§23καίτοι σκέψασθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἅ τις ἂν κεφάλαιʼ εἰπεῖν ἔχοι τῶν τʼ ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφʼ ὑμῶν.
けれども、アテナイの皆さん、先祖の時代の業績とあなたがたの時代の業績のうち、人が要点として語りうるであろう事柄を検討してみてください。
ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν ὁ λόγος·
あなたがたへの話は短く、よく知られたものとなるでしょう。
οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμένοις παραδείγμασιν, ἀλλʼ οἰκείοις, ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γενέσθαι.
というのも、アテナイの皆さん、あなたがたは他所の人のものではなく、自分自身の幸福な先例を用いることによって、幸福になることができるからです。
§24ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζονθʼ οἱ λέγοντες οὐδʼ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τετταράκοντʼ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω δʼ ἢ μύρια τάλαντʼ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, ὑπήκουε δʼ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαιʼ αὐτοὶ στρατευόμενοι, μόνοι δʼ ἀνθρώπων κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον.
さて、当時の人々は、語り手たちがへつらうこともなく、現在の彼らがあなたがたを愛するように彼らを愛することもなかったのですが、同意したギリシア人たちを四十五年間にわたって支配し、一万タラントン以上の財宝をアクロポリスに積み上げ、この地を領有する王は、野蛮人がギリシア人に従うのが当然であるように彼らに服従していました。 また彼らは自ら出征して、陸戦でも海戦でも多くの美事な戦勝記念碑を打ち立て、人類の中で唯一、嫉妬に打ち勝つ、業績にふさわしい名声を後世に残したのです。
§25ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι·
ギリシア人に対する事柄においては確かに彼らはこのようでした。
ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθʼ ὁποῖοι, ἔν τε τοῖς κοινοῖς κἀν τοῖς ἰδίοις.
しかし、この市内における事柄において、公私の双方で彼らがどのようであったかを見てみなさい。
δημοσίᾳ μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοιαῦτα καὶ τοσαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι·
公的には、神殿やその中の奉納品といった、これほど素晴らしくかつ多数の建造物を私たちに用意したため、後世の誰にもこれを超える余地が残されていないほどです。
ἰδίᾳ δʼ οὕτω σώφρονες ἦσαν καὶ σφόδρʼ ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, §26ὥστε τὴν Ἀριστείδου καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρʼ οἶδεν ὑμῶν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν·
私的には、彼らは非常に節度があり、国制の精神に極めて忠実に留まっていたので、その結果、あなたがたのうち誰かがあのアリステイデスやミルティアデス、あるいは当時の名だたる人々の邸宅がどのようなものであるかを知っているとすれば、それが隣人の家よりも何ら立派ではないことを見るでしょう。
οὐ γὰρ εἰς περιουσίαν ἐπράττετʼ αὐτοῖς τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν αὔξειν ἕκαστος ᾤετο δεῖν.
彼らにとって国政は自己の蓄財のために行われたのではなく、一人一人が公共の富を増やすべきだと考えていたからです。
ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δʼ ἐν αὑτοῖς ἴσως διοικεῖν μεγάλην εἰκότως ἐκτήσαντʼ εὐδαιμονίαν.
そして、ギリシアの事柄を忠実に、神々に対する事柄を敬虔に、自分たちの間の事柄を公平に管理したことから、当然のことながら大きな繁栄を獲得したのです。
§27τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματʼ ἐκείνοις, χρωμένοις οἷς εἶπον προστάταις·
当時は、私が述べたような指導者たちを擁していた彼らにとって、事態はこのようになっていました。
νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματʼ ἔχει;
しかし、今やこれら親切な指導者たちのもとで、私たちの事態はどのようになっていますか。
ἆρά γʼ ὁμοίως ἢ παραπλησίως;
果たして同じようでしょうか、あるいは似通っているでしょうか。
οἷς —τὰ μὲν ἄλλα σιωπῶ, πόλλʼ ἂν ἔχων εἰπεῖν, ἀλλʼ ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δʼ ἀσχόλων ὄντων, τῶν δʼ ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ἡμῖν ἀντιτάξασθαι, ἐξὸν δʼ ἡμῖν καὶ τὰ ἡμέτερʼ αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν,
彼らのもとで――他のことは黙っておきましょう、多くを語ることはできますが、しかしあなたがたが皆見ているように、これほどの好機を手に入れているのにもかかわらず。
§28ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δʼ ἢ χίλια καὶ πεντακόσια τάλαντʼ ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δʼ ἐφʼ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν.
スパルタ人が没落し、テーバイ人が忙殺され、他の誰も覇権をめぐって私たちに立ち向かうに足る実力を持たず、私たちが自分たちの領土を安全に保持し、他者の権利を公正に裁定することが許されているのに、私たちは自国の領土を奪われ、一千五百タラントン以上を不必要なことに費やし、戦争中に入手した同盟国を、平和なときにこれら指導者が失い、私たち自身に対するこれほど強大な敵を育て上げてしまいました。
ἢ φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν ἢ παρʼ ἡμῶν αὐτῶν Φίλιππος.
あるいは、誰か登壇して私に教えてほしい、フィリッポスが私たち自身以外の一体どこから強大になったというのかを。
§29ἀλλʼ, ὦ τᾶν, εἰ ταῦτα φαύλως, τά γʼ ἐν αὐτῇ τῇ πόλει νῦν ἄμεινον ἔχει.
「だが、君、それらのことが悪くとも、まさにこの市内の事柄は今、より良くなっているではないか。
καὶ τί ἂν εἰπεῖν τις ἔχοι;
」すると、人は何を語ることができるでしょうか。
τὰς ἐπάλξεις ἃς κονιῶμεν, καὶ τὰς ὁδοὺς ἃς ἐπισκευάζομεν, καὶ κρήνας, καὶ λήρους;
私たちが漆喰を塗っている胸壁や、修繕している道路や、泉や、そんなたわ言ですか。
ἀποβλέψατε δὴ πρὸς τοὺς ταῦτα πολιτευομένους, ὧν οἱ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν, οἱ δʼ ἐξ ἀδόξων ἔντιμοι, ἔνιοι δὲ τὰς ἰδίας οἰκίας τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας εἰσὶ κατεσκευασμένοι, ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονεν, τοσούτῳ τὰ τούτων ηὔξηται.
これらの政策を行っている者たちに目を向けなさい。 彼らのうち、ある者は貧民から富豪になり、ある者は無名から名士になり、ある者は個人の邸宅を公共の建物よりも立派に建てています。 国家の事柄が衰退した分だけ、彼らの私有財産は増大しているのです。
§30τί δὴ τὸ πάντων αἴτιον τούτων, καὶ τί δή ποθʼ ἅπαντʼ εἶχε καλῶς τότε, καὶ νῦν οὐκ ὀρθῶς;
一体これらすべての原因は何であり、なぜ当時はすべてが良好で、現在は正しくないのでしょうか。
ὅτι τότε μὲν πράττειν καὶ στρατεύεσθαι τολμῶν αὐτὸς ὁ δῆμος δεσπότης τῶν πολιτευομένων ἦν καὶ κύριος αὐτὸς ἁπάντων τῶν ἀγαθῶν, καὶ ἀγαπητὸν ἦν παρὰ τοῦ δήμου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινος μεταλαβεῖν·
それは、当時はみずから行動し出征する勇気を持っていた民衆自身が、政治家たちの主人であり、すべての便益の支配者であったからです。 そして、他の個々の人々にとっては、民衆から名誉や官職や何らかの恩恵を分け与えられることが、ありがたいことであったからです。