§23τοσαύτην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, διὰ ταῦτα, ὅτι οὐκ ἔνι νῦν ἡμῖν πορίσασθαι δύναμιν τὴν ἐκείνῳ παραταξομένην, ἀλλὰ λῃστεύειν ἀνάγκη καὶ τούτῳ τῷ τρόπῳ τοῦ πολέμου χρῆσθαι τὴν πρώτην·
アテナイの諸君、このように兵力の規模をこれほどにするのは、次の理由からです。 すなわち、我々には今、彼と正面から対峙するだけの兵力を調達することはできず、掠奪を行い、まずはこの戦争の方法を用いることが不可欠だからです。
οὐ τοίνυν ὑπέρογκον αὐτήν (οὐ γὰρ ἔστι μισθὸς οὐδὲ τροφή), οὐδὲ παντελῶς ταπεινὴν εἶναι δεῖ.
したがって、この兵力を過大にすべきではなく(なぜなら給料も糧食もないから)、かと言って完全に取るに足らないものにすべきでもありません。
§24πολίτας δὲ παρεῖναι καὶ συμπλεῖν διὰ ταῦτα κελεύω, ὅτι καὶ πρότερόν ποτʼ ἀκούω ξενικὸν τρέφειν ἐν Κορίνθῳ τὴν πόλιν, οὗ Πολύστρατος ἡγεῖτο καὶ Ἰφικράτης καὶ Χαβρίας καὶ ἄλλοι τινές, καὶ αὐτοὺς ὑμᾶς συστρατεύεσθαι·
また、市民が居合わせてともに航海すべきだと私が要求するのは、次の理由からです。 すなわち、かつて我が城邦がコリントスで、ポリュストラトス、イフィクラテス、カブリアス、その他何人かが指揮する傭兵部隊を維持しており、諸君自身もともに従軍したと聞いているからです。
καὶ οἶδʼ ἀκούων ὅτι Λακεδαιμονίους παραταττόμενοι μεθʼ ὑμῶν ἐνίκων οὗτοι οἱ ξένοι καὶ ὑμεῖς μετʼ ἐκείνων.
そして、これらの傭兵たちが諸君とともに、また諸君が彼らとともに陣を敷いてスパルタ人に勝利したと、聞いて知っているからです。
ἐξ οὗ δʼ αὐτὰ καθʼ αὑτὰ τὰ ξενικὰ ὑμῖν στρατεύεται, τοὺς φίλους νικᾷ καὶ τοὺς συμμάχους, οἱ δʼ ἐχθροὶ μείζους τοῦ δέοντος γεγόνασιν.
しかし、傭兵部隊が単独で諸君のために遠征するようになってからは、彼らは友邦や同盟国を破り、敵は必要以上に強大になってしまいました。
καὶ παρακύψαντʼ ἐπὶ τὸν τῆς πόλεως πόλεμον, πρὸς Ἀρτάβαζον καὶ πανταχοῖ μᾶλλον οἴχεται πλέοντα, ὁ δὲ στρατηγὸς ἀκολουθεῖ, εἰκότως·
そして、彼らは我が城邦の戦争を少し覗き見ただけで、アルタバゾスのもとへ、あるいはむしろどこへでも去って航海していき、将軍はその後を追うのです。 当然のことです。
οὐ γὰρ ἔστιν ἄρχειν μὴ διδόντα μισθόν.
給料を払わずに指揮することなどできないのですから。
§25τί οὖν κελεύω;
では、私は何を要求するのでしょうか。
τὰς προφάσεις ἀφελεῖν καὶ τοῦ στρατηγοῦ καὶ τῶν στρατιωτῶν, μισθὸν πορίσαντας καὶ στρατιώτας οἰκείους ὥσπερ ἐπόπτας τῶν στρατηγουμένων παρακαταστήσαντας·
将軍からも兵士からも口実を取り除くことです。 そのためには、給料を調達し、将軍たちの行動のいわば監督官として市民である兵士をそばに配置することです。
ἐπεὶ νῦν γε γέλως ἔσθʼ ὡς χρώμεθα τοῖς πράγμασιν.
