Humanitext Reader

ホメロス風讃歌 · 第4歌 ヘルメス讃歌 §155-225

ヘルメスの野心とアポロンによる牛の追跡

3 / 8 箇所 · ギリシア語

要旨

ヘルメスは母マイアからアポロンによる処罰を警告されるが、意に介さず、泥棒の頭領として神々と対等の特権を得ると宣言する。翌朝、アポロンは牛を追ってオンケストスに至り、老人の証言からヘルメスの仕業と確信し、プュロスで奇妙な逆走する足跡を発見する。

§155<milestone type="startquote"/> τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ §156ἔρχῃ, ἀναιδείην ἐπιειμένε;
<milestone type="startquote"/> 「なぜ、お前、策略に長けた者よ、このような夜更けに、恥知らずさを身にまとって、どこから帰ってくるのだ?
νῦν σε μάλʼ οἴω §157ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα §158Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν §159ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν.
私は思うに、今や、お前はまもなく逃れがたい縄で脇腹を縛られ、レトの息子の手によって、玄関を通って外へ引きずり出されるか、あるいは、お前が谷間で泥棒を続けながら、(アポロンに)捕まって運ばれることになるだろう。
§160ἔρρε πάλιν·
立ち去れ!
μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν §161θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
お前の父は、死すべき人間たちや不死の神々にとって、大いなる災いの種として、お前を生み出したのだ。
<milestone type="endquote"/> §162τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
」 <milestone type="endquote"/> ヘルメスは抜け目ない言葉で彼女に答えた。
§163<milestone type="startquote"/> μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον §164νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε, §165ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
<milestone type="startquote"/> 「母上、なぜ私を、心に悪だくみをほとんど知らず、恐がりで、母親の叱責を恐れるような、幼い子供のように脅すのですか?
§166αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη, §167βουκολέων ἐμὲ καὶ σὲ διαμπερές·
しかし私は、私とお前をずっと養うための、最も優れた技術に乗り出すつもりです。
οὐδὲ θεοῖσι §168νῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι §169αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις.
私たちは、神々の中で、お前の命じるように、ここに留まって、贈り物も祈りも捧げられないままでいることなど、我慢はしません。
§170βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν, §171πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα §172ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν·
陰気な洞窟の中に座っているよりは、不死の神々と毎日を親しく語り合い、裕福で、富み、多くの畑を持った方がはるかによい。
ἀμφὶ δὲ τιμῆς, §173κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.
また、名誉について言えば、私も、アポロンが持っているのと同じ聖なる分に与るつもりです。
§174εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε §175πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.
もし私の父がそれを与えてくれないなら、私はやってみます、私はその力があるのだから、泥棒たちの頭領になることを。
§176εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός, §177ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
もしレトの名誉ある息子が私を捜索するなら、もっと大きな、別の災いが彼に立ち向かうことになると思います。
§178εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·
なぜなら、私は偉大なるプュトの神殿へ、壁を破って侵入するつもりだからです。
§179ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας §180πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον §181καὶ πολλὴν ἐσθῆτα·
そこから、たくさんの極めて美しい三脚釜や大釜、そして黄金を、さらには輝く鉄や多くの衣服を略奪するでしょう。
σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα.
お望みなら、あなたもそれを見るでしょう。
<milestone type="endquote"/> §182ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, §183υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
」 <milestone type="endquote"/> こうして彼らは、ゼウスの息子と尊きマイアは、言葉を交わし合っていた。
§184Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα §185ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου·
朝早くに生まれるエオスが、死すべき人間に光をもたらしつつ、深く流れるオケアノスから立ち上がった。
αὐτὰρ Ἀπόλλων §186Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος §187ἁγνὸν ἐρισφαράγου Γαιηόχου·
一方アポロンは、大地を揺るがす神の、美しく、聖なる、こんもりした森であるオンケストスへとやって来た。
ἔνθα γέροντα §188κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς.
そこで、老人が、囲い庭の出口の傍らで、家畜を飼育しているのを見出した。
§189τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·
レトの名誉ある息子が、先に彼に話しかけた。
§190<milestone type="startquote"/> ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος, §191βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω,
<milestone type="startquote"/> 「老人よ、草の生い茂るオンケストスの茨を刈る者よ、私はピエリアから失われた牛たちを探してここに来た。
§192πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς, §193ἐξ ἀγέλης·
すべて雌で、すべて角が曲がった牛たちだ、群れの中から。
ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλων §194κυάνεος·
しかし、牡牛は群れの他のものとは離れて、一頭だけで、黒いのが草を食んでいた。
χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο §195τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες·
また、獰猛な四頭の犬たちが、まるで人間のように同じ心を持って、後ろから従っていた。
οἳ μὲν ἔλειφθεν, §196οἵ τε κύνες ὅ τε ταῦρος·
彼ら、つまり犬たちと牡牛は後に残された。
ὃ δὴ περὶ θαῦμα τέτυκται·
それは実におかしなことだ。
§197ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιο §198ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
しかし、雌牛たちは、太陽がちょうど沈む頃に、柔らかい牧草地から、甘い草地から去って行った。
§199ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας §200ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
太古から生きる老人よ、もしお前が、これらの牛を追いながら道を進んでいる男を見かけたなら、私に教えてくれ。
<milestone type="endquote"/> §201τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·
」 <milestone type="endquote"/> 老人は言葉を返して彼に言った。
§202<milestone type="startquote"/> ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο, §203πάντα λέγειν·
<milestone type="startquote"/> 「友よ、自分の目で見たものすべてを語ることは難しいことです。
πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται, §204τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ §205φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον·
多くの旅人たちがこの道を行き来しており、彼らのうちある者は多くの悪を企み、ある者は極めて善い目的を持って歩んでおり、それぞれの者を知ることは困難です。
§206αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §207ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·
しかし私は、一日中、太陽が沈むまで、赤紫色の葡萄畑の小高い土地を耕していました。
§208παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι,
優れたお方よ、私は一人の子供を見かけたように思いました、確かには分かりませんが。
§209ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει §210νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν.
その子供は、幼いのに、良い角を持った牛たちに伴って従っており、鞭を持って、あちこちに向きを変えながら歩いていました。
§211ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.
彼は牛たちを後ろ向きに退け、彼自身に対して牛たちの頭を向けさせていたのです。
<milestone type="endquote"/> §212φῆ ῥʼ ὁ γέρων·
」 <milestone type="endquote"/> 老人はそう言った。
ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας·
アポロンはその言葉を聞くと、より速く道を進んだ。
§213οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω §214φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
彼は翼を広げた鳥に気づき、すぐにそれがクロノスの子ゼウスの息子である泥棒の仕業であることを知った。
§215ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων §216ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
急いで、主なるゼウスの息子アポロンは、歩調の遅い牛たちを求めて、神聖なプュロスへと急いだ。
§217πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμουσʼ §218ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·
紫色の雲に広い肩を覆われ、遠矢を射る神は足跡を見つめ、言葉を発した。
§219<milestone type="startquote"/> ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
<milestone type="startquote"/> 「おお、何ということだ!
§220ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων,
実に、私の目には大いなる奇跡が見える。
§221ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·
これらの足跡は確かに、角のまっすぐな牛たちのものだが、しかしそれらは、アスフォデルの広がる牧草地へと、逆方向に向いている。
§222βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς §223οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων·
そしてこの足跡は、男のものでも女のものでもなく、灰色の狼のものでも、熊のものでも、ライオンのものでもない。
§224οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι, §225ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·
まして、これほどの怪物のような歩幅で、素早い足で歩く、たてがみの豊かなケンタウルスのものだとも思えない。 」 <milestone type="endquote"/>

