Humanitext Reader

ホメロス · オデュッセイア §8.514-8.586

オデュッセウスの落涙とアルキノオスの問い

56 / 173 箇所 · ギリシア語

要旨

歌い手デモドコスがトロイア陥落時のオデュッセウスの活躍を歌うと、オデュッセウスは密かに涙を流す。それに気づいたアルキノオス王は歌を止めさせ、客人にその正体と、涙の理由であるトロイア戦争での失われた人々について問いかける。

§8.514ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν §8.515ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
彼はアカイア人の息子たちがどのように街を略奪したかを歌った、木馬から流れ出て、中空の伏所を後に残して。
§8.516ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν, §8.517αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο §8.518βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
また、ある者はあちらで、ある者はこちらで険しい街を荒廃させる様子を歌った、しかしオデュッセウスは、デイポボスの館へと神のようなメネラオスとともに、アレスの如く進んで行ったと。
§8.519κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα §8.520νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
そこで彼は、最も凄惨な戦いに挑み、ついに勝利を収めたのだと、気高きアテナの助けによって。
§8.521ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός·
まさにこれらのことを名高き歌い手は歌った。
αὐτὰρ Ὀδυσσεὺς §8.522τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
しかしオデュッセウスは心をかき乱され、目蓋の下から涙が零れて彼の頬を濡らした。
§8.523ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα, §8.524ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν, §8.525ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
それはちょうど、ある妻が愛する夫の骸に抱きついて泣き叫ぶかのようであった、己の都市と民の前に倒れた夫、街と子供たちのために無慈悲な日を退けようとして。
§8.526ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα §8.527ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει·
死にゆき、息絶え絶えにあがく夫を目にし、その上に身を投げ出して激しく泣き叫ぶ。
οἱ δέ τʼ ὄπισθε §8.528κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους §8.529εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
しかし、その背後から男たちが槍で彼女の背中や肩を叩き、苦役と悲惨に耐えさせるべく、捕虜として連れ去る。
§8.530τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
哀れ極まりない苦痛によって、彼女の頬はやつれていく。
§8.531ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
そのように、オデュッセウスは眉の下から哀れな涙をこぼした。
§8.532ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, §8.533Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
その場にいた他の者たち全員からは、彼が涙を流しているのは気づかれなかったが、アルキノオスだけは彼に気づき、心に留めた。
§8.534ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
彼のすぐ近くに座っており、彼が深くため息をつくのを聞いたからである。
§8.535αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
そこで王は、櫂を愛するファイアケス人たちにすぐに語りかけた。
§8.536κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
「お聞きください、ファイアケスの指導者、また支配者の方々よ。
§8.537Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
デモドコスは今こそ、澄んだ音色の竪琴を静めるがよい。
§8.538οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
なぜなら、すべての人を喜ばせつつ、この歌を歌っているわけではないのだから。
§8.539ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός, §8.540ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο §8.541ὁ ξεῖνος·
我々が食事を始め、神授の歌い手が歌い出して以来、この客人(よそ者)は、悲痛な嘆きをまったく絶え間なく続けている。
μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
思うに、大いなる悲しみが彼の心を取り囲んでいるのだ。
§8.542ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
さあ、彼は歌を止めよ、我々全員が同じように喜ぶことができるために。
§8.543ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
もてなす側も、もてなされる客人(よそ者)も。 その方がはるかに素晴らしい。
§8.544εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται, §8.545πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
なぜなら、敬意を払うべき客人のために、これらすべて、送り届け船も、我々が親愛の情をもって与える心のこもった贈り物も用意されたのだから。
§8.546ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται §8.547ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
兄弟の代わりに、客人や嘆願者はみなされるのだ、少しでも分別(思慮)をわきまえている男にとっては。
§8.548τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν §8.549ὅττι κέ σʼ εἴρωμαι·
だから今、あなたも悪知恵を働かせて隠してはならない、私が尋ねることに。
φάσθαι δέ σε κάλλιόν ἐστιν.
打ち明ける方があなたにとっても良いことだ。
§8.550εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε §8.551ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
あなたの母や父、そして故郷であなたを呼んでいたその名を言いなさい、街の中にいる他の人々や、周りに住む人々が。
§8.552οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων, §8.553οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
なぜなら、人間の中で完全に名を持たない者など一人もいないからだ、卑しい者であれ、高貴な者であれ、生まれ落ちたその時から。
§8.554ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
むしろ、親たちが子供を産んだときに、すべての人に名を授けるのだ。
§8.555εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε, §8.556ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
また、あなたの土地、あなたの部族と都市を教えてほしい、我々の船が、自らの意思によって進路を定め、あなたをそこへ送り届けることができるように。
§8.557οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν, §8.558οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
なぜなら、ファイアケス人には舵取りがおらず、他の船が備えているような舵も一切ないからだ。
§8.559ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν, §8.560καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
むしろ、船自体が人間の意図や心を知っており、すべての人々の都市や豊かな耕地を知っているのだ。
§8.561ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν §8.562ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι·
そして非常に素早く海の深淵を渡りきる、霧と雲に包まれながら。
οὐδέ ποτέ σφιν §8.563οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
そして彼ら(船)には、損なわれる恐れも、破滅する恐れもまったくない。
§8.564ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα §8.565Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
だが、私はかつて父ナウシトオスが次のように語るのを聞いた、ポセイドンが我々に腹を立てていると。
§8.566ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
なぜなら我々が、すべての人々にとって安全な送り届け手だからである。
§8.567φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα §8.568ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ §8.569ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
父は語った、いつの日かファイアケス人の見事に作られた船が、送り届けから戻る途中の霧深い海において打ち砕かれ、大いなる山が我々の都市を覆い隠すことになるだろうと。
§8.570ὣς ἀγόρευʼ ὁ γέρων·
老人はそのように語った。
τὰ δέ κεν θεὸς ἢ τελέσειεν §8.571ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
神はそれらを成就させることも、あるいは未完のままにされるかもしれない、神の御心に適う通りに。
§8.572ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §8.573ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας §8.574ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας, §8.575ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, §8.576οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
だがさあ、私にこれを語り、正確に述べてほしい、あなたはどこへと彷徨い、人間のいかなる国々、人々自身と、彼らのよく整えられた都市を訪れたのか、残忍で、野蛮で、正義なき者たちは誰か、また、客人をもてなし、神を恐れる心を持つ人々は誰かを。
§8.577εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ §8.578Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
また、アルゴス人やダナオス人、そしてイリオンの運命を聞いて、なぜ心の中で泣き、悲しんでいるのかを。
§8.579τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον §8.580ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
それは神々がなし遂げたことであり、後世の人々のために歌となるように、人間たちに滅びを定められたのだ。
§8.581ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ §8.582ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα §8.583κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
あなたの親族の誰かがイリオンの前で命を落としたのか、高潔な娘婿、あるいは義父といった、血族や親族の次にもっとも親しい者たちとなるのだが。
§8.584ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς, §8.585ἐσθλός;
あるいは、気心の知れた、高潔な友人の誰かだろうか。
ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων §8.586γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
なぜなら、思慮深い友は、決して実の兄弟に劣るものではないのだから。 」

