Humanitext Reader

狄摩西尼 · 第三奥林匹亚演说 §23-30

祖先辉煌功业与现代领袖的腐败

第 4 段,共 5 段 · 希腊语

内容简介

作者将祖先时代的辉煌成就和高度的公共精神,与当前腐败领袖治理下国力衰退及追求私利的现状进行对比,强调曾经民众自己才是国家的主权者。

§23καίτοι σκέψασθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἅ τις ἂν κεφάλαιʼ εἰπεῖν ἔχοι τῶν τʼ ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφʼ ὑμῶν.
然而,雅典的公民们,请考虑一下,人们在谈到你们祖先时代的业迹和你们自己时代的业迹时,可以总结出哪些要点。
ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν ὁ λόγος· οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμένοις παραδείγμασιν, ἀλλʼ οἰκείοις, ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γενέσθαι.
这个故事将是简短且为你们所熟知的;因为,雅典的公民们,你们无需采用外来的先例,而只需使用你们自己人幸福的先例,便能获得幸福。
§24ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζονθʼ οἱ λέγοντες οὐδʼ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τετταράκοντʼ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω δʼ ἢ μύρια τάλαντʼ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, ὑπήκουε δʼ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαιʼ αὐτοὶ στρατευόμενοι, μόνοι δʼ ἀνθρώπων κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον.
那么,那时候的人们——当时的演说家既不讨好他们,也不像这些人现在爱你们那样溺爱他们——在希腊人自愿的情况下统治了四十五年,并将一万多塔兰托的财宝送上雅典卫城;统治这片土地的国王也顺从他们,正如野蛮人顺从希腊人那般理所当然;他们自己亲身出征,在陆战和海战中都立下了许多优美壮丽的战胜纪念碑,并在人类中唯一留下了战胜了嫉妒、与其伟业相称的声誉。
§25ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι· ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθʼ ὁποῖοι, ἔν τε τοῖς κοινοῖς κἀν τοῖς ἰδίοις.
在对待希腊人的事务上,他们确实是这样的;但请看看他们在城邦内部的公私事务中又是如何。
δημοσίᾳ μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοιαῦτα καὶ τοσαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι· ἰδίᾳ δʼ οὕτω σώφρονες ἦσαν καὶ σφόδρʼ ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, §26ὥστε τὴν Ἀριστείδου καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρʼ οἶδεν ὑμῶν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν· οὐ γὰρ εἰς περιουσίαν ἐπράττετʼ αὐτοῖς τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν αὔξειν ἕκαστος ᾤετο δεῖν.
在公共事务方面,他们为我们建造了神庙以及其中陈列的祭品等如此壮丽、数量如此众多的建筑和美景,以至于给后世子孙没有留下任何超越的余地;而在私人生活方面,他们是如此克己,且极力保持在城邦宪政的传统精神之中,以至于如果你们中有人知道阿里斯提德、米尔提亚德或当时显赫人物的住宅是怎样的,就会发现它绝不比邻居的房屋更为奢华;因为他们管理国政并不是为了积攒私人财产,而是每个人都认为应当增加公共财富。
ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δʼ ἐν αὑτοῖς ἴσως διοικεῖν μεγάλην εἰκότως ἐκτήσαντʼ εὐδαιμονίαν.
通过对希腊事务的忠诚管理、对神明事务的虔敬对待以及对内部事务的公正处理,他们理所当然地获得了巨大的繁荣。
§27τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματʼ ἐκείνοις, χρωμένοις οἷς εἶπον προστάταις· νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματʼ ἔχει;
当时,在那些我所提到的领袖指引下,他们的国家事务正是处于这种状态;但现在,在这些我们“尊贵的”领袖治理下,我们的事务又如何呢?
ἆρά γʼ ὁμοίως ἢ παραπλησίως;
难道也是相同或相似的吗?
οἷς —τὰ μὲν ἄλλα σιωπῶ, πόλλʼ ἂν ἔχων εἰπεῖν, ἀλλʼ ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δʼ ἀσχόλων ὄντων, τῶν δʼ ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ἡμῖν ἀντιτάξασθαι, ἐξὸν δʼ ἡμῖν καὶ τὰ ἡμέτερʼ αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν, §28ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δʼ ἢ χίλια καὶ πεντακόσια τάλαντʼ ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δʼ ἐφʼ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν.
在他们手里——别的事我就保持沉默了,尽管我有很多话可说,但在大家都看到的竞争对手全然缺失的情况下,拉刻代蒙人已经没落,底比斯人无暇他顾,而其他任何城邦都无力与我们争夺霸权,明明我们有能力安全地保有自己的财产,并去裁决他人的公正权益,我们却被剥夺了自己的领土,将一千五百多个塔兰托浪费在毫无用处的地方,我们在战争中赢得的盟友,这些人在和平时期给弄丢了,我们甚至亲手为自己培养了如此强大的敌人。
ἢ φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν ἢ παρʼ ἡμῶν αὐτῶν Φίλιππος.
或者,让谁上台来告诉我,腓力除了从我们自己这里获得力量,还能从什么别的源头变得如此强大?
§29ἀλλʼ, ὦ τᾶν, εἰ ταῦτα φαύλως, τά γʼ ἐν αὐτῇ τῇ πόλει νῦν ἄμεινον ἔχει.
“但是,亲爱的先生,如果这些外部事情糟糕,至少城邦内部的事务现在要好得多。
καὶ τί ἂν εἰπεῖν τις ἔχοι;
”那人们能指望提些什么呢?
τὰς ἐπάλξεις ἃς κονιῶμεν, καὶ τὰς ὁδοὺς ἃς ἐπισκευάζομεν, καὶ κρήνας, καὶ λήρους;
难道是我们涂抹石灰的女儿墙、修补的道路、喷泉以及诸如此类的废话吗?
ἀποβλέψατε δὴ πρὸς τοὺς ταῦτα πολιτευομένους, ὧν οἱ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν, οἱ δʼ ἐξ ἀδόξων ἔντιμοι, ἔνιοι δὲ τὰς ἰδίας οἰκίας τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας εἰσὶ κατεσκευασμένοι, ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονεν, τοσούτῳ τὰ τούτων ηὔξηται.
请看看那些推行这些政策的人吧,他们中有些人由穷光蛋变成了富翁,有些人由默默无闻变成了显贵,有些人建造了比公共建筑更为宏伟的私人住宅;国家事务衰落了多少,他们的私人财产就增长了多少。
§30τί δὴ τὸ πάντων αἴτιον τούτων, καὶ τί δή ποθʼ ἅπαντʼ εἶχε καλῶς τότε, καὶ νῦν οὐκ ὀρθῶς;
那么,这一切的原因到底是什么,为什么当时一切顺遂,而现在却不正常?
ὅτι τότε μὲν πράττειν καὶ στρατεύεσθαι τολμῶν αὐτὸς ὁ δῆμος δεσπότης τῶν πολιτευομένων ἦν καὶ κύριος αὐτὸς ἁπάντων τῶν ἀγαθῶν, καὶ ἀγαπητὸν ἦν παρὰ τοῦ δήμου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινος μεταλαβεῖν·
因为当时敢于行动、亲自出征的民众自己就是政治家的主人,自己主宰着所有的福祉,其他每个人都以能从民众那里分得一份荣誉、官职或某种好处为幸。