なぜなら、現在の我々の事柄の扱われ方は笑い草だからです。
εἰ γὰρ ἔροιτό τις ὑμᾶς,
εἰρήνην ἄγετʼ, ὦ ἄνδρες Ἀθηναῖοι;
もし誰かが諸君に「アテナイの諸君、諸君は平和を保っているのですか」と尋ねたなら、諸君は「とんでもない、我々は平和を保っているのではない。
μὰ Δίʼ οὐχ ἡμεῖς γʼ,
εἴποιτʼ ἄν,
ἀλλὰ Φιλίππῳ πολεμοῦμεν.
フィリッポスと戦争をしているのだ」と言うでしょうから。
§26οὐκ ἐχειροτονεῖτε δʼ ἐξ ὑμῶν αὐτῶν δέκα ταξιάρχους καὶ στρατηγοὺς καὶ φυλάρχους καὶ ἱππάρχους δύο;
諸君は自らの中から10人の歩兵隊長、将軍、騎兵隊長、そして2人の騎兵長官を選出しているではありませんか。
τί οὖν οὗτοι ποιοῦσιν;
では、彼らは何をしているのでしょう。
πλὴν ἑνὸς ἀνδρός, ὃν ἂν ἐκπέμψητʼ ἐπὶ τὸν πόλεμον, οἱ λοιποὶ τὰς πομπὰς πέμπουσιν ὑμῖν μετὰ τῶν ἱεροποιῶν·
戦争に派遣される一人の者を除いて、残りの者たちは神事執行官とともに行列を送り出しているのです。
ὥσπερ γὰρ οἱ πλάττοντες τοὺς πηλίνους, εἰς τὴν ἀγορὰν χειροτονεῖτε τοὺς ταξιάρχους καὶ τοὺς φυλάρχους, οὐκ ἐπὶ τὸν πόλεμον.
あたかも粘土細工を作る者のように、諸君は歩兵隊長や騎兵隊長を市場のために選出しているのであって、戦争のために選出しているのではありません。
§27οὐ γὰρ ἐχρῆν, ὦ ἄνδρες Ἀθηναῖοι, ταξιάρχους παρʼ ὑμῶν, ἵππαρχον παρʼ ὑμῶν, ἄρχοντας οἰκείους εἶναι, ἵνʼ ἦν ὡς ἀληθῶς τῆς πόλεως ἡ δύναμις;
アテナイの諸君、我が城邦の軍隊が真にふさわしいものとなるために、諸君自身の中から歩兵隊長を、諸君の中から騎兵長官を、つまり自前の指揮官を出すべきだったのではないでしょうか。
ἀλλʼ εἰς μὲν Λῆμνον τὸν παρʼ ὑμῶν ἵππαρχον δεῖ πλεῖν, τῶν δʼ ὑπὲρ τῶν τῆς πόλεως κτημάτων ἀγωνιζομένων Μενέλαον ἱππαρχεῖν.
しかし、諸君から選出された騎兵長官はレムノス島へと航行せねばならず、我が城邦の領土のために戦っている者たちに対しては、メネラオスが騎兵を率いているのです。
καὶ οὐ τὸν ἄνδρα μεμφόμενος ταῦτα λέγω, ἀλλʼ ὑφʼ ὑμῶν ἔδει κεχειροτονημένον εἶναι τοῦτον, ὅστις ἂν ᾖ.
私はその人物を非難してこのように言っているのではありません。 そうではなく、それが誰であれ、その指揮官は諸君によって選出されているべきだったと言っているのです。
§28ἴσως δὲ ταῦτα μὲν ὀρθῶς ἡγεῖσθε λέγεσθαι, τὸ δὲ τῶν χρημάτων, πόσα καὶ πόθεν ἔσται, μάλιστα ποθεῖτʼ ἀκοῦσαι.
おそらく、これらのことは正しく語られていると諸君は考えるでしょうが、資金のこと、すなわち、どれほどの額が、どこから得られるのかを最も聞きたがっていることでしょう。
τοῦτο δὴ καὶ περαίνω.
