Humanitext Reader

ホメロス風讃歌 · 第4歌 ヘルメス讃歌 §298-367

ゼウスの御前でのアポロンによる告発

5 / 8 箇所 · ギリシア語

要旨

アポロンとヘルメスはゼウスのいるオリンポス山へと向かい、裁判を求める。アポロンはゼウスの前で、ヘルメスがどのように牛を盗み、その足跡を巧みに隠したかを詳細に告発する。

§298ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.
アポロンはそれを聞き、手から地面へと誉れ高きヘルメスを落とした。
§299ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο §300Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε·
そして彼は、道を急いでいたにもかかわらず、手前に腰を下ろし、ヘルメスをからかいながら、彼に言葉をかけた。
§301<milestone type="startquote"/> θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ·
<milestone type="startquote"/> 「安心しろ、産着の者よ、ゼウスとマイアの息子よ。
§302εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα §303τούτοις οἰωνοῖσι·
私はその後、力強い牛たちの群れを見つけるだろう、これらの兆しによってな。
σὺ δʼ αὖθʼ ὁδὸν ἡγεμονεύσεις.
そしてお前が再び道を案内するのだ。
<milestone type="endquote"/> §304ὣς φάθʼ·
」 <milestone type="endquote"/> こう彼は言った。
ὃ δʼ αὖτʼ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς, §305σπουδῇ ἰών· ἄμφω δὲ παρʼ οὔατα χερσὶν ἐώθει §306σπάργανον ἀμφʼ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·
するとキュレネのヘルメスは素早く飛び起き、急いで進みながら、両手で耳の脇へと肩に巻きつけていた産着を押しやり、言葉を発した。
§307<milestone type="startquote"/> πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;
<milestone type="startquote"/> 「遠矢を射る者よ、すべての神々の中で最も激しい者よ、私をどこへ運ぶのですか。
§308ἦ με βοῶν ἕνεχʼ ὧδε χολούμενος ὀρσολοπεύεις;
牛たちのためにこのように怒って、私をいじめるのですか。
§309ὦ πόποι, εἴθʼ ἀπόλοιτο βοῶν γένος·
ああ、悲しいかな、牛の種族など滅びてしまえばよい。
οὐ γὰρ ἐγώ γε §310ὑμετέρας ἔκλεψα βόας οὐδʼ ἄλλον ὄπωπα,
私はあなたの牛たちを盗んでいませんし、他の誰かが盗むのも見ていません、牛たちが何者であるにせよ。
§311αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
私はただその噂を聞くだけです。
§312δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι. <milestone type="endquote"/>
裁判を起こし、クロノスの子ゼウスのもとで正義を受け入れなさい。
§313αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον §314Ἑρμῆς τʼ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός, §315ἀμφὶς θυμὸν ἔχοντες.
」 <milestone type="endquote"/> しかし、彼らが事細かに、はっきりと争い、野を駆けるヘルメスと、レトの輝かしい息子が、互いに異なる心を抱いて。
ὃ μὲν νημερτέα φωνὴν §316οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν, §317αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν §318ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.
一方は真実の声をもって、不当でなく、牛たちのことで、誉れ高きヘルメスを捕らえようとしていたが、他方は、策略とへつらいの言葉によって、キュレネの者が銀の弓の神を騙そうとしていた。
§319αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν, §320ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε §321πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
しかし、知謀に満ちた彼も、多くの手段を持つ者を見出したので、彼は急いで砂地を進み、前を行き、その後ろをゼウスとレトの息子が進んだ。
§322αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο §323ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·
そしてすぐに彼らは、香気漂うオリンポスの頂、クロノスの子なる父のもとへと、ゼウスの非常に美しい子供たちが到着した。
§324κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.
そこには彼ら両名のために、正義の天秤が置かれていたからである。
§325οὐμιλίη δʼ ἔχʼ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ §326ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.
集いが雪深いオリンポスを占め、不死なる、朽ちることなき神々が、黄金の玉座の暁の女神の後に集まった。
§327ἔστησαν δʼ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων §328πρόσθε Διὸς γούνων·
そしてヘルメスと銀の弓のアポロンは、ゼウスの膝の前に立った。
ὃ δʼ ἀνείρετο φαίδιμον υἱὸν §329Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·
すると高く雷鳴を轟かすゼウスは、その輝かしい息子に尋ね、言葉をかけた。
§330<milestone type="startquote"/> φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις, §331παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;
<milestone type="startquote"/> 「フォイボスよ、どこからこの気に入った獲物を追ってきたのだ、生まれたばかりの子供でありながら、伝令の容姿を持つ者を?
§332σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε. <milestone type="endquote"/>
これは神々の集まりに持ち込まれた重大な件だな。
§333τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
」 <milestone type="endquote"/> 遠矢を射る主アポロンが彼に答えた。
