Humanitext Reader

荷马 · 奥德赛 §8.514-8.586

奥德修斯的泪水与阿尔基诺奥斯的询问

第 56 段,共 173 段 · 希腊语

内容简介

歌手德莫多科斯歌唱特洛伊陷落时奥德修斯的英勇事迹,奥德修斯暗自落泪。阿尔基诺奥斯王察觉后令其停乐,并询问这位客人的身份、家乡,以及他听闻特洛伊命运时为何如此悲伤。

§8.514ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν §8.515ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
歌手歌唱着阿开亚人的子孙如何毁灭了那座城池,他们从木马中涌出,离开了那空心的伏兵之处。
§8.516ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν, §8.517αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο §8.518βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
他歌唱着不同的勇士在各处毁灭那险峻的城池,而奥德修斯则走向德伊福波斯的府邸,如同战神阿瑞斯一般,与神明般的梅内劳斯同行。
§8.519κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα §8.520νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
他说,正是在那里,奥德修斯敢于面对最惨烈的战斗,并最终凭借宽宏的雅典娜获得了胜利。
§8.521ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς §8.522τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
闻名遐迩的歌手唱着这些;然而奥德修斯却悲伤得不能自已,眼睑下的泪水打湿了他的双颊。
§8.523ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα, §8.524ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν, §8.525ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ· §8.526ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα §8.527ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε §8.528κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους §8.529εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν· §8.530τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί· §8.531ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
犹如一位妇人,扑在亲爱的丈夫身上痛哭,他倒在自己的城池和人民面前,努力为城邦和儿女挡开那无情的毁灭之日;妇人看见他奄奄一息,痛苦挣扎,扑在他的身上放声大哭;而背后的敌人用长矛抽打她的后背和双肩,强行将她掳去为奴,使她承受劳役与悲哀;在极度凄惨的痛苦中,她的双颊消瘦下去;奥德修斯就是这样,在眉宇间落下令人怜悯的泪水。
§8.532ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, §8.533Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν, §8.534ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
那时,他流泪的模样没有被其他任何人发觉,唯独阿尔基诺奥斯察觉并注意到了他,因为他就坐在他身旁,听见了他沉重的叹息。
§8.535αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· §8.536κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, §8.537Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν· §8.538οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
他随即对喜爱划桨的法埃亚科斯人说道: “请听我说,法埃亚科斯人的领袖和首领们,让德莫多科斯现在停下他那声音清脆的里拉琴吧;因为他唱的这些歌,并不能让所有人感到愉快。
§8.539ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός, §8.540ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο §8.541ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
自从我们开始用餐、这位神圣的歌手开始歌唱起,这位客人就未曾停止过痛苦的哀泣;想必是极大的悲伤笼罩了他的心灵。
§8.542ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες, §8.543ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως· §8.544εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται, §8.545πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
来吧,让他停下来,好让我们大家一同欢乐,主人和客人皆是如此,因为这样做要好得多;因为这一切都是为了这位值得尊敬的客人而准备的,包括护送他的船只和我们怀着友情赠予他的礼物。
§8.546ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται §8.547ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
在任何一个稍微有些理智的人看来,客人和求助者都如同亲兄弟一般。
§8.548τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν §8.549ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
因此,现在请您也不要用狡黠的心思隐瞒我将要询问您的一切;如实说出来对您更好。
§8.550εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε §8.551ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
请告诉我,您的父母以及城里的其他人还有周围邻里称呼您的名字。
§8.552οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων, §8.553οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται, §8.554ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
因为在世人当中,绝没有谁是完全无名的,无论是卑微还是高贵,只要一降生,父母在生下孩子时,都会给他们起名字。
§8.555εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε, §8.556ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες· §8.557οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν, §8.558οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν· §8.559ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν, §8.560καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς §8.561ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν §8.562ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν §8.563οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
也请告诉我您的土地、您的族群和城池,好让那些凭着自身心智导航的船只将您送往那里;因为我们法埃亚科斯人没有舵手,也没有其他船只拥有的舵桨;相反,船只自己就懂得人们的心思和意图,知道所有人的城邦和肥沃的田野,它们能极快地跨越海洋的深渊,隐藏在浓雾和乌云之中;它们永远既没有受损的顾虑,也没有毁灭的担忧。
§8.564ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα §8.565Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι §8.566ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
可是,我曾听我父亲纳乌西托奥斯说起过这样一件事,他说波塞冬对我们怀有怨恨,因为我们安全地护送了所有的人。
§8.567φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα §8.568ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ §8.569ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
他说,总有一天,一艘由法埃亚科斯人建造精良的船只,在从护送途中返回的雾气茫茫的海面上,会被震碎,并且一座大山会把我们的城市合围遮蔽。
§8.570ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν §8.571ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ· §8.572ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §8.573ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας §8.574ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας, §8.575ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, §8.576οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
那位老人曾这样说过;而神明或许会让它实现,或许不让它发生,这全凭他自己的心意;但是来吧,请告诉我这些,并如实陈述:您流落到了何方,到过哪些凡人的土地,见到了哪些人和他们那安居乐业的城市;哪些人残暴、粗野、不讲正义,哪些人好客、且拥有一颗敬畏神明的心。
§8.577εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ §8.578Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
也请告诉我们,当您听见阿尔戈斯人、达奈人以及伊利翁的厄运时,为何在内心深处哭泣和哀伤。
§8.579τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον §8.580ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
这是神明的杰作,他们为人类纺织了毁灭的命运,好让未来的人们也有歌可唱。
§8.581ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ §8.582ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα §8.583κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
莫非您有亲戚在伊利翁城前死去,他是一个高尚的人,或是女婿,或是岳父,在血缘和家族之后,他们可是最亲近的人啊?
§8.584ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς, §8.585ἐσθλός;
抑或是哪位性情相投、品德高尚的战友?
ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων §8.586γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
因为一个聪明睿智的战友,绝不亚于一个同胞兄弟。 ”

词汇与语法注释

  1. §8.517Ὀδυσσῆα ... βήμεναι — 充当动词 “ἤειδεν”(第514行)之宾语的“对格加不定式”结构(或承接第516行的 “ἄειδε”)。其中 “Ὀδυσσῆα” 为主语对格,“βήμεναι” 为荷马方言中的不定式(相当于雅典方言的 “βῆναι”),用以说明歌曲的内容,即奥德修斯走向德伊福波斯的府邸。
  2. §8.523ὡς δὲ γυνὴ κλαίῃσι — 由比较连词 “ὡς” 引导的虚拟语气 “κλαίῃσι”(第三人称单数,荷马方言形式)。在荷马史诗的喻情修辞(直喻)中,虚拟语气经常在不带语气小词 “ἄν” 或 “κέ” 的情况下单用,用以表示某种普遍或典型的情况。
  3. §8.547ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι — 在表示普遍条件的泛指关系从句中,使用了不带 “ἄν” 或 “κέ” 的虚拟语气 “ἐπιψαύῃ”。与格 “πραπίδεσσι” 意为“用心、用理智”,作为工具与格,或受动词 “ἐπιψαύῃ” 支配。整句意为“对于哪怕稍微触及(懂得)一点理智的人来说”。

引用这一段

荷马, 奥德赛 §8.514-8.586. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:8.514-8.586

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。