Humanitext Reader

荷马诗颂 · 荷马诗颂 4:致赫尔墨斯 §298-367

宙斯面前阿波罗对赫耳墨斯的控告

第 5 段,共 8 段 · 希腊语

内容简介

阿波罗与赫耳墨斯前往奥林匹斯山,在宙斯面前寻求裁决。阿波罗详细控诉了赫耳墨斯,指责这个新生儿如何偷走牛群并巧妙地掩盖了足迹。

§298ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.
阿波罗听到了,便亲手将荣耀的赫耳墨斯扔在地上。
§299ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο §300Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε· §301<milestone type="startquote"/> θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ· §302εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα §303τούτοις οἰωνοῖσι· σὺ δʼ αὖθʼ ὁδὸν ἡγεμονεύσεις.
他坐在他前面,尽管他正急于旅途,嘲弄着赫耳墨斯,对他说道: <milestone type="startquote"/> “放心吧,裹着襁褓的孩子,宙斯与迈亚之子;我此后必能找到那些健壮的牛群,凭着这些预兆;而你必将再次为我引路。
<milestone type="endquote"/> §304ὣς φάθʼ· ὃ δʼ αὖτʼ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς, §305σπουδῇ ἰών· ἄμφω δὲ παρʼ οὔατα χερσὶν ἐώθει §306σπάργανον ἀμφʼ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον· §307<milestone type="startquote"/> πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;
” <milestone type="endquote"/> 他这样说;库勒涅的赫耳墨斯迅速跳了起来,急步而行;他用双手把耳朵两边的裹在肩上的襁褓推开,说道: <milestone type="startquote"/> “你带我去哪里,远射者,众神中最猛烈的一位?
§308ἦ με βοῶν ἕνεχʼ ὧδε χολούμενος ὀρσολοπεύεις;
难道是因为牛群,你才如此愤怒并折磨我吗?
§309ὦ πόποι, εἴθʼ ἀπόλοιτο βοῶν γένος·
啊,但愿牛群这一种族毁灭!
οὐ γὰρ ἐγώ γε §310ὑμετέρας ἔκλεψα βόας οὐδʼ ἄλλον ὄπωπα, §311αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
因为我,并没有偷走你的牛,也没有看见过别人,无论这些牛是什么——因为我只是听人传说而已。
§312δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι. <milestone type="endquote"/>
去起诉吧,在克罗诺斯之子宙斯面前接受正义吧。
§313αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον §314Ἑρμῆς τʼ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός, §315ἀμφὶς θυμὸν ἔχοντες.
” <milestone type="endquote"/> 但是,当他们就每一细节争执不下时,荒野的赫耳墨斯与勒托那显赫之子,怀着分歧的心意。
ὃ μὲν νημερτέα φωνὴν §316οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν, §317αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν §318ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.
其中一人以真诚之言,并非无理地因牛的事而想要捉拿荣耀的赫耳墨斯;而另一人则用诡计和谄媚的言辞,库勒涅人想要欺骗那银弓之神。
§319αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν, §320ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε §321πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
但是,当诡计多端的他发现对方亦多谋时,他随即便急忙穿过沙地,走在前面,而宙斯与勒托之子则跟在后面。
§322αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο §323ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·
他们很快便来到了芳香的奥林匹斯山顶,宙斯的这两个极其美貌的孩子,来到了他们的父亲、克罗诺斯之子面前。
§324κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.
因为那里为他们双方设好了正义的天平。
§325οὐμιλίη δʼ ἔχʼ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ §326ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.
集会占满了白雪皑皑的奥林匹斯,而不朽的、不灭的众神在金座的黎明女神之后聚集起来。
§327ἔστησαν δʼ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων §328πρόσθε Διὸς γούνων· ὃ δʼ ἀνείρετο φαίδιμον υἱὸν §329Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε· §330<milestone type="startquote"/> φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις, §331παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;
赫耳墨斯和银弓的阿波罗站立在宙斯的膝前;高声打雷的宙斯向他那显赫的儿子发问,对他说道: <milestone type="startquote"/> “飞玻斯,你从何处赶来这件中意的猎物—— 一个刚出生的孩子,却有着传令官的容貌?
§332σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε. <milestone type="endquote"/>
这来到众神集会面前的,是一桩重大的事情。
§333τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· §334<milestone type="startquote"/> ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν, §335κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.
