§7ἂν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμεῖς ἐπὶ τῆς τοιαύτης ἐθελήσητε γενέσθαι γνώμης νῦν, ἐπειδήπερ οὐ πρότερον, καὶ ἕκαστος ὑμῶν, οὗ δεῖ καὶ δύναιτʼ ἂν παρασχεῖν αὑτὸν χρήσιμον τῇ πόλει, πᾶσαν ἀφεὶς τὴν εἰρωνείαν ἕτοιμος πράττειν ὑπάρξῃ, ὁ μὲν χρήματʼ ἔχων εἰσφέρειν, ὁ δʼ ἐν ἡλικίᾳ στρατεύεσθαι, — συνελόντι δʼ ἁπλῶς ἂν ὑμῶν αὐτῶν ἐθελήσητε γενέσθαι, καὶ παύσησθʼ αὐτὸς μὲν οὐδὲν ἕκαστος ποιήσειν ἐλπίζων, τὸν δὲ πλησίον πάνθʼ ὑπὲρ αὐτοῦ πράξειν, καὶ τὰ ὑμέτερʼ αὐτῶν κομιεῖσθʼ, ἂν θεὸς θέλῃ, καὶ τὰ κατερρᾳθυμημένα πάλιν ἀναλήψεσθε, κἀκεῖνον τιμωρήσεσθε.
アテナイの諸君、それゆえ諸君もまた、以前にはそうしなかったとしても、今こそそのような心構えに達しようと望み、諸君のそれぞれが、国に対して自ら役に立ちうる、またそうすべき持ち場において、あらゆる言い逃れを捨てて行動する用意を整えるならば――財産のある者は税を納め、兵役に適した年齢の者は従軍する――端的に言えば、もし諸君が自分自身の主人になろうと望み、各自が自分自身では何もしないでおきながら隣人が自分のためにすべてをやってくれると期待するのをやめるならば、神の望みとあれば、諸君は自らの財産を取り戻し、怠慢によって失われたものを再び回復し、あの男を懲らしめることになるでしょう。
§8μὴ γὰρ ὡς θεῷ νομίζετʼ ἐκείνῳ τὰ παρόντα πεπηγέναι πράγματʼ ἀθάνατα, ἀλλὰ καὶ μισεῖ τις ἐκεῖνον καὶ δέδιεν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φθονεῖ, καὶ τῶν πάνυ νῦν δοκούντων οἰκείως ἔχειν·
というのも、あの男にとって現在の状況が、まるで神に対するかのように、不滅のものとして固定されていると思ってはなりません。 アテナイの諸君、ある者は彼を憎み、ある者は恐れ、ある者は嫉妬しているのです。 今彼と極めて親しい間柄にあると見える人々の間でさえもです。
καὶ ἅπανθʼ ὅσα περ κἀν ἄλλοις τισὶν ἀνθρώποις ἔνι, ταῦτα κἀν τοῖς μετʼ ἐκείνου χρὴ νομίζειν ἐνεῖναι.
また、他の人々の間にあるあらゆる感情が、彼に付き従う人々の間にも存在すると考えねばなりません。
κατέπτηχε μέντοι πάντα ταῦτα νῦν, οὐκ ἔχοντʼ ἀποστροφὴν διὰ τὴν ὑμετέραν βραδυτῆτα καὶ ῥᾳθυμίαν·
しかし、これらすべては現在、諸君の遅さと怠慢のせいで逃げ場を失い、すくみ上がっているのです。
ἣν ἀποθέσθαι φημὶ δεῖν ἤδη.
私は、この怠慢を今すぐ捨てるべきだと言っているのです。
§9ὁρᾶτε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ πρᾶγμα, οἷ προελήλυθʼ ἀσελγείας ἅνθρωπος, ὃς οὐδʼ αἵρεσιν ὑμῖν δίδωσι τοῦ πράττειν ἢ ἄγειν ἡσυχίαν, ἀλλʼ ἀπειλεῖ καὶ λόγους ὑπερηφάνους, ὥς φασι, λέγει, καὶ οὐχ οἷός ἐστιν ἔχων ἃ κατέστραπται μένειν ἐπὶ τούτων, ἀλλʼ ἀεί τι προσπεριβάλλεται καὶ κύκλῳ πανταχῇ μέλλοντας ἡμᾶς καὶ καθημένους περιστοιχίζεται.
アテナイの諸君、事態がどこまで至っているか、あの男の横暴さがどれほど進んでいるかを見てとりなさい。 彼は諸君に、行動するか静観するかの選択肢さえ与えず、脅しをかけ、噂によれば傲慢な言葉を吐き、征服したものを保持してそこに留まることができず、常に何かを新しく手に入れようとし、躊躇して座している我々を四方八方から包囲網で取り囲んでいるのです。
§10πότʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πόθʼ ἃ χρὴ πράξετε;
アテナイの諸君、ではいつ、いつ諸君はなすべきことを実行するのですか。
ἐπειδὰν τί γένηται;
何が起きたときですか。
ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις ᾖ.
「ゼウスにかけて、何らかの切迫した事態が生じたときだ」とでも言うのですか。
νῦν δὲ τί χρὴ τὰ γιγνόμενʼ ἡγεῖσθαι;
しかし、現に起きていることをどう考えるべきでしょうか。
ἐγὼ μὲν γὰρ οἴομαι τοῖς ἐλευθέροις μεγίστην ἀνάγκην τὴν ὑπὲρ τῶν πραγμάτων αἰσχύνην εἶναι.
