εὐεργετήσει.
然而,在现在的信中,他向你们承诺,如果你们信任他的朋友和那些为他说话的人,并惩罚我们这些向你们中伤他的人,他将给予你们巨大的恩惠。
§35τὰ μέντοι εὐεργετήματα τοιαῦτα ἔσται· οὔτε τὰ ὑμέτερα ὑμῖν ἀποδώσει (αὑτοῦ γάρ φησιν εἶναι), οὔτʼ ἐν τῇ οἰκουμένῃ αἱ δωρειαὶ ἔσονται, ἵνα μὴ διαβληθῇ πρὸς τοὺς Ἕλληνας, ἀλλʼ ἄλλη τις χώρα καὶ ἄλλος, ὡς ἔοικε, τόπος φανήσεται, οὗ ὑμῖν αἱ δωρειαὶ δοθήσονται.
然而,这些恩惠将是这样的:他既不会把属于你们的东西归还给你们(因为他声称那是他自己的),这些赠礼也不会存在于已知的世界中——免得他在希腊人中受到中伤;相反,正如人们所见,将会出现某个其他的土地和某个其他的地方,并在那里将这些赠礼赐予你们。
§36περὶ δʼ ὧν ἐν τῇ εἰρήνῃ εἴληφε χωρίων, ὑμῶν ἐχόντων, παρασπονδῶν καὶ λύων τὴν εἰρήνην, ἐπειδὴ οὐκ ἔχει ὅ τι εἴπῃ, ἀλλʼ ἀδικῶν φανερῶς ἐξελέγχεται, ἐπιτρέπειν φησὶ περὶ τούτων ἕτοιμος εἶναι ἴσῳ καὶ κοινῷ δικαστηρίῳ·
至于他在和平期间,在你们仍占有着这些地方的情况下,通过违背盟约、破坏和平所夺取的那些地方,由于他无话可说,且其不义行径已被昭然揭露,他便声称自己准备将这些问题提交给一个公正、中立的法庭。
περὶ ὧν μόνων οὐδὲν δεῖ ἐπιτροπῆς, ἀλλʼ ἀριθμὸς ἡμερῶν ἐστιν ὁ κρίνων.
然而,唯独对于这些地方,根本不需要进行任何仲裁,而只需要计算天数来作出判决。
ἅπαντες γὰρ ἴσμεν τίνι μηνὶ καὶ τίνι ἡμέρᾳ ἡ εἰρήνη ἐγένετο.
因为我们大家都知道和平是在哪个月、哪一天达成的。