Humanitext Reader

ホメロス · オデュッセイア §6.68-6.134

ナウシカアの川辺での洗濯とオデュッセウスの目覚め

40 / 173 箇所 · ギリシア語

要旨

アルキノオスはナウシカアの願いを聞き入れて馬車を準備させ、彼女は侍女たちとともに川辺へ洗濯に赴く。洗濯を終えて彼女たちが興じたボール遊びの叫び声によって、眠っていたオデュッセウスが目を覚まし、警戒しながら茂みから姿を現す。

§6.68οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
「わが子よ、お前にミュールを惜しみはしない、他の何ものも。
§6.69ἔρχευ·
行きなさい。
ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην §6.70ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
だが、従者たちがお前のために馬車を用意するだろう、背が高く、車輪のよく回る、上部荷台のついたものを。
§6.71ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.
」こう言うと、彼は従者たちに命じ、彼らは従った。
§6.72οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην §6.73ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·
彼らは外で、車輪のよく回るミュール用の荷車を用意し、ミュールたちを連れてきて、馬車に繋いだ。
§6.74κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
少女は寝室から輝く衣類を運んってきた。
§6.75καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,
そしてそれを、よく磨かれた馬車の上に置いた。
§6.76μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν §6.77παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν §6.78ἀσκῷ ἐν αἰγείῳ·
母は葛籠の中に、心にかなうあらゆる食べ物を入れ、中におかずを入れ、また山羊皮の袋の中にワインを注ぎ入れた。
κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.
そして少女は馬車に乗り込んだ。
§6.79δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, §6.80ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
母はまた、金の壺に入った滑らかなオリーブ油を彼女に与えた、彼女が侍女たちとともに、体に塗って洗えるように。
§6.81ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα, §6.82μάστιξεν δʼ ἐλάαν·
彼女は鞭と輝く手綱を手に取り、進ませるために鞭打った。
καναχὴ δʼ ἦν ἡμιόνοιιν.
ミュールたちの蹄の音が響いた。
§6.83αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν, §6.84οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
彼らはたゆまず力走し、衣類と彼女を運んで行った、彼女一人ではなく、他の侍女たちも彼女と一緒に進んだ。
§6.85αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο, §6.86ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ §6.87καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
彼女たちが川の美しい流れに到着すると、そこには絶え間なく水が湧く洗濯場があり、多くの美しい水が、ひどく汚れた衣類をもきれいにするために、下から湧き出ていた。
§6.88ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
そこで彼女たちは、まずミュールたちを馬車から解き放った。
§6.89καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα §6.90τρώγειν ἄγρωστιν μελιηδέα·
そしてそれらを渦巻く川のほとりへと追いやり、甘い野草を食べさせた。
ταὶ δʼ ἀπʼ ἀπήνης §6.91εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ, §6.92στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
そして彼女たちは馬車から衣類を手で取り出し、深い色の水へと運び、競い合いながら、洗濯槽の中で素早く踏み洗った。
§6.93αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, §6.94ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα
そして衣類を洗い、すべての汚れをきれいに落とすと、海の波打ち際に順に広げた。
§6.95λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
そこは特に海が陸地の小石をきれいに洗って打ち寄せる場所であった。
§6.96αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ §6.97δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο, §6.98εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
彼女たちは水浴びをし、オリーブ油を体に薄く塗ると、川の岸辺で食事を取り、衣類が太陽の光で乾くのを待った。
§6.99αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή, §6.100σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
侍女たちも彼女自身も食事に満足すると、ヴェールを脱ぎ捨てて、ボール遊びを始めた。
§6.101τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
彼女たちの間で、白い腕のナウシカアが歌を先導した。
§6.102οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα, §6.103ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, §6.104τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
矢を喜ぶアルテミスが山々を行く時のように、非常に高いテュゲトスやエリュマントスを行き、野猪や素早い鹿を楽しんでいる時のように。
§6.105τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, §6.106ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
彼女とともに、アイギスを持つゼウスの娘である野のニンフたちが戯れ、レトは心の中で喜んでいる。
§6.107πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, §6.108ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
アルテミスは彼女たち全員よりも頭と額を高く持ち上げ、皆が美しい中でも、容易に見分けがつく。
§6.109ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
そのように、未婚の少女は侍女たちの中で際立っていた。
§6.110ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι §6.111ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά, §6.112ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
しかし、彼女がいよいよ家へと帰ろうとして、ミュールを繋ぎ、美しい衣類を畳み終えた時、そこでまた、輝く目の女神アテナは別のことを考えた。
§6.113ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην, §6.114ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
オデュッセウスが目覚め、美しい顔の少女を見て、彼女がパイアケスの人々の都市へと彼を案内するようにと。
§6.115σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·
それから王女は侍女に向かってボールを投げた。
§6.116ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·
しかし侍女からは逸れて、深い渦の中へと投げ入れた。
§6.117αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν·
彼女たちは大声を上げて叫んだ。
ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
そして高貴なオデュッセウスは目を覚ました。
§6.118ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
彼は起き上がって座り、心と精神の中で思い巡らせた。
§6.119ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
「ああ、私はまたどのような人間たちの土地に来てしまったのか。
§6.120ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, §6.121ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
彼らは傲慢で、野蛮で、正義を知らない者たちか、それとも客人を歓待し、神を恐れる心を持つ者たちか。
§6.122ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
少女たちの、女性的な叫び声が私の周りを取り囲んだ。
§6.123νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα §6.124καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
山々の険しい山頂や、川の源流や、草深い湿地を領有するニンフたちの。
§6.125ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
それとも私は、人間の言葉を話す人々の近くにいるのだろうか。
§6.126ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
よし、私自身が試して、確かめてみよう。
§6.127ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
」こう言うと、高貴なオデュッセウスは茂みの下から這い出た。
§6.128ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ §6.129φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
そして茂った森から、たくましい手で木の枝を折り取った、男の恥部を体の周りで隠せるようにと。
§6.130βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
彼は、自らの力に自信を持つ山育ちの獅子のように進み出た。
§6.131ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε §6.132δαίεται·
雨に打たれ風に吹かれながらも進み、その両目は燃え盛る。
αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν §6.133ἠὲ μετʼ ἀγροτέρας ἐλάφους·
そして牛や羊、あるいは野生の鹿を求めて行く。
κέλεται δέ ἑ γαστὴρ §6.134μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
その腹は、羊の群れに襲いかかるために、守りの固い囲いにさえ入らせようとする。