語釈・文法注

  1. §159φηλητεύσειν — 不定詞 φηλητεύσειν(泥棒をする、略奪する)の意味上の主語の解釈。前文の Λητοίδου(レトの子アポロン)を主語とし「アポロンが彼(ヘルメス)を持ち去り、泥棒行為に対して処罰する」とする説もあるが、ここでは対格の σέ を主語として「あるいはお前が谷間を巡りながら泥棒をし続けることになる(アポロンに捕まる)」という、マイアによるヘルメスの将来に対する皮肉を込めた警告と解釈する。
  2. §167βουκολέων — 動詞 βουκολέω は本来「牛を放牧する」を意味するが、ここではアポロンの牛を盗み出したことを指す「牛泥棒をする」という文脈と、比喩的な「養う、だます」という多重の意味を掛け合わせた、ヘルメスならではの巧妙な言葉遊び(ダブル・ミーニング)である。
  3. §210ἐπιστροφάδην — 「あちこちに振り向きながら」あるいは「ジグザグに歩きながら」を意味する副詞。ヘルメスが牛の足跡と自らの足跡の方向性を狂わせるために、進行方向を絶えず不規則に変えながら(あるいは後ろ向きに進みながら)歩いた、奇怪で巧妙な歩調を表現している。
  4. §211ἐξοπίσω δʼ ἀνέεργε — 「(牛を)逆方向に押し戻した」の意。老人が目撃した、牛を逆向き(後ろ向き)に歩かせることで、足跡が前方に向かって歩いたかのように見せるヘルメスの物理的なトリックを的確に描写している。

この箇所を引用する

ホメロス風讃歌, 第4歌 ヘルメス讃歌 §155-225. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:155-225

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。