私は、自由な人々にとって、事態に対する恥辱こそが最大の切迫した事態であると考えます。
ἢ βούλεσθʼ, εἰπέ μοι, περιιόντες αὑτῶν πυνθάνεσθαι,
λέγεταί τι καινόν;
それとも、教えてください、あちこち歩き回って、互いにこう尋ね合いたいのですか。 「何か新しいニュースはあるかい? 」と。
γένοιτο γὰρ ἄν τι καινότερον ἢ Μακεδὼν ἀνὴρ Ἀθηναίους καταπολεμῶν καὶ τὰ τῶν Ἑλλήνων διοικῶν;
マケドニアの男がアテナイ人を打ち負かし、ギリシア人の諸事をと仕切っていること以上に、何か新しいことがあり得るでしょうか。
τέθνηκε Φίλιππος;
「フィリッポスは死んだのか?
οὐ μὰ Δίʼ, ἀλλʼ ἀσθενεῖ.
」「いや、ゼウスにかけて、死んではいないが病気だそうだ。
§11τί δʼ ὑμῖν διαφέρει;
」しかし、それが諸君にどんな違いをもたらすというのですか。
καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε, ἄνπερ οὕτω προσέχητε τοῖς πράγμασι τὸν νοῦν·
たとえこの男に何事かが起きても、諸君が国政に対して今のような関心の払い方をしているなら、すぐに別のフィリッポスを作り出すことになるでしょう。
οὐδὲ γὰρ οὗτος παρὰ τὴν αὑτοῦ ῥώμην τοσοῦτον ἐπηύξηται ὅσον παρὰ τὴν ἡμετέραν ἀμέλειαν.
なぜなら、この男も自分自身の力によってこれほど強大になったのではなく、我々の怠慢によってそうなったのだからです。
§12καίτοι καὶ τοῦτο·
さらに次のことも考えてください。
εἴ τι πάθοι καὶ τὰ τῆς τύχης ἡμῖν, ἥπερ ἀεὶ βέλτιον ἢ ἡμεῖς ἡμῶν αὐτῶν ἐπιμελούμεθα, καὶ τοῦτʼ ἐξεργάσαιτο, ἴσθʼ ὅτι πλησίον μὲν ὄντες, ἅπασιν ἂν τοῖς πράγμασιν τεταραγμένοις ἐπιστάντες ὅπως βούλεσθε διοικήσαισθε, ὡς δὲ νῦν ἔχετε, οὐδὲ διδόντων τῶν καιρῶν Ἀμφίπολιν δέξασθαι δύναισθʼ ἄν, ἀπηρτημένοι καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις.
もし彼に何事かが起こり、我々に対して常に我々自身よりもよく配慮してくれる運命がこのことをもたらしてくれたなら、次のことを知っておきなさい。 すなわち、諸君が近くの現場にいるならば、混乱したすべての事態に臨んで、望み通りに処理できるでしょうが、現在の諸君の状態では、好機がアムフィポリスを提供してくれたとしても、備えにおいても心構えにおいてもあまりに離れているため、それを受け取ることさえできないでしょう。
§13ὡς μὲν οὖν δεῖ τὰ προσήκοντα ποιεῖν ἐθέλοντας ὑπάρχειν ἅπαντας ἑτοίμως, ὡς ἐγνωκότων ὑμῶν καὶ πεπεισμένων, παύομαι λέγων·
そこで、諸君がすでに承知しており、確信しているものとして、全員がなすべきことを進んで行う用意ができていなければならないということについては、これ以上語るのをやめます。
τὸν δὲ τρόπον τῆς παρασκευῆς ἣν ἀπαλλάξαι ἂν τῶν τοιούτων πραγμάτων ὑμᾶς οἴομαι, καὶ τὸ πλῆθος ὅσον, καὶ πόρους οὕστινας χρημάτων, καὶ τἄλλʼ ὡς ἄν μοι βέλτιστα καὶ τάχιστα δοκεῖ παρασκευασθῆναι, καὶ δὴ πειράσομαι λέγειν, δεηθεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τοσοῦτον.
しかし、このような困難な事態から諸君を解放しうると私が考える備えの方法、その規模、どのような資金調達の道があるか、およびその他、どのようにすれば最も良くかつ最も迅速に準備が整うと私に思われるかについて、アテナイの諸君、諸君にこれだけのことだけをお願いした上で、今まさに説明を試みることにしましょう。
§14ἐπειδὰν ἅπαντʼ ἀκούσητε κρίνατε, μὴ πρότερον προλαμβάνετε·
すべてを聞き終えたときに判断を下しなさい。 それより前に予断を持ってはなりません。
μηδʼ ἂν ἐξ ἀρχῆς δοκῶ τινι καινὴν παρασκευὴν λέγειν, ἀναβάλλειν με τὰ πράγμαθʼ ἡγείσθω.
また、私が最初、新しい備えについて語っているように誰かに思われたとしても、私が事態を先延ばしにしていると考えないでください。
οὐ γὰρ οἱ
ταχὺ
καὶ
τήμερον
εἰπόντες μάλιστʼ εἰς δέον λέγουσιν (οὐ γὰρ ἂν τά γʼ ἤδη γεγενημένα τῇ νυνὶ βοηθείᾳ κωλῦσαι δυνηθεῖμεν),
なぜなら、「迅速に」とか「今日すぐに」と言う人々が、最も必要にかなった発言をしているわけではないからです(現に起きてしまったことを、今すぐの支援によって防ぐことなど我々にはできないでしょうから)。