← デモステネス

第二弁論 オリュントス情勢 第二演説

§17-24

フィリッポスの宮廷の実態とアテナイの無為

デモステネスは、一時的な成功によって隠されているフィリッポスの宮廷の内実(不品行な取り巻きや不満を抱く臣民)を暴き、その脆弱性を指摘します。そして、能動的に動くフィリッポスに対して無為に座視するアテナイ人の現状を批判し、かつてギリシア全体の自由のために戦った祖先の勇気を取り戻すよう訴えます。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§17

οἱ μὲν οὖν πολλοὶ Μακεδόνων πῶς ἔχουσι Φιλίππῳ, ἐκ τούτων ἄν τις σκέψαιτʼ οὐ χαλεπῶς· οἱ δὲ δὴ περὶ αὐτὸν ὄντες ξένοι καὶ πεζέταιροι δόξαν μὲν ἔχουσιν ὡς εἰσὶ θαυμαστοὶ καὶ συγκεκροτημένοι τὰ τοῦ πολέμου, ὡς δʼ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶν βελτίους.

したがって、マケドニア人の大多数がフィリッポスに対してどのような思いを抱いているかは、これらのことから容易に察しがつくでしょう。一方、彼の周囲にいる傭兵や歩兵護衛隊は、戦争において驚異的で鍛え抜かれた者たちであるという評判を得ていますが、まさにその地に滞在したことのある、決して嘘をつくような人ではない人物から私が聞いたところによれば、彼らは誰よりも優れているということはないとのことです。

§18

εἰ μὲν γάρ τις ἀνήρ ἐστιν ἐν αὐτοῖς οἷος ἔμπειρος πολέμου καὶ ἀγώνων, τούτους μὲν φιλοτιμίᾳ πάντας ἀπωθεῖν αὐτὸν ἔφη, βουλόμενον1 πάνθʼ αὑτοῦ δοκεῖν εἶναι τἄργα (πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τὴν φιλοτιμίαν ἀνυπέρβλητον εἶναι)· εἰ δέ τις σώφρων ἢ δίκαιος ἄλλως, τὴν καθʼ ἡμέραν ἀκρασίαν τοῦ βίου καὶ μέθην καὶ κορδακισμοὺς οὐ δυνάμενος φέρειν, παρεῶσθαι καὶ ἐν οὐδενὸς εἶναι μέρει τὸν τοιοῦτον.

というのも、もし彼らの中に戦争や戦闘の経験豊かな人物がいれば、彼はそのすべてを名誉欲から退けてしまうと、その人は語っていました。すべての業績を自分自身のものであると思わせたいがためです(というのも、彼は他の点に加えて、その名誉欲もまた並外れているからです)。また、もし誰かが節度をわきまえ、あるいは他の点で義にかなった人物であり、日々の不摂生な生活や泥酔、そしてあだっぽい踊りに耐えかねるようであれば、そのような者は退けられ、何の役にも立たないものとして扱われるというのです。

§19

λοιποὺς δὴ περὶ αὐτὸν εἶναι λῃστὰς καὶ κόλακας καὶ τοιούτους ἀνθρώπους οἵους μεθυσθέντας ὀρχεῖσθαι τοιαῦθʼ οἷʼ ἐγὼ νῦν ὀκνῶ πρὸς ὑμᾶς ὀνομάσαι. δῆλον δʼ ὅτι ταῦτʼ ἐστὶν ἀληθῆ· καὶ γὰρ οὓς ἐνθένδε πάντες ἀπήλαυνον ὡς πολὺ τῶν θαυματοποιῶν ἀσελγεστέρους ὄντας, Καλλίαν ἐκεῖνον τὸν δημόσιον καὶ τοιούτους ἀνθρώπους, μίμους γελοίων καὶ ποιητὰς αἰσχρῶν ᾀσμάτων, ὧν2 εἰς τοὺς συνόντας ποιοῦσιν εἵνεκα τοῦ γελασθῆναι, τούτους ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει.

