Humanitext Reader

狄摩西尼 · 第一反腓力辞 §31-36

冬营地选择与常备军备制度化之必要

第 5 段,共 7 段 · 希腊语

内容简介

德摩斯梯尼根据腓力的季节性作战策略,阐明了常备军及冬营地的必要性。他指出,与祭典筹备的井然有序相比,雅典军事行动的延误主要是由于缺乏法律规范和系统化组织。

§31δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἰ τὸν τόπον, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς χώρας, πρὸς ἣν πολεμεῖτε, ἐνθυμηθείητε, καὶ λογίσαισθʼ ὅτι τοῖς πνεύμασιν καὶ ταῖς ὥραις τοῦ ἔτους τὰ πολλὰ προλαμβάνων διαπράττεται Φίλιππος, καὶ φυλάξας τοὺς ἐτησίας ἢ τὸν χειμῶνʼ ἐπιχειρεῖ, ἡνίκʼ ἂν ἡμεῖς μὴ δυναίμεθʼ ἐκεῖσʼ ἀφικέσθαι.
雅典的公民们,在我看来,如果你们能考虑到你们所交战的那个地区的位置,并考虑到腓力大多是通过抢先利用风向和一年的季节来成就其事业的——他会等候季风或冬季,在我们无法到达那里的时候发动进攻——那么你们对战争和整个准备工作的审议将会好得多。
§32δεῖ τοίνυν ταῦτʼ ἐνθυμουμένους μὴ βοηθείαις πολεμεῖν (ὑστεριοῦμεν γὰρ ἁπάντων), ἀλλὰ παρασκευῇ συνεχεῖ καὶ δυνάμει.
因此,考虑到这些,我们绝不能用临时增援的方式来作战(因为我们会在一切事情上都迟到),而必须用持续的准备和兵力。
ὑπάρχει δʼ ὑμῖν χειμαδίῳ μὲν χρῆσθαι τῇ δυνάμει Λήμνῳ καὶ Θάσῳ καὶ Σκιάθῳ καὶ ταῖς ἐν τούτῳ τῷ τόπῳ νήσοις, ἐν αἷς καὶ λιμένες καὶ σῖτος καὶ ἃ χρὴ στρατεύματι πάνθʼ ὑπάρχει·
你们可以让这支军队利用利姆诺斯、萨索斯、斯基亚托斯以及该地区的其他岛屿作为冬营地,在这些地方,港口、粮食以及军队所需的一切都一应俱全。
τὴν δʼ ὥραν τοῦ ἔτους, ὅτε καὶ πρὸς τῇ γῇ γενέσθαι ῥᾴδιον καὶ τὸ τῶν πνευμάτων ἀσφαλές, πρὸς αὐτῇ τῇ χώρᾳ καὶ πρὸς τοῖς τῶν ἐμπορίων στόμασιν ῥᾳδίως ἔσται.
而在一年中易于接近陆地且风向安全的季节,这支军队将很容易部署在敌国领土的近旁和各贸易港口的入口处。
§33ἃ μὲν οὖν χρήσεται καὶ πότε τῇ δυνάμει, παρὰ τὸν καιρὸν ὁ τούτων κύριος καταστὰς ὑφʼ ὑμῶν βουλεύσεται·
至于如何以及何时使用这支军队,将由你们任命的指挥官根据时机来审议决定。
ἃ δʼ ὑπάρξαι δεῖ παρʼ ὑμῶν, ταῦτʼ ἐστὶν ἁγὼ γέγραφα.
但你们这边必须提供的是我所写下的这些。
ἂν ταῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πορίσητε, τὰ χρήματα πρῶτον ἃ λέγω, εἶτα καὶ τἄλλα παρασκευάσαντες, τοὺς στρατιώτας, τὰς τριήρεις, τοὺς ἱππέας, ἐντελῆ πᾶσαν τὴν δύναμιν νόμῳ κατακλείσητʼ ἐπὶ τῷ πολέμῳ μένειν, τῶν μὲν χρημάτων αὐτοὶ ταμίαι καὶ πορισταὶ γιγνόμενοι, τῶν δὲ πράξεων παρὰ τοῦ στρατηγοῦ τὸν λόγον ζητοῦντες, παύσεσθʼ ἀεὶ περὶ τῶν αὐτῶν βουλευόμενοι καὶ πλέον οὐδὲν ποιοῦντες, §34καὶ ἔτι πρὸς τούτῳ πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μέγιστον τῶν ἐκείνου πόρων ἀφαιρήσεσθε.