” <milestone type="endquote"/> 远射的主阿波罗接着对他说: <milestone type="startquote"/> “父亲啊,你很快就会听到并非微不足道的话语,虽然你取笑我,仿佛只有我才是喜爱劫掠的人。
§336παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν §337Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας, §338κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα §339οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ.
我找到了这个孩子,一个彻头彻尾的掠夺者,在库勒涅的群山中,我跨越了辽阔的土地,他极其傲慢无礼,在众神中我从未见过这样的人,在地上欺骗凡人的众多人类中,也未曾见过。
§340κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων §341ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, §342εὐθὺ Πύλονδʼ ἐλάων·
他从草地上偷走了我的牛,并驱赶着它们离去,在黄昏时分,沿着喧嚣的海边,一直向着皮洛斯赶去。
τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα, §343οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.
而那些足迹则是双重的、奇异的,令人惊叹,这是一位卓越神明的杰作。
§344τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα §345ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα· §346αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν §347οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον· §348ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα §349τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
因为对牛群而言,黑色的尘土显示出指向相反方向、朝向阿斯福德尔草地的足迹;但他自己,在道路之外,这个让人无计可施的家伙,既不靠双脚也不靠双手穿过那片沙地;而是怀着某种其他的诡计,他走过了这些路径,留下那般奇异的足迹,仿佛有人踩着纤细的橡树枝行走。
§350ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, §351ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν· §352αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, §353ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ §354χῶρον ἀνὰ κρατερόν·
当他穿过沙地驱赶它们时,所有的足迹都在尘土中极易辨认;但当他走过了那大片沙地,牛群的足迹和他自己的足迹很快便无法察觉,在坚硬的土地上。
τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ §355ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.
但有一个凡人看见了他正把那群宽额的牛一直赶往皮洛斯。
§356αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε §357καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα, §358ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, §359ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν §360αἰετὸς ὀξὺ λάων ἐσκέψατο·
当他安静地把牛关起来,并在路上这般那般地耍尽诡计之后,他躺在摇篮里,如同黑夜一般,在阴暗山洞的黑暗之中;哪怕是一只目光敏锐的鹰也无法发现他。
πολλὰ δὲ χερσὶν §361αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
他用双手不停地揉着眼睛,筹划着狡黠的诡计。
§362αὐτὸς δʼ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν· §363<milestone type="startquote"/> οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα §364οὐδέ κε μηνύσαιμʼ, οὐδʼ ἄν μήνυτρον ἀροίμην. <milestone type="endquote"/> <milestone type="endquote"/>
而他自己立刻直截了当地说道: <milestone type="startquote"/> 『我没看见,没听说,也没听别人说起,我无法告密,也无法领取告密的赏金。
§365Ἠ τοι ἄρʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο Φοῖβος Ἀπόλλων· §366Ερμῆς δʼ αὖθʼ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα, §367δείξατο δʼ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων·
』” <milestone type="endquote"/> <milestone type="endquote"/> 飞玻斯·阿波罗说罢,便坐了下去;而赫耳墨斯则在另一边回答道,并指向克罗诺斯之子——众神的统治者:

词汇与语法注释

  1. §299ὁδοῖο — 伴随分词 ἐσσύμενός(源自 σεύομαι,“急行”)的表示方向或部分格的属格,用以指示行动所沿着的道路。
  2. §315ὃ μὲν — 在对比结构中用作指示代词的冠词,与第317行的 αὐτὰρ ὃ 相对应。ὃ μὲν 指代阿波罗,其动作由第316行的动词 ἐλάζυτο 表达。
  3. §349ἀραιῇσι δρυσὶ — 工具/方式与格复数,在此处用作比喻,描述赫耳墨斯行走时仿佛踩着“纤细的橡树”(如同高跷或绑在脚上的树枝)。

引用这一段

荷马诗颂, 荷马诗颂 4:致赫尔墨斯 §298-367. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:298-367

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。