それゆえ、彼の周囲に残っているのは強盗や阿諛追従の徒、あるいは酔うと私が今あなた方に名指すのをためらうような不謹慎な踊りを踊るような者たちばかりです。そして、これらのことが真実であることは明らかです。というのも、かつてこの地から、見世物師たちよりもはるかに不品行であるとして万人が追い出したような者たち、あの公的な奴隷であったカリアスやその同類、滑稽な物真似師や下劣な歌の作り手、笑いものにするために仲間を当てこすって歌を作るような者たちを、彼は愛し、身近に置いているからです。

§20

καίτοι ταῦτα, καὶ εἰ μικρά τις ἡγεῖται, μεγάλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δείγματα τῆς ἐκείνου γνώμης καὶ κακοδαιμονίας ἐστὶ τοῖς εὖ φρονοῦσιν. ἀλλʼ, οἶμαι, νῦν μὲν ἐπισκοτεῖ τούτοις τὸ κατορθοῦν· αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι τὰ τοιαῦτʼ ὀνείδη· εἰ δέ τι πταίσει, τότʼ ἀκριβῶς αὐτοῦ ταῦτʼ ἐξετασθήσεται. δοκεῖ δʼ ἔμοιγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δείξειν οὐκ εἰς μακράν, ἂν οἵ τε θεοὶ θέλωσι καὶ ὑμεῖς βούλησθε.

もっとも、これらについて、もし誰かが些細なこととみなすとしても、分別のある人々にとっては、彼の精神と不運を示す大きな兆候なのです。しかし、思うに、現在は成功していることがこれらの醜態を覆い隠しています。好況は、その種の不名誉を巧みに隠蔽するからです。しかし、もし何らかのつまずきがあれば、そのときこそ彼のこれらの実態が正確に検証されるでしょう。アテナイの皆さん、もし神々が望まれ、あなた方が望むなら、それは遠からず示されることになると私は思います。

§21

ὥσπερ γὰρ ἐν τοῖς σώμασιν, τέως μὲν ἂν ἐρρωμένος ᾖ τις, οὐδὲν ἐπαισθάνεται, ἐπὰν δʼ ἀρρώστημά τι συμβῇ, πάντα κινεῖται, κἂν ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν ὑπαρχόντων σαθρὸν ᾖ, οὕτω καὶ τῶν πόλεων καὶ τῶν τυράννων, ἕως μὲν ἂν ἔξω πολεμῶσιν, ἀφανῆ τὰ κακὰ τοῖς πολλοῖς ἐστιν, ἐπειδὰν δʼ ὅμορος πόλεμος συμπλακῇ, πάντʼ ἐποίησεν ἔκδηλα.

というのも、肉体においては、健康である間は何も感じられませんが、いざ病にかかると、骨折であれ、捻挫であれ、その他体内の不健全な部分がすべて痛みだすのと同様に、国家や僭主の場合も、外征を行っている間は、その弊害は大多数の人々には見えませんが、隣接する戦争が勃発したときには、すべてが露呈するからです。

§22

εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦνθʼ ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου λογισμῷ χρῆται· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον ἡ τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα· οὐ μὴν ἀλλʼ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην, ἐθελόντων ἃ προσήκει ποιεῖν ὑμῶν αὐτῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου· πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ ʼκείνῳ.

アテナイの皆さん、もしあなた方のうちに、フィリッポスの幸運を見て、彼を恐るべき対戦相手とみなす人がいるなら、それは分別のある人間の考え方です。なぜなら、人間のあらゆる営みにおいて、幸運は大きな影響力を持ち、むしろすべてを支配するからです。そうではありますが、もし誰かが私に選択権をくれるならば、私は我が国の幸運を選びます。ただし、あなた方自身が進んでなすべきことを少しずつでも行うという条件においてです。フィリッポスの幸運よりも、あなた方のうちに、神々の好意を惹きつけるための根拠がはるかに多く存在していると私は見ているからです。

§23

ἀλλʼ, οἶμαι, καθήμεθʼ οὐδὲν ποιοῦντες· οὐκ ἔνι δʼ αὐτὸν ἀργοῦντʼ3 οὐδὲ τοῖς φίλοις ἐπιτάττειν ὑπὲρ αὑτοῦ τι ποιεῖν, μή τί γε δὴ τοῖς θεοῖς. οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος καὶ πονῶν ἐκεῖνος αὐτὸς καὶ παρὼν ἐφʼ ἅπασι καὶ μήτε καιρὸν μήθʼ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων καὶ πυνθανομένων περιγίγνεται. οὐδὲ θαυμάζω τοῦτʼ ἐγώ· τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν τοῖς πολεμοῦσι προσήκει τοῦ πάντα ποιοῦντος περιῆμεν.