雅典的公民们,如果你们首先筹集到我所说的资金,然后准备好其他部分——士兵、三段桨船、骑兵,用法律强制整支军队留在战场上,由你们自己充当资金的监管者和筹措者,并要求将军对他的行动做出解释,那么你们就不会再总是就同样的事情进行审议而毫无进展了,而且除此之外,首先,雅典的公民们,你们将剥夺他最大的财源。
ἔστι δʼ οὗτος τίς;
这财源是什么?
ἀπὸ τῶν ὑμετέρων ὑμῖν πολεμεῖ συμμάχων, ἄγων καὶ φέρων τοὺς πλέοντας τὴν θάλατταν.
他正是利用你们盟友的资源来与你们作战,掠夺那些在海上航行的人。
ἔπειτα τί πρὸς τούτῳ;
其次,除此之外还有什么?
τοῦ πάσχειν αὐτοὶ κακῶς ἔξω γενήσεσθε, οὐχ ὥσπερ τὸν παρελθόντα χρόνον εἰς Λῆμνον καὶ Ἴμβρον ἐμβαλὼν αἰχμαλώτους πολίτας ὑμετέρους ᾤχετʼ ἔχων, πρὸς τῷ Γεραιστῷ τὰ πλοῖα συλλαβὼν ἀμύθητα χρήματʼ ἐξέλεξε, τὰ τελευταῖʼ εἰς Μαραθῶνʼ ἀπέβη καὶ τὴν ἱερὰν ἀπὸ τῆς χώρας ᾤχετʼ ἔχων τριήρη, ὑμεῖς δʼ οὔτε ταῦτα δύνασθε κωλύειν οὔτʼ εἰς τοὺς χρόνους, οὓς ἂν προθῆσθε, βοηθεῖν.
你们自己将免受伤害,而不会像过去那样——当时他入侵利姆诺斯和伊姆布罗斯,虏走你们的公民,在格莱斯托斯附近劫持船只并搜刮了无数财富,最后甚至在马拉松登陆,夺走了我们领土上的圣船,而你们既无法阻止这些,也无法在自己预定的时间前去救援。
§35καίτοι τί δήποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζετε τὴν μὲν τῶν Παναθηναίων ἑορτὴν καὶ τὴν τῶν Διονυσίων ἀεὶ τοῦ καθήκοντος χρόνου γίγνεσθαι, ἄν τε δεινοὶ λάχωσιν ἄν τʼ ἰδιῶται οἱ τούτων ἑκατέρων ἐπιμελούμενοι, εἰς ἃ τοσαῦτʼ ἀναλίσκεται χρήματα, ὅσʼ οὐδʼ εἰς ἕνα τῶν ἀποστόλων, καὶ τοσοῦτον ὄχλον καὶ παρασκευὴν ὅσην οὐκ οἶδʼ εἴ τι τῶν ἁπάντων ἔχει, τοὺς δʼ ἀποστόλους πάντας ὑμῖν ὑστερίζειν τῶν καιρῶν, τὸν εἰς Μεθώνην, τὸν εἰς Παγασάς, τὸν εἰς Ποτείδαιαν;
然而,雅典的公民们,你们认为究竟为什么,泛雅典娜节和酒神节的庆典总是在规定的时间举行(无论抽签决定来管理这两项活动的是行家还是外行),其耗资之巨连一次军事远征也比不上,且拥有任何其他活动都无法企及的庞大人员和筹备,而你们所有的远征却都错失良机——去往梅索内、去往帕加塞、去往波提狄亚的远征都是如此?
§36ὅτι ἐκεῖνα μὲν ἅπαντα νόμῳ τέτακται, καὶ πρόοιδεν ἕκαστος ὑμῶν ἐκ πολλοῦ τίς χορηγὸς ἢ γυμνασίαρχος τῆς φυλῆς, πότε καὶ παρὰ τοῦ καὶ τί λαβόντα τί δεῖ ποιεῖν, οὐδὲν ἀνεξέταστον οὐδʼ ἀόριστον ἐν τούτοις ἠμέληται·
因为那些庆典全部依法作了规定,你们每个人都早早知道谁是自己部落的合唱赞助人或体育竞技监督,何时、从谁那里、接受什么以及应当做什么。
ἐν δὲ τοῖς περὶ τοῦ πολέμου καὶ τῇ τούτου παρασκευῇ ἄτακτα, ἀδιόρθωτα, ἀόρισθʼ ἅπαντα.
在这些事务中,没有任何未经核查、未经确定而被疏忽的事情。 然而,在有关战争和战争准备的事务中,一切都是无秩序的、未修正的、未确定的。
τοιγαροῦν ἅμʼ ἀκηκόαμέν τι καὶ τριηράρχους καθίσταμεν καὶ τούτοις ἀντιδόσεις ποιούμεθα καὶ περὶ χρημάτων πόρου σκοποῦμεν, καὶ μετὰ ταῦτʼ ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε καὶ τοὺς χωρὶς οἰκοῦντας,
因此,我们一听到什么消息,就立刻指派三段桨船船长,并与他们进行财产交换,考虑资金来源,此后才决定让在留外邦人和独立生活的奴隶登船,