§334<milestone type="startquote"/> ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν, §335κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.
<milestone type="startquote"/> 「父よ、あなたはまもなく、軽んじるべきでない言葉をお聞きになるでしょう、私をからかわれるのですが、私が略奪を好む唯一の者であるかのように。
§336παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν §337Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας,
私はこの、徹底した略奪者である子供をキュレネの山の中で見つけました、広大な土地を駆け巡った末に。
§338κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα §339οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ.
これほど人をからかう者を、私は他の神々の中にも、地上にいる人々を騙す人間のうちにも、見たことがありません。
§340κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων §341ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, §342εὐθὺ Πύλονδʼ ἐλάων·
彼は私の牛たちを牧草地から盗み出し、追って去って行きました、夕方に、激しく鳴り響く海の浜辺に沿って、まっすぐピュロスへと追いながら。
τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα, §343οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.
その足跡は二つの恐るべきもので、驚嘆すべきものであり、卓越した神の仕業でした。
§344τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα §345ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα·
牛たちについては、アスポデロスの野原に向かって、逆方向を向いた足跡を、黒い砂塵が示していました。
§346αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν §347οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·
彼自身は、道から外れて、理解しがたい仕方で、足でもなく、手でもなく、その砂に覆われた土地を進んでいたのです。
§348ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα §349τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
そうではなく、何か他の策略を抱いて、彼は道を進んでいました、細い樫の木の枝で歩くかのような、そのような奇妙な足跡を。
§350ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, §351ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·
彼が砂地を通って追っている間は、すべての足跡が、砂塵の中できわめて容易に、はっきりと現れていました。
§352αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, §353ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ §354χῶρον ἀνὰ κρατερόν·
しかし、彼が砂地の大きな道を通り過ぎると、牛たちの足跡も、彼自身の足跡も、たちまち判別不能になりました、硬い土地の上では。
τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ §355ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.
しかし、ある死すべき人間が、彼が広い額の牛たちの群れを、まっすぐピュロスへと追っているのを目撃していたのです。
§356αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε §357καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα, §358ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, §359ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον·
そして、彼が牛たちを静かに閉じ込め、道中、こちらの方法やあちらの方法で悪だくみを巡らせた後、暗い夜に似た姿で、揺りかごの中に横たわっていました、霧深い洞窟の中の暗闇に。
οὐδέ κεν αὐτὸν §360αἰετὸς ὀξὺ λάων ἐσκέψατο·
視力の鋭い鷲でさえも彼を見つけられなかったでしょう。
πολλὰ δὲ χερσὶν §361αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
そして彼は両手でしきりに目をこすりながら、悪だくみを巡らせていました。
§362αὐτὸς δʼ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·
そして彼自身はすぐに、きっぱりとこう言い放ちました。
§363<milestone type="startquote"/> οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα
<milestone type="startquote"/> 『私は見てもいないし、聞き出してもいないし、他人の噂も聞いていない。
§364οὐδέ κε μηνύσαιμʼ, οὐδʼ ἄν μήνυτρον ἀροίμην. <milestone type="endquote"/> <milestone type="endquote"/>
教えることもできないし、情報提供の謝礼を受け取ることもできない』と。
§365Ἠ τοι ἄρʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο Φοῖβος Ἀπόλλων·
」 <milestone type="endquote"/> <milestone type="endquote"/> 実にこのように語り、フォイボス・アポロンは腰を下ろした。
§366Ερμῆς δʼ αὖθʼ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα, §367δείξατο δʼ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων·
するとヘルメスが他方から、答えて言葉を語り、すべての神々の支配者であるクロノスの子を指し示した。

語釈・文法注

  1. §299ὁδοῖο — 分詞 ἐσσύμενός(「急いで進む」)に伴う、進行の方向や範囲を示す「離脱・方向の属格」または「部分属格」的な用法。「道を急ぐ」の意。
  2. §315ὃ μὲν — 317行目の αὐτὰρ ὃ と対比される対比の冠詞(代名詞的用法)。ὃ μὲν はアポロンを指し、その動詞は 316行目の ἐλάζυτο である。
  3. §349ἀραιῇσι δρυσὶ — 与格複数の δρυσὶ は手段・方法を表す。「細い樫の木(の枝など)」を履物や竹馬のようにして歩く様子を比喩的に表している。

この箇所を引用する

ホメロス風讃歌, 第4歌 ヘルメス讃歌 §298-367. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:298-367

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。