§22ταῦτα γὰρ ἄπιστα μὲν ἦν δήπου φύσει καὶ ἀεὶ πᾶσιν ἀνθρώποις, κομιδῇ δʼ, ὥσπερ ἦν, καὶ ἔστι νῦν τούτῳ.
実にこれらは、当然ながら本質的に、そして常にすべての人々にとって信用ならないものであるが、まさにその通りであったように、今や彼にとっても全く同様なのである。
καὶ γὰρ Παγασὰς ἀπαιτεῖν αὐτόν εἰσιν ἐψηφισμένοι, καὶ Μαγνησίαν κεκωλύκασι τειχίζειν.
なぜなら彼らは、パガサイを彼に返還することを要求する議決を行っており、マグネシアの要塞化をも阻止したからである。
ἤκουον δʼ ἔγωγέ τινων, ὡς οὐδὲ τοὺς λιμένας καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαι·
また私はある人々から聞いたが、彼らはもはや港や市場を彼に利用させるために与えるつもりもないという。
τὰ γὰρ κοινὰ τὰ Θετταλῶν ἀπὸ τούτων δέοι διοικεῖν, οὐ Φίλιππον λαμβάνειν.
テッサリアの共同財政はこれらから運営されるべきであり、フィリッポスが受け取るべきではないというのだ。
εἰ δὲ τούτων ἀποστερήσεται τῶν χρημάτων, εἰς στενὸν κομιδῇ τὰ τῆς τροφῆς τοῖς ξένοις αὐτῷ καταστήσεται.
もし彼がこれらの資金を奪われるならば、彼の傭兵たちのための糧食の維持は、全く窮地に追い込まれるであろう。
§23ἀλλὰ μὴν τόν γε Παίονα καὶ τὸν Ἰλλυριὸν καὶ ἁπλῶς τούτους ἅπαντας ἡγεῖσθαι χρὴ αὐτονόμους ἥδιον ἂν καὶ ἐλευθέρους ἢ δούλους εἶναι·
さらにまた、パイオニア人やイリュリア人、また端的にこれらの民族すべては、奴隷であるよりも、自律的で自由であることを好むと考えるべきである。
καὶ γὰρ ἀήθεις τοῦ κατακούειν τινός εἰσι, καὶ ἅνθρωπος ὑβριστής, ὥς φασιν.
なぜなら彼らは誰かに従うことに慣れておらず、あの男は、人々の言うところによれば、傲慢極まりないからである。
καὶ μὰ Δίʼ οὐδὲν ἄπιστον ἴσως·
そしてゼウスにかけて、それはおそらく全く不自然なことではない。
τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται·
なぜなら、分不相応に成功することは、愚者たちにとって誤った考えを持つきっかけとなるからである。
διόπερ πολλάκις δοκεῖ τὸ φυλάξαι τἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερον εἶναι.
それゆえ、手に入れた幸運を守ることは、それを手に入れることよりも難しいと、しばしば思われるのである。
§24δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἀκαιρίαν τὴν ἐκείνου καιρὸν ὑμέτερον νομίσαντας ἑτοίμως συνάρασθαι τὰ πράγματα, καὶ πρεσβευομένους ἐφʼ ἃ δεῖ καὶ στρατευομένους αὐτοὺς καὶ παροξύνοντας τοὺς ἄλλους ἅπαντας, λογιζομένους, εἰ Φίλιππος λάβοι καθʼ ἡμῶν τοιοῦτον καιρὸν καὶ πόλεμος γένοιτο πρὸς τῇ χώρᾳ, πῶς ἂν αὐτὸν οἴεσθʼ ἑτοίμως ἐφʼ ὑμᾶς ἐλθεῖν;
それゆえ、アテナイの諸君、諸君は彼の不都合を自分たちの好機とみなして、ただちに事態に協力すべきである。 必要なところへ使節を送り、自らも出征し、他のすべての人々を鼓舞しながら、次のように考えるべきである。 もしフィリッポスが我々に対してこのような好機を捉え、我々の国土の境界で戦争が起こったとしたら、彼がどれほど速やかに諸君に対して攻め寄せてくると思うか。
εἶτʼ οὐκ αἰσχύνεσθε, εἰ μηδʼ ἃ πάθοιτʼ ἄν, εἰ δύναιτʼ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;
そうであるのに、もし彼に可能であれば諸君が被るであろうことさえ、それを(逆に彼に対して)行う好機がありながら、実行する勇気を持たないとするならば、諸君は恥ずかしくないのか。
§25ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μηδὲ τοῦθʼ ὑμᾶς λανθανέτω, ὅτι νῦν αἵρεσίς ἐστιν ὑμῖν πότερʼ ὑμᾶς ἐκεῖ χρὴ πολεμεῖν ἢ παρʼ ὑμῖν ἐκεῖνον.
さらに、アテナイの諸君、次のことも忘れないでほしい。 すなわち、今や諸君には、諸君があちらで戦うべきか、それとも彼がこちらで戦うべきか、という選択肢があるのだということを。
ἐὰν μὲν γὰρ ἀντέχῃ τὰ τῶν Ὀλυνθίων, ὑμεῖς ἐκεῖ πολεμήσετε καὶ τὴν ἐκείνου κακῶς ποιήσετε, τὴν ὑπάρχουσαν καὶ τὴν οἰκείαν ταύτην ἀδεῶς καρπούμενοι·
もしオリュントス側の状況が持ちこたえるならば、諸君はあちらで戦い、彼の領土を荒らすことになり、手元にあるこの自国の領土を何の不安もなく享受できるであろう。
ἂν δʼ ἐκεῖνα Φίλιππος λάβῃ, τίς αὐτὸν κωλύσει δεῦρο βαδίζειν;
しかし、もしフィリッポスがそれらを手に入れたなら、誰が彼がこちらに進軍してくるのを阻止するのか。
Θηβαῖοι;
テーバイ人か。
§26μὴ λίαν πικρὸν εἰπεῖν ᾖ— καὶ συνεισβαλοῦσιν ἑτοίμως.
