§5.215πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς §5.216πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια §5.217εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι· §5.218ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.
πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς "Queenly goddess, be not wroth with me for this; I know it well myself, πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια all of it, that wise Penelope is inferior to you εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι· in form and stature, to look upon face to face; ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως. for she is a mortal, while you are immortal and ageless.
§5.219ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα §5.220οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα Yet even so I wish and long day after day οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. to reach my home and to see the day of my return.
§5.221εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ, §5.222τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν· §5.223ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα §5.224κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω. §5.225ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν· §5.226ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο §5.227τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.
εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ, And if again some god shall shatter me on the wine-dark sea, τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν· I will endure it, having in my breast a heart that suffers grief; ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα for already have I suffered very much and toiled much κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω. amid waves and in war; let this too be added to those." ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν· So he spoke, and the sun set and darkness came on; ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο and they two went into the innermost recess of the hollow cave τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες. and took their joy of love, abiding by each other's side.
§5.228ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §5.229αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς, §5.230αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, §5.231λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ §5.232καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, And as soon as early-born, rosy-fingered Dawn appeared, αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς, straightway Odysseus put on his cloak and tunic, αὐὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, and the nymph herself put on a great robe of silvery white, λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ thin and graceful, and about her waist she cast a girdle καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην. beautiful and golden, and on her head she put a veil.
§5.233καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν· §5.234δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι, §5.235χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ §5.236στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός· §5.237δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο §5.238νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει, §5.239κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης, §5.240αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν· And then she planned the sending of great-hearted Odysseus; δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι, she gave him a great ax, fitted to his hands, χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ of bronze, sharpened on both sides; and in it στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός· a very beautiful haft of olive wood, well fitted; δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο and next she gave him a polished adze; and she led the way νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει, to the border of the island where tall trees grew, κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης, alder and poplar and pine that reached to heaven, αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς. long dry, very sere, that would float lightly for him.
§5.241αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει, §5.242ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων, §5.243αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει, But when she had shown him where the tall trees grew, ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων, Calypso, the beautiful goddess, went back home, αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον. but he began to fell timbers, and his work went fast.
§5.244εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ, §5.245ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ, Twenty trees in all did he fell, and axed them with the bronze, ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. and planed them skillfully, and made them straight by a line.
§5.246τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων· §5.247τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν, §5.248γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων· Meanwhile Calypso, the beautiful goddess, brought him augers; τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν, and he bored all the timbers and fitted them to one another, γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν. and with pegs and joints he hammered it together.
§5.249ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ §5.250φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων, §5.251τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ As wide as a man well-skilled in carpentry curves the floor φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων, of a broad merchant ship, τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς. so wide did Odysseus make his broad raft.
ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι, And he set up the deck-beams, fitting them to close-set ribs, ποιέι· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα. and made it; and he finished it with long gunwales.
§5.254ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ· §5.255πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ· And in it he made a mast, and a yard-arm fitted to it, πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι. and furthermore he made a rudder, that he might steer it.
φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι And he fenced it from stem to stern with willow osiers κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην. to be a defense against the wave; and he heaped up much brushwood.
τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων, Meanwhile Calypso, the beautiful goddess, brought him cloth ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά. to make sails; and he fashioned these too skillfully.
§5.260ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ, §5.261μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ, And he bound in it braces and halyards and sheets, μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν. and then with levers he dragged it down into the wondrous sea.
§5.262τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα· §5.263τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ, §5.264εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα· It was the fourth day, and all his work was finished; τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ, and on the fifth the beautiful Calypso sent him on his way from the island, εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα. when she had bathed him and clad him in fragrant garments.
§5.265ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο §5.266τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα §5.267κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά· §5.268οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο And the goddess put on board a skin of dark wine, τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα a second and a larger one of water, and provisions too κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά· in a wallet; and she packed for him many pleasing dainties; οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε. and she sent a wind that was harmless and warm.
§5.269γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
§5.270αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως §5.271ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν §5.272Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην §5.273Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν, §5.274ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, §5.275οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·
Joyfully then noble Odysseus spread his sails to the breeze, αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως and he guided his raft with the rudder skillfully, ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν as he sat, nor did sleep fall upon his eyelids Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην as he watched the Pleiads, and late-setting Bootes, Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν, and the Bear, which men also call the Wain, ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, which turns in its place and watches Orion, οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο· and alone has no share in the baths of Ocean.
την γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων, For Calypso, the beautiful goddess, had charged him ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα. to keep this on his left hand as he sailed over the sea.
§5.278ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων, §5.279ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα §5.280γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ· §5.281εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων, For seventeen days he sailed over the sea, ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα and on the eighteenth appeared the shadowy mountains γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ· of the land of the Phaeacians, where it lay nearest to him; εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ. and it looked like a shield in the misty sea.
§5.282τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων §5.283τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ §5.284πόντον ἐπιπλώων.
τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων But the lord, the shaker of the earth, as he came from the Ethiopians, τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ saw him from afar from the mountains of the Solymi; for Odysseus was seen πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον, by him sailing over the sea.
ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον, §5.285κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
And he waxed more wroth in his heart, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· and shaking his head he spoke to his own heart:"