Humanitext Reader

荷马 · 奥德赛 §3.358-3.428

雅典娜显圣与涅斯托尔筹备献祭

第 18 段,共 173 段 · 希腊语

内容简介

女神雅典娜化作海雕离去,涅斯托尔确信其神明身份后向其祈祷,并将忒勒马科斯迎入府邸款待。次日清晨,涅斯托尔召集众子,指示准备献祭给雅典娜的牝牛。

§3.358Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
让忒勒马科斯听从,因为这样要好得多。
§3.359ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ §3.360σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν §3.361εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
但他如今会随你一同前往,以便在你的殿堂中安睡;而我则要前往黑色的船上,去鼓励同伴们,并将一切交代清楚。
§3.362οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι· §3.363οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, §3.364πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
因为在他们中间,我自认是唯一的长者;而其余跟随的人都是出于情谊的年轻人,所有人都是和气宇轩昂的忒勒马科斯同龄的人。
§3.365ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ §3.366νῦν·
今夜我将在那空心的黑色船旁躺下歇息;现在。
ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους §3.367εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε §3.368οὐδʼ ὀλίγον.
但明朝我将前往气宇轩昂的卡乌科涅斯人那里,去讨回一笔并非新近欠下的也不算少的债务。
σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα, §3.369πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους, §3.370οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
而你,既然他来到了你的府邸,就派战车和你的儿子送他一程,并给他最轻快的马匹,那些奔跑起来最为轻捷、体力最出色的骏马。
§3.371ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη §3.372φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
” 蓝眼睛的雅典娜说完这些便离去了,化作一只海雕的模样;目睹此景的所有人都大为惊异。
§3.373θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς· §3.374Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §3.375ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, §3.376εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
老人亲眼目睹,亦惊叹不已;他拉着忒勒马科斯的手,开口对他说道: “我的朋友,我决不信你会变得卑劣和懦弱,如果在如此年轻时,神明就这般作为你的向导而随行。
§3.377οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων, §3.378ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, §3.379ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
因为这绝非拥有奥林波斯殿堂的旁人,而是宙斯的女儿,最光荣的特里托革尼亚,正是她在阿耳戈斯人中,也曾器重你那高贵的父亲。
§3.380ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν, §3.381αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι· §3.382σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον §3.383ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· §3.384τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
女王啊,求你垂怜,恩赐我以高尚的名声,赐予我、我的孩子们,以及我那令人敬重的妻子;而我反过来也会向你献祭一头宽额的一岁牝牛,它是未被驯服的,从未有人将它领入轭下;我会为它的双角镀上黄金,用来向你献祭。
§3.385ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
” 他祈祷着这样说,帕拉斯·雅典娜听取了他的祈求。
§3.386τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ, §3.387υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
盖勒尼亚骑士涅斯托尔走在前面引导着他们,带着他的儿子们和女婿们,走向自己华美的殿堂。
§3.388ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος, §3.389ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· §3.390τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν §3.391οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
而当他们到达了那王极有名望的殿堂,他们便依次坐在长椅和靠椅上;面对到来的他们,老人将一缸甜美可口的葡萄酒调匀。
§3.392ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε· §3.393τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ §3.394εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
那是到了第十一个年头,女管家才将其打开并解开封口;老人用它斟满酒缸,并在倾洒奠酒时,向带盾牌的宙斯之女雅典娜致以长久的祈祷。
§3.395αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, §3.396οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, §3.397τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ, §3.398Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο, §3.399τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, §3.400πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν, §3.401ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν· §3.402αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, §3.403τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
但当他们奠酒完毕、喝够了他们心中所想的酒后,他们便纷纷回去准备就寝,各自回到了家中,而盖勒尼亚骑士涅斯托尔则让忒勒马科斯留在此处睡下,即神圣奥德修斯的爱子忒勒马科斯,在那回声响亮的廊下,安放在穿孔的床榻之上,旁边则安放了擅用梣木枪的人中豪杰避西斯特拉托斯,他是他儿子中依然单身、留在大殿里的人;他自己则又在高大殿宇的深处睡去,他的主妇妻子为他铺设好了床铺和寝具。
§3.404ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §3.405ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, §3.406ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν, §3.407οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, §3.408λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν §3.409Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· §3.410ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, §3.411Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, §3.412σκῆπτρον ἔχων.
当初升的、玫瑰色手指的黎明神女现身之时,盖勒尼亚骑士涅斯托尔便从床榻上起身,走到室外,坐到了磨光的石座上,那些石座就安放在他高耸的门扉前,白皙且因涂油而闪闪发亮;过去涅琉斯常坐在那上面,他是智谋等同神明的顾问;但他早已屈服于命运之神,前往了哈得斯之处,此时便是盖勒尼亚的涅斯托尔——阿开亚人的保护者坐在了那儿,手里拿着权杖。
περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο §3.413ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε §3.414Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
他的儿子们也三五成群地聚集在周围,纷纷走出卧室,有埃克弗龙和斯特拉提奥斯,还有珀耳修斯、阿雷托斯以及神一样的塞拉叙墨得斯。
§3.415τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, §3.416πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
随后,第六个到来的是英雄避西斯特拉托斯,他们将神一般的忒勒马科斯引来,并安置在一旁坐下。
§3.417τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· §3.418καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ, §3.419ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην, §3.420ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
盖勒尼亚骑士涅斯托尔对他们开口说话: “我亲爱的孩子们,快快满足我的愿望吧,让我首先能够在诸神中取悦雅典娜,因为她在神明丰盛的宴席上显现真身,来到了我面前。
§3.421ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα §3.422ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ· §3.423εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν §3.424πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους· §3.425εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω §3.426ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
来吧,派一个人去平原牵一头牝牛来,让她能够以最快的速度到来,并让看牛的人将它赶来;另一个去气宇轩昂的忒勒马科斯的黑色船只那儿,把所有的同伴都带来,只留下两个人;还要有一个人去吩咐金匠拉埃尔克斯来到这里,好让他能为那牝牛的双角镀上黄金。
§3.427οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω §3.428δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
至于其余的人,你们全都留在这里,吩咐殿里女仆们,在那有名望的府邸里着手准备宴席,”

