§3.429ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
「また、席と、薪を周りに、そして輝く水を持ってくるように。
§3.430ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον.
」こう彼は語り、彼らはみな忙しく立ち働いた。
ἦλθε μὲν ἂρ βοῦς
すると、雌牛がやって来た、平野から。
§3.431ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
そしてやって来た、素早い均整の取れた船の傍らから、気高きテレマコスの戦友たちが。
§3.432Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς §3.433ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης, §3.434ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην, §3.435οἷσίν τε χρυσὸν εἰργάζετο·
またやって来た、鍛冶屋が、その手に青銅の道具、技術の道具を携えて、金床と、槌と、巧みに作られたやっとこを、それらを用いて彼は黄金を加工していたのだ。
ἦλθε δʼ Ἀθήνη §3.436ἱρῶν ἀντιόωσα.
またアテネがやって来た、生贄に立ち会うために。
γέρων δʼ ἱππηλάτα Νέστωρ §3.437χρυσὸν ἔδωχʼ·
長老にして騎手ネストルは黄金を与えた。
ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
すると彼は雌牛の角にそれをかぶせた、角を飾り立てて。
§3.438ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
女神がそれを見て喜ぶように。
§3.439βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
雌牛の角を引いてきたのは、ストラティオスと神のようなエケプロンであった。
§3.440χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
手洗いの水を、彼らのためにアレトスが、花模様の施された洗面器に入れて、部屋から持ってやって来た。
§3.441ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
もう一方の手には、大麦の粒を籠に入れて持っていた。
また戦いに耐え抜くトラシュメデスは、鋭い斧を手に持って、雌牛を切り倒すために傍らに立っていた。
§3.444Περσεὺς δʼ ἀμνίον εἶχε·
ペルセウスは血を受ける器を持っていた。
γέρων δʼ ἱππηλάτα Νέστωρ §3.445χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
長老にして騎手ネストルは、手洗いの水とおおむぎの粒から儀式を開始した。
§3.446εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
そしてアテネに多くを祈りつつ、初穂として、頭の毛を火の中に投げ入れた。
§3.447αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, §3.448αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης §3.449ἤλασεν ἄγχι στάς·
しかし、彼らが祈りを終え、大麦の粒を振りかけたあと、すぐにネストルの息子、気高きトラシュメデスが、近くに立って打った。
πέλεκυς δʼ ἀπέκοψε τένοντας
斧は腱を切り裂いた、首の腱を。
§3.450αὐχενίους, λῦσεν δὲ βοὸς μένος.
そして雌牛の力を失わせた。
αἱ δʼ ὀλόλυξαν §3.451θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις §3.452Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
すると女たちが叫び声を上げた、娘たちも、息子の妻たちも、そして敬うべき妻も、ネストルの妻、クリュメノスの娘たちの長姉エウリュディケが。
ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
そして人々の指導者ペイシストラトスが切り裂いた。
§3.455τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός, §3.456αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
それから黒い血が流れ出て、骨から命が去ったとき、彼らはすぐにそれを切り分け、ただちに腿の骨を切り取った、すべて作法通りに。
§3.457πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
そしてそれらを脂身で包んだ、二重にして。
§3.458δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
その上に生肉を載せた。
νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
若者たちは彼の傍らで、五又の鉾を手に持っていた。
§3.461αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, §3.462μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
しかし、腿の骨が焼き尽くされ、彼らが内臓を味わったあと、彼らは残りの肉を細かく切り、串に刺した。
§3.463ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
そして、先のとがった串を手に持ちながら、それを焼いた。
その間、テレマコスを、美しいポリカステが湯あみさせた、ネレウスの子ネストルの、最も若い娘が。
しかし、彼女が彼を湯あみさせ、オリーブ油をなめらかに塗ったあと、彼の周りに美しい外套とチュニックをまとわせた。
§3.468ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
彼は湯船から出て行った、その姿は不死の神々に似ていた。
§3.469πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
そして彼はネストルの傍らへと行き、腰掛けた、人々の牧者の傍らに。
彼らが上の肉を焼き、串から引き抜いたとき、彼らは腰掛けて馳走を食べた。
ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο §3.472οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
優れた男たちが立ち働き、黄金の杯に葡萄酒を注ぎ分けた。
しかし、彼らが飲み食いの欲求を満たしたあと、彼らに向かって、ゲレニアの騎手ネストルが言葉を切り出した。
§3.475παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους §3.476ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
「私の息子たちよ、さあテレマコスのために、美しい鬣の馬たちを戦車に繋ぎ、連れてくるがよい、彼が道を進むことができるように。
§3.477ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
」こう彼は語り、彼らは彼の言葉を大いに聞き入れ、従った。
§3.478καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
そして速やかに、戦車に素早い馬たちを繋いだ。
その中に、女家庭管理人がパンと葡萄酒を載せた、そして、神に育まれた王たちが食べるようなごちそうを。
§3.481ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
テレマコスは、大層美しい戦車へと乗り込んだ。
§3.482πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν, §3.483ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
彼の傍らには、ネストルの息子ペイシストラトス、人々の指導者が、戦車へと乗り込み、手綱を手に取った。
§3.484μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
そして走らせるために鞭を当てると、二頭は嫌がらずに飛び出した、平野へと。
§3.485ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
彼らはピュロスの険しい町をあとにした。
§3.486οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
彼らは一日中、両側に掛けられた軛を揺らしながら進んだ。
§3.487δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, §3.488ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, §3.489υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
太陽が沈み、すべての道が影に覆われたとき、彼らはペライへと至り、ディオクレスの館に着いた、オルティロコスの息子、アルペイオスがもうけた息子の。
§3.490ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
そこで彼らは夜を明かした。 主人は彼らに歓待の品を供した。
§3.491ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §3.492ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
早起きにして、薔薇の指を持つ暁が現れたとき、彼らは馬を繋ぎ、色鮮やかな戦車へと乗り込んだ。
§3.493ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
彼らは前庭と、響き渡る回廊からそれを走らせた。
§3.494μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
彼は走らせるために鞭を当てると、二頭は嫌がらずに飛び出した。
τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
それほどまでに素早い馬たちが彼らを運んで行ったのだ。
§3.497δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
太陽が沈み、すべての道が影に覆われた。