しかし、思うに、我々は何もせずに座り込んでいます。何もしない者が、友人に自分のために何かをなすよう命じることなどできませんし、ましてや神々に対しては言うまでもありません。それゆえ、彼自身が自ら従軍し、労を惜しまず、あらゆる場所に立ち会い、好機も季節も逃さないのに対して、我々が躊躇し、決議し、情報を詮索しているばかりであれば、彼が勝利を収めるのは決して不思議なことではありません。私はこれを不思議だとは思いません。なぜなら、戦争をする者にふさわしいことを我々が何一つ行わない中で、あらゆることを行っている彼に勝利しているとすれば、それこそが不思議なことだからです。

§24

ἀλλʼ ἐκεῖνο θαυμάζω, εἰ Λακεδαιμονίοις μέν ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων ἀντήρατε, καὶ πόλλʼ ἰδίᾳ πλεονεκτῆσαι πολλάκις ὑμῖν ἐξὸν οὐκ ἠθελήσατε, ἀλλʼ ἵνʼ οἱ ἄλλοι τύχωσι τῶν δικαίων, τὰ ὑμέτερʼ αὐτῶν ἀνηλίσκετʼ εἰσφέροντες καὶ προυκινδυνεύετε στρατευόμενοι, νυνὶ δʼ ὀκνεῖτʼ ἐξιέναι καὶ μέλλετʼ εἰσφέρειν ὑπὲρ τῶν ὑμετέρων αὐτῶν κτημάτων, καὶ τοὺς μὲν ἄλλους σεσώκατε πολλάκις πάντας καὶ καθʼ ἕνʼ αὐτῶν ἐν μέρει, τὰ δʼ ὑμέτερʼ αὐτῶν ἀπολωλεκότες κάθησθε.

しかし、私が不思議に思うのは次のことです。アテナイの皆さん、かつてあなた方はギリシア人の正当な権利のためにラケダイモン人に対抗して立ち上がり、個人の利益をむさぼる機会が何度もあったにもかかわらずそれを望まず、むしろ他者が権利を得られるように、みずからの財産を拠出して費やし、従軍して進んで危険に身をさらしたというのに、今やあなた方は自らの領土のために出征することを躊躇し、軍資金を拠出することを引き延ばしていることです。また、他者については何度も、全員を、あるいは個別に順番に救ってきたというのに、あなた方自身のものを失いながら座視していることです。

構文注3 件
  1. 18βουλόμενον

    分詞 βουλόμενον(対格・単数・男性)は、間接話法における不定詞 ἀπωθεῖν の意味上の主語である αὐτόν(フィリッポスを指す)に一致しています。伝聞の語り手(主節の動詞 ἔφη の主語)とは異なるため、主格ではなく対格となっています。

  2. 19ὧν

    関係代名詞の格変化が、本来の構文上の役割(他動詞 ποιοῦσιν の直接目的語としての対格 ἅ)から、先行詞 αἰσχρῶν ᾀσμάτων の属格に引きずられて属格になっている「関係詞の格の同化(assimilation)」の例です。

  3. 23αὐτὸν ἀργοῦντʼ

    非人称表現 οὐκ ἔνι(= οὐκ ἔνεστι, 「〜することはできない」)に続く対格不定詞構文において、αὐτὸν ἀργοῦντα(怠けている人自身)は不定詞 ἐπιτάττειν(命じること)の意味上の主語です。「何もしない怠惰な者が(人に)命令することは不可能である」という意味になります。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 3 件
  • 2026-09-21 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0014.tlg002.humanitext-grc2:17-24