词汇与语法注释

  1. 31δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἰ ... ἐνθυμηθείητε — δοκεῖτε... βουλεύσασθαι ἄν 使用了人称句式,代替了无人称句式 δοκεῖ μοι(我似乎觉得诸君……)。带 ἄν 的不定式 βουλεύσασθαι ἄν 与条件从句中的过去希求法(εἰ... ἐνθυμηθείητε)呼应,表示对未来可能性的虚拟推测。
  2. 32τὴν δʼ ὥραν τοῦ ἔτους, ὅτε καὶ πρὸς τῇ γῇ γενέσθαι ῥᾴδιον καὶ τὸ τῶν πνευμάτων ἀσφαλές, πρὸς αὐτῇ τῇ χώρᾳ καὶ πρὸς τοῖς τῶν ἐμπορίων στόμασιν ῥᾳδίως ἔσται. — 对格短语 τὴν δʼ ὥραν τοῦ ἔτους 在此充当时间对格,由关系副词从句 ὅτε 修饰。该句省略了主语和动词,需要从前文补入“兵力(ἡ δύναμις)将(ἔσται)”来理解。
  3. 33ἃ μὲν οὖν χρήσεται καὶ πότε τῇ δυνάμει — 关系代词 ἃ 与动词 χρήσεται 连用,充当副词性对格(表示“如何、在何种程度上”),其主语是后文提到的由雅典人任命的指挥官(ὁ τούτων κύριος)。
  4. 34τοῦ πάσχειν αὐτοὶ κακῶς ἔξω γενήσεσθε — 冠式性不定式属格 τοῦ πάσχειν 受介词/副词 ἔξω 支配,表示分离(“免于受害”)。强调代词 αὐτοὶ 起到强调主语的作用(“你们自己”)。
  5. 35εἰς ἃ τοσαῦτʼ ἀναλίσκεται χρήματα, ὅσʼ οὐδʼ εἰς ἕνα τῶν ἀποστόλων — 在此关系从句中,ὅσʼ(即 ὅσα)与主句中的 τοσαῦτα 呼应。短语 οὐδʼ εἰς ἕνα(甚至连一个远征都不及)表达了强烈的否定和对比,说明节日预算超过了任何单次军事远征的开支。

引用这一段

狄摩西尼, 第一反腓力辞 §31-36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg004.humanitext-grc2:31-36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。