あまりに辛辣な表現にならないか心配だが ―― 彼らも喜んで一緒に攻め込んでくるだろう。
ἀλλὰ Φωκεῖς;
それともフォーキス人か。
οἱ τὴν οἰκείαν οὐχ οἷοί τε ὄντες φυλάττειν, ἐὰν μὴ βοηθήσηθʼ ὑμεῖς.
諸君が援助しなければ、自らの領土さえ守ることができない彼らが。
ἢ ἄλλος τις;
それとも他の誰かか。
ἀλλʼ, ὦ τᾶν, οὐχὶ βουλήσεται.
しかし、わが友よ、彼はそうした進軍を望まないだろうか。
τῶν ἀτοπωτάτων μέντἂν εἴη, εἰ ἃ νῦν ἄνοιαν ὀφλισκάνων ὅμως ἐκλαλεῖ, ταῦτα δυνηθεὶς μὴ πράξει.
もし、今や愚者のそしりを受けながらも大口を叩いているそれらのことを、可能になったときに実行しないのだとすれば、それこそ最も奇妙なことの部類に入るだろう。
§27ἀλλὰ μὴν ἡλίκα γʼ ἐστὶν τὰ διάφορʼ ἐνθάδʼ ἢ ἐκεῖ πολεμεῖν, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι.
しかし、ここで戦うこととあちらで戦うことの違いがどれほど大きいかについては、議論の余地さえ全くないと私は考える。
εἰ γὰρ ὑμᾶς δεήσειεν αὐτοὺς τριάκονθʼ ἡμέρας μόνας ἔξω γενέσθαι, καὶ ὅσʼ ἀνάγκη στρατοπέδῳ χρωμένους τῶν ἐκ τῆς χώρας λαμβάνειν, μηδενὸς ὄντος ἐν αὐτῇ πολεμίου λέγω, πλείονʼ ἂν οἶμαι ζημιωθῆναι τοὺς γεωργοῦντας ὑμῶν ἢ ὅσʼ εἰς ἅπαντα τὸν πρὸ τοῦ πόλεμον δεδαπάνησθε.
なぜなら、もし諸君自身がわずか三十日間だけでも国外に留まる必要が生じ、陣を敷く者として、国内に敵が一人もいない状態であるとしても、この地から必要最小限の物資を徴発しなければならないとすれば、諸君のうちの農耕に携わる者たちが被る損失は、諸君がこれまでの戦争全体に費やしてきたすべての額よりも大きくなるだろうと私は思うからである。
εἰ δὲ δὴ πόλεμός τις ἥξει, πόσα χρὴ νομίσαι ζημιώσεσθαι;
ましてや、もし実際に何らかの戦争がやって来るとすれば、どれほどの損失を被ると考えるべきであろうか。
καὶ πρόσεσθʼ ἡ ὕβρις καὶ ἔθʼ ἡ τῶν πραγμάτων αἰσχύνη, οὐδεμιᾶς ἐλάττων ζημίας τοῖς γε σώφροσιν.
さらに、蹂躙が加わり、さらには状況による恥辱が加わるが、それは節度ある人々にとっては、いかなる財産上の損失にも劣らず大きいものである。
§28πάντα δὴ ταῦτα δεῖ συνιδόντας ἅπαντας βοηθεῖν καὶ ἀπωθεῖν ἐκεῖσε τὸν πόλεμον, τοὺς μὲν εὐπόρους, ἵνʼ ὑπὲρ τῶν πολλῶν ὧν καλῶς ποιοῦντες ἔχουσι μίκρʼ ἀναλίσκοντες τὰ λοιπὰ καρπῶνται ἀδεῶς, τοὺς δʼ ἐν ἡλικίᾳ, ἵνα τὴν τοῦ πολεμεῖν ἐμπειρίαν ἐν τῇ Φιλίππου χώρᾳ κτησάμενοι φοβεροὶ φύλακες τῆς οἰκείας ἀκεραίου γένωνται, τοὺς δὲ λέγοντας, ἵνʼ αἱ τῶν πεπολιτευμένων αὐτοῖς εὔθυναι ῥᾴδιαι γένωνται, ὡς ὁποῖʼ ἄττʼ ἂν ὑμᾶς περιστῇ τὰ πράγματα, τοιοῦτοι κριταὶ καὶ τῶν πεπραγμένων αὐτοῖς ἔσεσθε.
それゆえ、これらすべてのことを心に留めて、我々全員が救援に赴き、戦争をあちらへ押し戻さねばならない。 富裕な者たちは、幸いにも豊かに所有している多くの資産を守るために、わずかな額を費やすことで、残りの財産を何不自由なく享受できるように。 兵役に適した若者たちは、フィリッポスの領土において戦争の経験を積むことで、自らの国土を無傷に保つための敵にとって恐るべき守護者となるように。 政治家たちは、自らの政治的行為に対する監査が容易なものとなるように。 なぜなら、事態が諸君をどのような結果へと導くかに応じて、諸君は彼らの行いに対しても、まさにそのような裁判官となるであろうからである。
χρηστὰ δʼ εἴη παντὸς εἵνεκα.
すべての人のために、状況が良いものであるように。