語釈・文法注

  1. §8.517Ὀδυσσῆα ... βήμεναι — 「ἤειδεν」(514行)の目的語となる対格・不定詞構文(または516行の「ἄειδε」が導く対格・不定詞構文の継続)。「Ὀδυσσῆα」は主語対格、「βήμεναι」はホメロス方言の現在(またはアオリスト)不定詞(通常のアッティカ方言では「βῆναι」)で、名高きオデュッセウスがデイポボスの館へ進んでいった、という歌の内容を表している。
  2. §8.523ὡς δὲ γυνὴ κλαίῃσι — 直喩を導く関係小辞「ὡς」に続く接続法「κλαίῃσι」(三人称単数、ホメロス形)。ホメロス語彙では、事物の一般的な真理や普遍的な直喩において、条件・可能を示す小辞「ἄν」や「κέ」を伴うことなく接続法単独で用いられる。
  3. §8.547ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι — 普遍的な条件を表す一般関係節における、小辞「ἄν」または「κέ」を欠いた接続法「ἐπιψαύῃ」。与格「πραπίδεσσι」は「心によって、分別によって」という手段・方法、あるいは「〜に触れる」を意味する「ἐπιψαύω」がとる格。全体として「わずかでも分別に達している(知恵を分きまえている)者にとっては」という条件を表す。

この箇所を引用する

ホメロス, オデュッセイア §8.514-8.586. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:8.514-8.586

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。