これについても私は説明を完了させます。
χρήματα τοίνυν·
さて、資金についてです。
ἔστι μὲν ἡ τροφή, σιτηρέσιον μόνον, τῇ δυνάμει ταύτῃ τάλαντʼ ἐνενήκοντα καὶ μικρόν τι πρός, δέκα μὲν ναυσὶ ταχείαις τετταράκοντα τάλαντα, εἴκοσιν εἰς τὴν ναῦν μναῖ τοῦ μηνὸς ἑκάστου, στρατιώταις δὲ δισχιλίοις τοσαῦθʼ ἕτερα, ἵνα δέκα τοῦ μηνὸς ὁ στρατιώτης δραχμὰς σιτηρέσιον λαμβάνῃ, τοῖς δʼ ἱππεῦσι διακοσίοις οὖσιν, ἐὰν τριάκοντα δραχμὰς ἕκαστος λαμβάνῃ τοῦ μηνός, δώδεκα τάλαντα.
この軍隊のための糧食、すなわち食糧手当のみであれば、90タラントンと、それに少し付け加えた額になります。 まず快速船10隻に対して40タラントン。 これは、各船につき毎月20ムナイです。 また兵士2000人に対して、同額。 これは兵士一人が毎月10ドラクメの食糧手当を受け取るためです。 そして、200人の騎兵に対して、もし各自が毎月30ドラクメを受け取るなら、12タラントンになります。
§29εἰ δέ τις οἴεται μικρὰν ἀφορμὴν εἶναι, σιτηρέσιον τοῖς στρατευομένοις ὑπάρχειν, οὐκ ὀρθῶς ἔγνωκεν·
もし、出征する者たちに食糧手当だけが用意されるのは、不十分な元手であると思う者がいるなら、その考えは正しくありません。
ἐγὼ γὰρ οἶδα σαφῶς ὅτι, τοῦτʼ ἂν γένηται, προσποριεῖ τὰ λοιπὰ αὐτὸ τὸ στράτευμʼ ἀπὸ τοῦ πολέμου, οὐδένα τῶν Ἑλλήνων ἀδικοῦν οὐδὲ τῶν συμμάχων, ὥστʼ ἔχειν μισθὸν ἐντελῆ.
私ははっきりと知っているからです。 もしこれが実現するなら、軍自体が戦争から残りの不足分を調達し、ギリシア人の誰をも、同盟国の誰をも害することなく、完全な給与を手にするようになるでしょう。
ἐγὼ συμπλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος, ἐὰν μὴ ταῦθʼ οὕτως ἔχῃ.
もしこの通りにならなければ、私は自発的に彼らとともに航海し、いかなる処罰をも受ける用意があります。
πόθεν οὖν ὁ πόρος τῶν χρημάτων, ἃ παρʼ ὑμῶν κελεύω γενέσθαι;
では、私が諸君から用意するよう要求している資金の財源はどこから得られるのでしょうか。
τοῦτʼ ἤδη λέξω.
今からそれを述べましょう。
§30ΠΟΡΟΥ ΑΠΟΔΕΙΞΙΣ.
ἃ μὲν ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, δεδυνήμεθʼ εὑρεῖν ταῦτʼ ἐστίν·
財源の提示。 アテナイの諸君、我々が見いだすことのできた財源はこれらです。
ἐπειδὰν δʼ ἐπιχειροτονῆτε τὰς γνώμας, ἂν ὑμῖν ἀρέσκῃ, χειροτονήσετε, ἵνα μὴ μόνον ἐν τοῖς ψηφίσμασι καὶ ταῖς ἐπιστολαῖς πολεμῆτε Φιλίππῳ, ἀλλὰ καὶ τοῖς ἔργοις.
諸君が諸提案について採決するとき、もし諸君の意にかなうなら可決して選んでください。 それは、諸君がただ民会決議や書簡の中だけでフィリッポスと戦うのではなく、実際の行動によっても戦うようにするためです。