Humanitext Reader

ホメロス · オデュッセイア §3.358-3.428

アテネの変身とネストルの生贄の準備

18 / 173 箇所 · ギリシア語

要旨

女神アテネは鳥の姿となって去り、ネストルは彼女がアテネであることを確信して祈りを捧げ、テレマコスを自らの館に迎え入れる。翌朝、ネストルは息子たちを集め、アテネへの生贄として雌牛を捧げる準備を指示する。

§3.358Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
テレマコスが従うことは。 その方がはるかに良いからだ。
§3.359ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ §3.360σοῖσιν ἐνὶ μεγάροισιν·
しかしこの者は今、あなたとともに付き従い、あなたの館の中で眠るように。
ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν §3.361εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
私は黒い船へと行き、戦友たちを励まし、すべてを告げることにしよう。
§3.362οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
なぜなら、彼らの中で私だけが年長であると自負しているからだ。
§3.363οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, §3.364πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
他の者たちは、友情から従っている若い男たちであり、皆、気高きテレマコスと同年代の者たちなのだ。
§3.365ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ §3.366νῦν·
そこで私は、今宵は中空の黒い船の傍らで横になるとしよう、今は。
ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
しかし夜が明けたら、気高きカウコネス人のところへ行く。
§3.367εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε §3.368οὐδʼ ὀλίγον.
そこには私に回収すべき負債がある。 最近のものでもなく、僅かなものでもない。
σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα, §3.369πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους, §3.370οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
しかしあなたのもとへ彼は至ったのだから、戦車とあなたの息子とともに彼を送り出し、馬を与えてやってほしい、走るのが最も軽快で、体力が最も優れた馬を。
§3.371ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη §3.372φήνῃ εἰδομένη·
」こう語って、輝く瞳のアテネは去って行った、ヒゲワシの姿に似せて。
θάμβος δʼ ἕλε πάντας ἰδόντας.
見た者すべてを驚愕が襲った。
§3.373θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς· §3.374Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
長老は自分の目にするや驚嘆し、テレマコスの手を取り、言葉をかけて語りかけた。
§3.375ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, §3.376εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
「友よ、私はお前が卑劣で臆病な者になるとは思わない、若いお前に、このように神々が先導者として付き従うのなら。
§3.377οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων, §3.378ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, §3.379ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
というのも、オリンポスの館を持つ神々のうち、他の誰でもなく、アッティカの娘、最も誉れ高きトリトゲネイアだからだ、まさに彼女こそ、アルゴス人たちの中で、お前の優れた父をも重んじておられた。
§3.380ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν, §3.381αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
されば女王よ、慈悲を垂れ、私に優れた名声を与えたまえ、私自身と、息子たちと、敬うべき妻に。
§3.382σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον §3.383ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
お前には、私は額の広い、1歳の雌牛を捧げよう、まだ誰にも馴らされていない、人がまだ軛の下へと導いたことのない雌牛を。
§3.384τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
その牛を、私は角に黄金をかぶせて、お前に捧げよう。
§3.385ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
」こう彼は祈りつつ語り、パラス・アテネは彼の祈りを聞き届けた。
§3.386τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ, §3.387υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
彼らを先導したのは、ゲレニアの騎手ネストルであった、息子たちと娘婿たちを、己の美しい館へと。
§3.388ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος, §3.389ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
しかし、彼らがその王の、大いに名高き館へと至ったとき、彼らは順々に長椅子や椅子に腰掛けた。
§3.390τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν §3.391οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
館に至った彼らに、長老はミキシング・ボウルの中に混ぜ合わせた、甘く飲み良い葡萄酒を。
§3.392ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
それを11年目に女家庭管理人が開き、封を解いたのだ。
§3.393τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ §3.394εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
その酒を、長老はボウルの中で混ぜ合わせ、アテネに向かって多くを祈りつつ献酒を捧げた、アイギスを持つゼウスの娘に。
§3.395αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, §3.396οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
しかし、彼らが献酒を捧げ、心が望むだけ飲んだあと、彼らは横になって眠るために、それぞれ家へと帰って行った。
§3.397τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ, §3.398Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο, §3.399τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
しかしテレマコスを、ゲレニアの騎手ネストルはその場にとどめて眠らせた、気高いオデュッセウスの愛する息子、テレマコスを、響き渡る回廊の下の、孔の穿たれた寝台の上に。
§3.400πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν, §3.401ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
その傍らには、良いトネリコの槍を持つ、人々の指導者ペイシストラトスを配した、彼は彼の息子たちの中で、まだ独身で館にいた者であった。
§3.402αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, §3.403τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
彼自身はまた、高い館の奥深くで眠り、彼の妻である女主人が、彼のために寝台と寝具を整えた。
§3.404ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §3.405ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, §3.406ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
早起きにして、薔薇の指を持つ暁が現れたとき、ゲレニアの騎手ネストルは寝台から起き上がり、外に出て、磨かれた石の上に腰掛けた。
§3.407οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, §3.408λευκοί, ἀποστίλβοντες ἀλείφατος·
その石は、彼の高い扉の前にあった、白く、油で磨かれて輝いていた。
οἷς ἔπι μὲν πρὶν §3.409Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
その上で、かつてはネレウスが腰掛けていた、神々と等しい相談相手であったネレウスが。
§3.410ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
しかし彼はすでに運命に屈して、ハデスへと去っていた。
§3.411Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, §3.412σκῆπτρον ἔχων.
今度はゲレニアのネストルが、アカイア人の護り手が、そこに腰掛けていた、王笏を手にして。
περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο §3.413ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε §3.414Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
その周りに、息子たちが一堂に集まってきた、部屋から出てきて、エケプロンとストラティオス、ペルセウスとアレトス、そして神のようなトラシュメデス。
§3.415τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
彼らのあとに、6番目として英雄ペイシストラトスがやって来た。
§3.416πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
そして彼らは、神に似たテレマコスを連れてきて、その傍らに座らせた。
§3.417τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
彼らに向かって、ゲレニアの騎手ネストルが言葉を切り出した。
§3.418καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ, §3.419ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην, §3.420ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
「愛する子供たちよ、私の望みを速やかに叶えておくれ、神々の中で何よりもまず、アテネの心を和らげるために、彼女は神の豊かな祝宴に、私の前に自らの姿を現してくださったのだから。
§3.421ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα §3.422ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
さあ、一人は平野へと牛を求めて行くがよい、速やかに牛が来るように、牛飼いの男がそれを追ってくるように。
§3.423εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν §3.424πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
もう一人は、気高きテレマコスの黒い船へと行き、すべての戦友たちを連れてくるがよい、二人だけを残して。
§3.425εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω §3.426ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
またもう一人は、金細工師ラエルケスにここへ来るよう命ずるがよい、雌牛の角に金箔をかぶせるために。
§3.427οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω §3.428δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
残りの者たちは、皆ここに留まり、館の中にいる女奴隷たちに、名高き館の中で祝宴の準備をするよう伝えるがよい、」

