Humanitext Reader

ホメロス · オデュッセイア §5.145-5.214

カリュプソの出発の促しとオデュッセウスの決意

34 / 173 箇所 · ギリシア語

要旨

ヘルメスが去った後、カリュプソはオデュッセウスに筏を作って帰還するよう促す。オデュッセウスは当初その意図を疑うが、彼女の誓いによって安心し、共に食事をとった後、彼女から不死の提案と引き換えに引き留めを受ける。

§5.145τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
これに対して、使者アルゲイポンテスが答えて語りかけた。
§5.146οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
「そのようにして今すぐ彼を送り出し、ゼウスの怒りを恐れるがよい。
§5.147μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
後になって彼があなたに腹を立て、過酷に当たることがないように。
§5.148ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
」こう語ると、力強いアルゲイポンテスは立ち去った。
§5.149ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη §5.150ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
一方、高貴な女仙は、偉大な心を持つオデュッセウスのもとへと歩み寄った、ゼウスの伝言を聞き入れたので。
§5.151τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον·
彼女は彼が海岸に座っているのを見出した。
οὐδέ ποτʼ ὄσσε §5.152δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
彼の両の目から涙が乾くことは決してなく、甘美な生涯は流れ去りつつあった、帰還を哀悼する彼にとって。
§5.153νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
もはや彼にとって女仙は気に入らなかったからである。
§5.154ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ §5.155ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ· §5.156ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων §5.157δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων §5.158πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
実のところ、夜の間は、彼は否応なしに空洞の洞窟の中で、望まぬ男として望む彼女の傍らで眠っていたが、昼の間は、岩や海岸の上に座って、涙と呻きと苦痛によって自らの心を引き裂き、実りなき海を見つめながら、涙を流し続けていた。
§5.159ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·
その傍らに立ち、女神たちの中で気高き彼女が話しかけた。
§5.160κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν
「不運な男よ、私のところでこれ以上嘆き悲しむな。
§5.161φθινέτω·
お前の生涯が消耗していくことのないように。
ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
今や私は心からお前を送り出すつもりなのだから。
§5.162ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ §5.163εὐρεῖαν σχεδίην·
さあ、長い材木を切り倒し、青銅の道具で組み立てるがよい、広い筏を。
ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς
そしてその上に甲板を取り付けるのだ、高く。
§5.164ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.
それがお前を霧深い海の上へと運んでくれるように。
§5.165αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν §5.166ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,
そして私は穀物と水、それに赤い葡萄酒を十分に積み込もう、お前の飢えを防いでくれるものを。
§5.167εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν, §5.168ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι, §5.169αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
衣類を着せ、お前の後ろから順風を送ろう、お前が無傷で自らの祖国の地に到着できるように、もしも広い天を支配する神々がそれを望まれるなら。
§5.170οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.
彼らは考えることにおいても、決めることにおいても、私より勝っているのだから。
§5.171ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, §5.172καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
」こう語ると、耐え忍ぶ気高きオデュッセウスは身震いし、声を出して、翼ある言葉で彼女に語りかけた。
§5.173ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν, §5.174ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
「女神よ、あなたは帰還の送り出しではなく、別のことを企んでいるに違いありません、筏によって海の巨大な深淵を渡れと私に命じるのですから。
§5.175δεινόν τʼ ἀργαλέον τε·
恐ろしく、過酷な深淵を。
τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι §5.176ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
均整の取れた、快速の船でさえ、ゼウスの順風に喜んで乗りながら、そこを渡ることはないというのに。
§5.177οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην, §5.178εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
あなたの同意なしには、私は決して筏には乗らないでしょう、女神よ、あなたが私に、重大な誓いを立てることを決意してくださらない限りは。
§5.179μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
私を害するために、別の悪意ある企てを企てないと。
§5.180ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων, §5.181χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
」こう語ると、女神たちの中で気高きカリュプソは微笑み、手で彼をなで、言葉を発して名指して語りかけた。
§5.182ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς, §5.183οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
「本当に、お前は悪知恵が働き、無駄なことは何も知らない男だ、そのような言葉を思いつき、口にするとは。
§5.184ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε §5.185καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
今やこれを知るがよい、大地と、上方の広い天と、そして流れ落ちるステュクスの水が。
§5.186ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
これは、恵み豊かな神々にとっても、最も重大で最も恐るべき誓いなのだ。
§5.187μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
私はお前を害するために、別の悪意ある企てを企てはしない。
§5.188ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ §5.189αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
むしろ、私自身にそれほどの必要が迫ったときに、自分自身のために企てるであろうことを、お前のために考え、計画しているのだ。
§5.190καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ §5.191θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.
なぜなら、私の考えもまた正義にかなっており、私自身の胸の中の心は鉄のようではなく、同情に満ちているからだ。
§5.192ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων §5.193καρπαλίμως·
」こう語ると、女神たちの中で気高き彼女は素早く先導した。
ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
そして彼は女神の足跡に従って歩んだ。
§5.194ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
神と男は、空洞の洞窟に到着した。
§5.195καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη §5.196Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν, §5.197ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
そして彼は、かつてヘルメスが立ち上がったその椅子に座り、女仙は彼の傍らにあらゆる食べ物を並べた、凡人の男たちが食べるような、食べたり飲んだりするものを。
§5.198αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο, §5.199τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
彼女自身は、神のようなオデュッセウスの向かい側に座り、侍女たちが彼女の傍らにアンブロシアとネクタルを置いた。
§5.200οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
彼らは目の前に用意されたごちそうへと手を伸ばした。
§5.201αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος, §5.202τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·
しかし、彼らが食べ物と飲み物によって満足すると、女神たちの中で気高きカリュプソが、最初に言葉をかけ始めた。
§5.203διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §5.204οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν §5.205αὐτίκα νῦν ἐθέλεις ἰέναι;
「ラエルテスの子、神々の血を引く、機知に富むオデュッセウスよ、そのようにして今すぐ我が家へと、愛する祖国の地へと行くことを望むのか。
σὺ δὲ χαῖρε καὶ ἔμπης.
それでもなお、達者でいくがよい。
§5.206εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα §5.207κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, §5.208ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις §5.209ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
もしも、祖国の地に到着する前に、運命がどれほど多くの苦難を経験することを定めているかを、お前が心で知っているならば、お前はここに留まり、私と共にこの館を守り、不死となるであろうに。
§5.210σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.
たとえ、お前が、自らの妻を見ることを切望し、来る日も来る日も彼女を思い慕っているとしても。
§5.211οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι, §5.212οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
私は決して彼女より劣っているとは思わない、体つきにおいても、容姿においても。
§5.213θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
なぜなら、凡人の女が不死の女神たちと体つきや容姿を競うなど、到底ふさわしくないのだから。
§5.214τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」これに対して、知略に富むオデュッセウスが答えて語りかけた。

