Humanitext Reader

荷马 · 奥德赛 §5.145-5.214

卡吕普索放行与奥德修斯的决意

第 34 段,共 173 段 · 希腊语

内容简介

赫耳墨斯离去后,卡吕普索敦促奥德修斯建造木筏归国。奥德修斯起初怀疑她的意图,但在她立下重誓后感到安心。两人一同进餐,随后卡吕普索以长生不老诱惑他留下。

§5.145τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· §5.146οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν, §5.147μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· 使者阿耳革丰忒斯接着对她回答说: οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν, “现在你就这样放他走吧,当心宙斯的愤怒, μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ. 免得日后他对你动怒,严厉地惩罚你。
§5.148ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
” ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης· 说完这话,强有力的阿耳革丰忒斯便离去了。
§5.149ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη §5.150ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη 至于那尊贵的仙女,则朝向伟大的奥德修斯 ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων. 走去,因为她已听从了宙斯的旨意。
§5.151τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε §5.152δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν §5.153νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε 她发现他正坐在海滩上,而他的双眼 δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν 泪水从未干涸,他那甜美的生命正渐渐消逝, νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη. 因为他一直在哀恸着无法归家,而那仙女已不再令他心怡。
§5.154ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ §5.155ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ· §5.156ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων §5.157δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων §5.158πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ 的确,在夜晚,他不得不在 ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ· 幽深的洞窟里,在巴望与他相伴的她身旁,心不甘情不愿地同寝; ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων 但在白天,他却坐在岩石和海滩上, δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων 用泪水、呻吟和痛苦折磨着自己的心灵, πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. 一边流着眼泪,一边久久凝望着无垠的荒海。
§5.159ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων· §5.160κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν §5.161φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων· 尊贵的女神走到他身边,开口对他说道: κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν “可怜的人啊,不要再在我这里哀恸,也不要让你的生命 φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω. 虚度消逝;因为现在我已真心实意地要送你离去。
§5.162ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ §5.163εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς §5.164ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.
ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ 来吧,去砍伐长木,用青铜工具建造起 εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς 一艘宽敞的木筏;在筏上还要牢固地搭建起 ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον. 高高的甲板,使它能载着你跨越昏暗的大海。
§5.165αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν §5.166ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι, §5.167εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν, §5.168ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι, §5.169αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, §5.170οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.
αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν 而我会为你装足食物、水和红色的葡萄酒, ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι, 这些充足的物资能帮你抵御饥饿, εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν, 我还要给你穿上衣服,并在你身后送去顺风, ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι, 好让你得以安然无恙地回到自己的祖国土地, αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, 只要那掌管辽阔天空的神明们愿意, οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε. 他们在谋划和决断上都比我更为强大。
§5.171ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, §5.172καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §5.173ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν, §5.174ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης, §5.175δεινόν τʼ ἀργαλέον τε·
” ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, 她说了这话,那历经磨难的、高贵的奥德修斯不由得浑身颤栗, καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· 随之开口,对她吐露长了翅膀的话语: ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν, “女神啊,你此举绝非为了送我归家,而是另有图谋, ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης, 你竟然叫我乘着木筏,去跨越那巨大而可怕的 δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι 海洋深渊。
τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι §5.176ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
那是如此凶险艰难,即便是平稳 ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ. 飞驰的快船,在喜迎宙斯所赐顺风时,也难以逾越。
§5.177οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην, §5.178εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι §5.179μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην, 除非得到你的允诺,否则我决不上这木筏, εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι 除非你,女神,肯向我立下最庄严的誓言: μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο. 绝不谋划其他恶毒的计谋来加害于我。
§5.180ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων, §5.181χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §5.182ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς, §5.183οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
” ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων, 他说了这话,神圣的女仙卡吕普索不由得微微一笑, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· 用手轻轻抚摩着他,开口叫着他的名字说道: ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς, “你真是一个精明的家伙,脑子里绝非空无一物, οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι. 居然能想出这样的话来说。
§5.184ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε §5.185καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος §5.186ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, §5.187μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε 且让大地知道,还有头顶上宽广的天空, καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος 以及直流而下的斯堤克斯河之水——这对福乐的 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, 神明们来说是最伟大、最令人畏惧的誓言: μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο. 我决不谋划其他任何恶毒的计谋来加害于你。
§5.188ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ §5.189αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι· §5.190καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ §5.191θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.
ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ 相反,我所思虑和筹划的,正是我 αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι· 自己在面临如此紧迫的需要时所会作出的筹划; καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ 因为我的心中同样秉持着公正,而我的 θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων. 心肠也绝非铁石,而是充满了同情怜悯。
§5.192ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων §5.193καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
” ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων 尊贵的女神说完这话,便在前面 καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. 步履匆匆地带路;他则紧跟在这位女神的足迹后面。
§5.194ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ, §5.195καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη §5.196Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν, §5.197ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ, 男神与凡人一同来到了幽深的洞窟, καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη 他在那里坐上了先前赫耳墨斯 Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν, 站起身来的宝座,而仙女则在他面前摆上了各种食物, ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν· 供他饮食,尽是凡人男子所享用的那些。
§5.198αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο, §5.199τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο, 至于她自己,则坐在神圣的奥德修斯对面, τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν. 侍女们在她的面前摆上了神食安布罗西娅和神酒尼克塔尔。
§5.200οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 他们便伸手拿取摆在面前准备好的食物。
§5.201αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος, §5.202τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων· §5.203διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §5.204οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος, 待他们饱享了饮食之后, τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων· 神圣的女仙卡吕普索最先开口对他们说道: διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, “拉厄耳忒斯之子,神明后裔,足智多谋的奥德修斯, οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν 你真的打算现在就动身归家,回到自己心爱的祖国土地去吗?
§5.205αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης. 既然如此,我也祝你一路平安。
§5.206εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα §5.207κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, §5.208ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις §5.209ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι §5.210σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.
εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα 但如果你能心里明白,在你抵达祖国土地之前, κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, 命运注定要让你历经多少苦难, ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις 你就会留在这里,陪伴着我守候这所家园, ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι 并获得长生,哪怕你内心深处是如此渴望见到 σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα. 你的妻子——那个你天天念念不忘的女人。
§5.211οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι, §5.212οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν §5.213θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι, 我敢说,自己无论如何都不比她差, οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν 论身材还是美貌;因为无论如何, θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν. 凡间女子在身材和美貌上都绝不应该与长生的女神相比。
§5.214τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
” τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 智谋超群的奥德修斯接着对她回答说:

词汇与语法注释

  1. 5.155παρʼ οὐκ ἐθέλων ἐθελούσῃ — 由介词 `παρά` 引导,生动地对比了不情愿的男主角 `οὐκ ἐθέλων`(奥德修斯)与情愿的女主角 `ἐθελούσῃ`(卡吕普索)。
  2. 5.160μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο — 代词 `μοι` 是伦理与格,强调说话者卡吕普索对奥德修斯悲伤情绪的关注或对其产生的影响(“不要再在我这里/为我哀痛”)。
  3. 5.178εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι — 使用希求法变位的 `τλαίης` 引导的条件句,与主句中带 `ἂν` 的潜在希求法 `οὐδʼ ἂν ... ἐπιβαίην` 相呼应,表示对现在或未来的谨慎假设。
  4. 5.188ἅσσʼ ἂν ἐμοί περ αὐτῇ μηδοίμην — 关系代词 `ἅσσα`(`ἅτινα` 的史诗形式)后接带 `ἂν` 的希求法 `ἂν ... μηδοίμην`,表示在假想情境下的普遍或可能行为(“正如我自己也会筹划的那样”)。
  5. 5.208ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις — 带有助词 `κε`(相当于 `ἄν`)的希求法动词 `φυλάσσοις` 和 `εἴης`(第209行),构成了由第206行 `εἴ γε μὲν εἰδείης` 引导的条件句的主句,表示潜在或与事实相反的结果。

引用这一段

荷马, 奥德赛 §5.145-5.214. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:5.145-5.214

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。