§17οἱ μὲν οὖν πολλοὶ Μακεδόνων πῶς ἔχουσι Φιλίππῳ, ἐκ τούτων ἄν τις σκέψαιτʼ οὐ χαλεπῶς·
したがって、マケドニア人の大多数がフィリッポスに対してどのような思いを抱いているかは、これらのことから容易に察しがつくでしょう。
οἱ δὲ δὴ περὶ αὐτὸν ὄντες ξένοι καὶ πεζέταιροι δόξαν μὲν ἔχουσιν ὡς εἰσὶ θαυμαστοὶ καὶ συγκεκροτημένοι τὰ τοῦ πολέμου, ὡς δʼ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶν βελτίους.
一方、彼の周囲にいる傭兵や歩兵護衛隊は、戦争において驚異的で鍛え抜かれた者たちであるという評判を得ていますが、まさにその地に滞在したことのある、決して嘘をつくような人ではない人物から私が聞いたところによれば、彼らは誰よりも優れているわけではないとのことです。
§18εἰ μὲν γάρ τις ἀνήρ ἐστιν ἐν αὐτοῖς οἷος ἔμπειρος πολέμου καὶ ἀγώνων, τούτους μὲν φιλοτιμίᾳ πάντας ἀπωθεῖν αὐτὸν ἔφη, βουλόμενον πάνθʼ αὑτοῦ δοκεῖν εἶναι τἄργα (πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τὴν φιλοτιμίαν ἀνυπέρβλητον εἶναι)·
というのも、もし彼らの中に戦争や戦闘の経験豊かな人物がいれば、彼はそのすべてを名誉欲から退けてしまうと、その人は語っていました。 すべての業績を自分自身のものであると思わせたいがためです(というのも、彼は他の点に加えて、その名誉欲もまた並外れているからです)。
εἰ δέ τις σώφρων ἢ δίκαιος ἄλλως, τὴν καθʼ ἡμέραν ἀκρασίαν τοῦ βίου καὶ μέθην καὶ κορδακισμοὺς οὐ δυνάμενος φέρειν, παρεῶσθαι καὶ ἐν οὐδενὸς εἶναι μέρει τὸν τοιοῦτον.
また、もし誰かが節度をわきまえ、あるいは他の点で義にかなった人物であり、日々の不摂生な生活や泥酔、そしてあだっぽい踊りに耐えかねるようであれば、そのような者は退けられ、何の役にも立たないものとして扱われるというのです。
§19λοιποὺς δὴ περὶ αὐτὸν εἶναι λῃστὰς καὶ κόλακας καὶ τοιούτους ἀνθρώπους οἵους μεθυσθέντας ὀρχεῖσθαι τοιαῦθʼ οἷʼ ἐγὼ νῦν ὀκνῶ πρὸς ὑμᾶς ὀνομάσαι.
それゆえ、彼の周囲に残っているのは強盗や阿諛追従の徒、あるいは酔うと私が今あなた方に名指すのをためらうような不謹慎な踊りを踊るような者たちばかりです。
δῆλον δʼ ὅτι ταῦτʼ ἐστὶν ἀληθῆ·
そして、これらのことが真実であることは明らかです。
καὶ γὰρ οὓς ἐνθένδε πάντες ἀπήλαυνον ὡς πολὺ τῶν θαυματοποιῶν ἀσελγεστέρους ὄντας, Καλλίαν ἐκεῖνον τὸν δημόσιον καὶ τοιούτους ἀνθρώπους, μίμους γελοίων καὶ ποιητὰς αἰσχρῶν ᾀσμάτων, ὧν εἰς τοὺς συνόντας ποιοῦσιν εἵνεκα τοῦ γελασθῆναι, τούτους ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει.
というのも、かつてこの地から、見世物師たちよりもはるかに不品行であるとして万人が追い出したような者たち、あの公的な奴隷であったカリアスやその同類、滑稽な物真似師や下劣な歌の作り手、同行者たちを笑わせるために歌を作るような者たちを、彼は愛し、身近に置いているからです。
§20καίτοι ταῦτα, καὶ εἰ μικρά τις ἡγεῖται, μεγάλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δείγματα τῆς ἐκείνου γνώμης καὶ κακοδαιμονίας ἐστὶ τοῖς εὖ φρονοῦσιν.
もっとも、これらについて、もし誰かが些細なこととみなすとしても、分別のある人々にとっては、彼の精神と不運を示す大きな兆候なのです。
ἀλλʼ, οἶμαι, νῦν μὲν ἐπισκοτεῖ τούτοις τὸ κατορθοῦν·
しかし、思うに、現在は成功していることがこれらの醜態を覆い隠しています。
αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι τὰ τοιαῦτʼ ὀνείδη·
好況は、その種の不名誉を巧みに隠蔽するからです。
εἰ δέ τι πταίσει, τότʼ ἀκριβῶς αὐτοῦ ταῦτʼ ἐξετασθήσεται.
しかし、もし何らかのつまずきがあれば、そのときこそ彼のこれらの実態が正確に検証されるでしょう。
δοκεῖ δʼ ἔμοιγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δείξειν οὐκ εἰς μακράν, ἂν οἵ τε θεοὶ θέλωσι καὶ ὑμεῖς βούλησθε.