語釈・文法注

  1. 5.155παρʼ οὐκ ἐθέλων ἐθελούσῃ — 望まぬ男(オデュッセウス)が、望む女(カリュプソ)の傍らで。前置詞 `παρά` に、否定辞 `οὐκ` を伴う現在分詞 `ἐθέλων` と、カリュプソを指す与格分詞 `ἐθελούσῃ` が並置されており、対比の妙をなしている。
  2. 5.160μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο — `μοι` は倫理与格として機能し、話者であるカリュプソの主観的な関与や懸念(「私を困らせるように」あるいは「私のところで」)を強めている。
  3. 5.178εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι — 条件文 `εἰ μή ... τλαίης` は希求法(潜在)を用い、主節の可能性を表す希求法+`ἂν`(`οὐδʼ ἂν ... ἐπιβαίην`、177行)に対応し、現在の想定上の条件を表す。
  4. 5.188ἅσσʼ ἂν ἐμοί περ αὐτῇ μηδοίμην — 関係節内の `ἅσσα`(`ἅτινα` のイオニア形)は `ἂν ... μηδοίμην`(希求法+`ἄν`)を伴い、仮定上の一般的状況(「私自身が同じような状況に直面したなら、自分自身のために企てるであろうようなこと」)を表す。
  5. 5.208ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις — 接辞 `κε`(`ἄν`)を伴う希求法 `φυλάσσοις` と `εἴης`(209行)は、206行の条件節 `εἴ γε μὲν εἰδείης`(もしお前が知っているなら)に続く帰結節であり、潜在または反実仮想の結果(「留まって…守り、不死となるだろうに」)を表す。

この箇所を引用する

ホメロス, オデュッセイア §5.145-5.214. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:5.145-5.214

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。