词汇与语法注释

  1. 3.358Τηλέμαχον πείθεσθαι — 不定词 `πείθεσθαι`(现在中/被动语态不定词)及其宾格主语 `Τηλέμαχον` 承接前一行 3.357 的 `σοὶ δὲ ἔοικεν`(这很适合你),整体构成“忒勒马科斯听从你是适合的”之意。
  2. 3.365ἔνθα κε λεξαίμην — 伴随助词 `κε`(相当于雅典方言的 `ἄν`)的过去时中动语态祈愿式 `λεξαίμην`(源自 `λέχομαι`,意为躺下)在荷马史诗中表示潜在可能性或说话者温和的意愿,此处表示“我将在那里躺下歇息”。
  3. 3.390τοῖσι δʼ ὁ γέρων ἐλθοῦσιν — 与格复数分词 `τοῖσι... ἐλθοῦσιν` 既可以作为表示利益/关切的与格(dativus commodi),意为“为到来的他们”,也可以作为动词 `κέρασσεν`(调匀)的间接宾语。
  4. 3.400πὰρʼ δʼ ἄρʼ — 前置词 `πὰρʼ`(`παρά` 的尾音脱落形)在此作副词使用,或与省略的表示“安放”或“就寝”的动词(如 3.397 行的 `κοίμησε`)构成动词省略结构,意为“并在(他)旁边[安放了]……”。
  5. 3.418κρηήνατʼ — `κρηήνατʼ` 是动词 `κραίνω`(或史诗形 `κραιαίνω`,意为实现、完成)的第二人称复数过去时活动语态命令式 `κρηήνατε` 在元音省写后的形式。

引用这一段

荷马, 奥德赛 §3.358-3.428. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:3.358-3.428

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。