アテナイの皆さん、もし神々が望まれ、あなた方が望むなら、それは遠からず示されることになると私は思います。
§21ὥσπερ γὰρ ἐν τοῖς σώμασιν, τέως μὲν ἂν ἐρρωμένος ᾖ τις, οὐδὲν ἐπαισθάνεται, ἐπὰν δʼ ἀρρώστημά τι συμβῇ, πάντα κινεῖται, κἂν ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν ὑπαρχόντων σαθρὸν ᾖ, οὕτω καὶ τῶν πόλεων καὶ τῶν τυράννων, ἕως μὲν ἂν ἔξω πολεμῶσιν, ἀφανῆ τὰ κακὰ τοῖς πολλοῖς ἐστιν, ἐπειδὰν δʼ ὅμορος πόλεμος συμπλακῇ, πάντʼ ἐποίησεν ἔκδηλα.
というのも、肉体においては、健康である間は何も感じられませんが、いざ病にかかると、骨折であれ、捻挫であれ、その他体内の不健全な部分がすべて痛みだすのと同様に、国家や参主の場合も、外征を行っている間は、その弊害は大多数の人々には見えませんが、隣接する戦争が勃発したときには、すべてが露呈するからです。
§22εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦνθʼ ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου λογισμῷ χρῆται·
アテナイの皆さん、もしあなた方のうちに、フィリッポスの幸運を見て、彼を恐るべき対戦相手とみなす人がいるなら、それは分別のある人間の考え方です。
μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον ἡ τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα·
なぜなら、人間のあらゆる営みにおいて、幸運は大きな影響力を持ち、むしろすべてを支配するからです。
οὐ μὴν ἀλλʼ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην, ἐθελόντων ἃ προσήκει ποιεῖν ὑμῶν αὐτῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου·
そうではありますが、もし誰かが私に選択権をくれるならば、私は我が国の幸運を選びます。 ただし、あなた方自身が進んでなすべきことを少しずつでも行うという条件においてです。
πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ ʼκείνῳ.
フィリッポスの幸運よりも、我々の方に、神々の好意を惹きつけるための根拠がはるかに多く存在していると私は見ているからです。
§23ἀλλʼ, οἶμαι, καθήμεθʼ οὐδὲν ποιοῦντες·
しかし、思うに、我々は何もせずに座り込んでいます。
οὐκ ἔνι δʼ αὐτὸν ἀργοῦντʼ οὐδὲ τοῖς φίλοις ἐπιτάττειν ὑπὲρ αὑτοῦ τι ποιεῖν, μή τί γε δὴ τοῖς θεοῖς.
何もしない者が、友人に自分のために何かをなすよう命じることなどできませんし、ましてや神々に対しては言うまでもありません。
οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος καὶ πονῶν ἐκεῖνος αὐτὸς καὶ παρὼν ἐφʼ ἅπασι καὶ μήτε καιρὸν μήθʼ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων καὶ πυνθανομένων περιγίγνεται.
それゆえ、彼自身が自ら従軍し、労を惜しまず、あらゆる場所に立ち会い、好機も季節も逃さないのに対して、我々が躊躇し、決議し、情報を詮索しているばかりであれば、彼が勝利を収めるのは決して不思議なことではありません。
οὐδὲ θαυμάζω τοῦτʼ ἐγώ·
私はこれを不思議だとは思いません。
τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν τοῖς πολεμοῦσι προσήκει τοῦ πάντα ποιοῦντος περιῆμεν.
なぜなら、戦争をする者にふさわしいことを我々が何一つ行わない中で、あらゆることを行っている彼に勝利しているとすれば、それこそが不思議なことだからです。
§24ἀλλʼ ἐκεῖνο θαυμάζω, εἰ Λακεδαιμονίοις μέν ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων ἀντήρατε, καὶ πόλλʼ ἰδίᾳ πλεονεκτῆσαι πολλάκις ὑμῖν ἐξὸν οὐκ ἠθελήσατε, ἀλλʼ ἵνʼ οἱ ἄλλοι τύχωσι τῶν δικαίων, τὰ ὑμέτερʼ αὐτῶν ἀνηλίσκετʼ εἰσφέροντες καὶ προυκινδυνεύετε στρατευόμενοι, νυνὶ δʼ ὀκνεῖτʼ ἐξιέναι καὶ μέλλετʼ εἰσφέρειν ὑπὲρ τῶν ὑμετέρων αὐτῶν κτημάτων, καὶ τοὺς μὲν ἄλλους σεσώκατε πολλάκις πάντας καὶ καθʼ ἕνʼ αὐτῶν ἐν μέρει, τὰ δʼ ὑμέτερʼ αὐτῶν ἀπολωλεκότες κάθησθε.
しかし、私が不思議に思うのは次のことです。 アテナイの皆さん、かつてあなた方はギリシア人の正当な権利のためにラケダイモン人に対抗して立ち上がり、個人の利益をむさぼる機会が何度もあったにもかかわらずそれを望まず、むしろ他者が権利を得られるように、みずからの財産を拠出して費やし、従軍して進んで危険に身をさらしたというのに、今やあなた方は自らの領土のために出征することを躊躇し、軍資金を拠出することを引き延ばしていることです。 また、他者については何度も、全員を、あるいは個別に従に救ってきたというのに、あなた方自身のものを失いながら座視していることです。