語釈・文法注

  1. 6.80ἧος χυτλώσαιτο — 接続詞 ἧος(ἕως のホメロス形)は、通常は時間(〜するまで、〜する間)を表すが、ここでは希求法 χυτλώσαιτο を伴い、目的(〜するために)を表す目的節を導いている。希求法が用いられているのは、主節の動詞 δῶκεν(アオリスト)に呼応した斜格の希求法であるため。
  2. 6.84οὐκ οἴην — 形容詞 οἶος(単一の、一人の)の女性単数対格形。一見すると主格の κούρη(ナウシカア)に係りそうだが、直前の φέρον δʼ ἐσθῆτα καὶ αὐτήν(衣類と彼女自身[対格]を運んだ)における対格の代名詞 αὐτήν を修飾し、同格的に「彼女一人をではなく」と補足説明しているため、対格となっている。
  3. 6.113ὡς Ὀδυσεὺς ἔγροιτο — 接続詞 ὡς が希求法 ἔγροιτο(および ἴδοι)を伴って目的節(〜するように)を導いている。主節の動詞 ἐνόησε が過去(アオリスト)であるため、目的節内の動詞が斜格の希求法になっている。
  4. 6.134πειρήσοντα — 未来能動態分詞の男性単数対格。主格の γαστήρ(腹、女性名詞)ではなく、直前の代名詞 ἑ(彼、すなわち獅子[男性単数対格])に係る。未来分詞が「〜するために」という目的のニュアンスを表しており、属格の μήλων を目的語に取って「羊の群れを襲うために」となる。

この箇所を引用する

ホメロス, オデュッセイア §6.68-6.134. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:6.68-6.134

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。