词汇与语法注释

  1. 23οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμένοις παραδείγμασιν, ἀλλʼ οἰκείοις — 分词 χρωμένοις 为与格,与 ὑμῖν(与无人称动词 ἔξεστι 连用的利益或所属与格)保持一致。它作状语,表示方式或手段(“通过使用……”)。表语形容词 εὐδαίμοσιν 同样以与格与 ὑμῖν 一致。
  2. 24οἷς οὐκ ἐχαρίζονθʼ οἱ λέγοντες οὐδʼ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν — 关系代词 οἷς 为与格,指代 ἐκεῖνοι,受动词 ἐχαρίζοντο(“讨好、施恩于”,要求与格)支配。由于紧随其后的动词 ἐφίλουν 支配宾格,因此显式补出了人称代词 αὐτού斯(αὐτούς) 来代表宾格中的同一指代对象。
  3. 27οἷς —τὰ μὲν ἄλλα σιωπῶ... — 关系代词 οἷς(与格,指代“这些尊贵的领袖”)由于中间插入了长篇的让步性说明(从 ἀλλ' ὅσης... 一直到 §28),导致了句法中断(破格,anacoluthon)。在语义上,它与 §28 中的剥夺或损失动词相联系,表现了对这些政治家激烈的控诉。
  4. 29ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονεν, τοσούτῳ τὰ τούτων ηὔξηται — 使用表示程度差异与格的关联结构(ὅσῳ... τοσούτῳ...)来表达比例关系。字面意思是:“国家事务减少了多少,这些人的财产就增加了多少。”

引用这一段

狄摩西尼, 第三奥林匹亚演说 §23-30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg003.humanitext-grc2:23-30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。