§6.68οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
“孩子,我不吝惜给你骡子,也不吝惜其他任何东西。
你去吧;仆人们会为你准备好马车,高大、轮子运转良好且配有上部荷箱的。
§6.71ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.
” 说完,他吩咐仆人们,他们便服从了。
§6.72οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην §6.73ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ· §6.74κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
他们便在外面整备那辆轮子运转良好的骡车,牵来骡子,把它们套在车下;少女则从闺房中捧出光鲜的衣物。
§6.75καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ, §6.76μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν §6.77παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν §6.78ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.
她把衣物放在精雕细琢的马车上,母亲则在箱子里放进各种合意的食物,放入美味的配菜,并在羊皮袋里倒进葡萄酒;随后少女登上了马车。
母亲还用金瓶装了滑润的橄榄油给她,以便她和侍女们在沐浴后涂抹。
她执起鞭子和光鲜的缰绳,挥鞭驱驰;两只骡子发出蹄声。
§6.83αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν, §6.84οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
它们奋力奔驰,载着衣物和她,并非她独自一人,随行的还有其他侍女们。
§6.85αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο, §6.86ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ §6.87καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι, §6.88ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
当她们来到那条极其美丽的河流旁,那里确有四季不断的洗濯池,大量清凉的美水从下涌出,足以洗净极脏之物,在那里她们把骡子从马车下解开。
§6.89καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα §6.90τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης §6.91εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ, §6.92στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
并把它们驱赶到旋涡激荡的河边,去吃那甜如蜂蜜的青草;而她们则从车上用手取出衣物,抱进深色的河水,在洗濯槽里快速践踏,竞相洗濯。
§6.93αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, §6.94ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα §6.95λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
但当她们洗净并除去了所有的污垢,便把衣物在海滩上顺次铺开,那里最是大海冲刷岸边卵石最净之处。
§6.96αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ §6.97δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο, §6.98εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
她们洗完澡,涂抹了润滑的橄榄油,随后在河岸旁进餐,等待衣物在太阳的光芒下晒干。
§6.99αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή, §6.100σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι· §6.101τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
当侍女们和她自己都吃饱之后,她们便脱下头巾,玩起了皮球;白臂的瑙西卡阿在她们中间领头唱歌。
§6.102οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα, §6.103ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, §6.104τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι· §6.105τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, §6.106ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ· §6.107πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, §6.108ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι· §6.109ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
就像喜爱射箭的阿耳忒弥斯穿行在山间,或是在高耸的泰格托斯山或埃里曼托斯山,戏耍着野猪与疾驰的鹿;随同她一起的,是盾牌主宰者宙斯的女儿们,那些山野的仙女,她们在原野嬉戏,勒托也心中欢喜;阿耳忒弥斯的身头和额角高出她们所有人,虽说个个美丽,但她轻易便能被认出;就这样,这位未嫁的少女在女仆们中格外显眼。
§6.110ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι §6.111ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά, §6.112ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη, §6.113ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην, §6.114ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
但当她准备套上骡子、叠好美衣,启程返回家园时,闪眸女神雅典娜此时又有了别的主意,要让奥德修斯醒来,看见这容貌美丽的少女,好让她引路带他去斐阿克斯人的城邦。
§6.115σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια· §6.116ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ· §6.117αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς, §6.118ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν· §6.119ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
接着,公主把球扔给了一位侍女;她没投中侍女,球落入了深邃的漩涡中;她们发出尖厉的叫声;高贵的奥德修斯惊醒过来,他坐起来,在心灵和胸膛中思索着: “哎呀,我这次又是到了什么样的人类的土地?
§6.120ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, §6.121ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
他们是傲慢、野蛮而不讲正义的人,还是热情好客、心怀敬神之意的人?
§6.122ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή· §6.123νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα §6.124καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
仿佛有少女们阴柔的呼喊声在我四周响起,就像是占领着高耸山头、河流源头和葱郁草地的仙女们的呼喊。
§6.125ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
难道我其实正处在能口吐人言的凡人附近?
§6.126ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
且慢,让我自己去试探一下,看个究竟。
§6.127ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς, §6.128ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ §6.129φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
” 说完,高贵的奥德修斯从灌木丛下爬了出来,用粗壮的手从茂密的林木中折下一根绿枝,以便用树叶遮挡住男子的私处。
§6.130βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, §6.131ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε §6.132δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν §6.133ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ §6.134μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
他走了出来,就像一只对自己力量充满自信的深山雄狮,它顶着风雨前行,它的双眼闪烁着怒火;它闯入牛群、羊群,或者追逐野鹿;饥饿的腹部驱使着它,甚至要闯入坚固的羊圈去捕食羊只。