語釈・文法注

  1. 3.358Τηλέμαχον πείθεσθαι — 不定詞 `πείθεσθαι`(現在中動・受動態不定詞)と対格の主語 `Τηλέμαχον` は、3.357 の `σοὶ δὲ ἔοικεν`(お前にふさわしい)に続く対格不定詞構文。全体として「テレマコスが従うことがお前にふさわしい」という意味になる。
  2. 3.365ἔνθα κε λεξαίμην — 小辞 `κε`(アッティカ方言の `ἄν`)を伴うアオリスト中動態希求法 `λεξαίμην`(`λέχομαι`:横になる)は、ホメロスにおいて潜在、または話者の穏やかな意志を表す。ここでは未来の予定行動を緩やかに述べている。
  3. 3.390τοῖσι δʼ ὁ γέρων ἐλθοῦσιν — `τοῖσι... ἐλθοῦσιν` は「やって来た彼らのために」という関与の与格(dativus commodi)、あるいは動詞 `κέρασσεν`(混ぜ合わせた)の対象を示す与格である。
  4. 3.400πὰρʼ δʼ ἄρʼ — `πὰρʼ`(`παρά` のアポコペ)は副詞的に、あるいは前置詞の動詞省略を伴う形で使われており、文脈上 3.397 の `κοίμησε`(眠らせた)などの動詞の省略、または「~を傍らに(配した/寝かせた)」という存在を表す動詞の省略が想定される。
  5. 3.418κρηήνατʼ — `κρηήνατʼ` は動詞 `κραίνω`(あるいは叙事詩形 `κραιαίνω`、果たす)のアオリスト能動態命令法2人称複数形 `κρηήνατε` の語尾がエリジオン(母音脱落)したものである。

この箇所を引用する

ホメロス, オデュッセイア §3.358-3.428. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:3.358-3.428

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。