§3.358Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
for Telemachus to obey, since it is much better thus.
§3.359ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ §3.360σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν §3.361εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
But he indeed shall now follow with you, so that he may sleep in your halls; but I will go to the black ship to encourage my companions and tell them everything.
§3.362οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι· §3.363οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, §3.364πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
For I alone among them boast to be older; the others follow out of friendship, being younger men, all of them of the same age as great-hearted Telemachus.
§3.365ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ §3.366νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους §3.367εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε §3.368οὐδʼ ὀλίγον.
There would I lie down by the hollow black ship now; but in the morning I will go to the great-hearted Cauconians, where a debt is owed to me, by no means recent nor small.
σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα, §3.369πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους, §3.370οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι. §3.371ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη §3.372φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
But do you, since he has come to your house, send him with a chariot and your son; and give him horses, which are lightest for you to run and best in strength." Having thus spoken, grey-eyed Athena departed, in the likeness of an osprey; and wonder seized all who saw it.
§3.373θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς· §3.374Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §3.375ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, §3.376εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
And the old man marveled, when he saw it with his eyes; and he took Telemachus by the hand, and spoke, and addressed him: "My friend, I do not expect that you will be base and cowardly, if indeed when you are so young the gods follow you as guides.
§3.377οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων, §3.378ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, §3.379ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
For this is no other of those who hold Olympus' halls, but the daughter of Zeus, most glorious Tritogeneia, she who also honored your noble father among the Argives.
§3.380ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν, §3.381αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι· §3.382σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον §3.383ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· §3.384τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. §3.385ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
But, O Queen, be gracious, and grant me noble fame, to myself and my children and my revered wife; and to you in turn I will sacrifice a yearling heifer, broad-browed, untamed, which no man has yet led under the yoke; this one I will sacrifice to you, pouring gold about her horns." So he spoke praying, and Pallas Athena heard him.
And among them led Gerenian horseman Nestor, his sons and sons-in-law, to his beautiful halls.
§3.388ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος, §3.389ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· §3.390τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν §3.391οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ §3.392ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε· §3.393τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ §3.394εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
But when they reached the glorious halls of that king, they sat down in order on the couches and high chairs; and for them when they came the old man mixed a bowl of sweet-drinking wine, which in the eleventh year the housekeeper opened and undid the seal; of this the old man mixed a bowl, and to Athena he prayed much, pouring libations, the daughter of aegis-bearing Zeus.
§3.395αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, §3.396οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, §3.397τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ, §3.398Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο, §3.399τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, §3.400πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν, §3.401ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν· §3.402αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, §3.403τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
But when they had poured libations and drunk as much as their heart desired, they went indeed to lie down, each to his own house, but there Nestor, Gerenian horseman, laid to sleep Telemachus, the dear son of divine Odysseus, on corded beds under the echoing portico, and beside him the spear-famed Pisistratus, leader of men, who of his sons was still an unmarried youth in the halls; and he himself in turn slept in the inner chamber of the high house, and for him his lady wife prepared the bed and bedding.
§3.404ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §3.405ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, §3.406ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν, §3.407οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, §3.408λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν §3.409Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· §3.410ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, §3.411Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, §3.412σκῆπτρον ἔχων.
And when the early-born, rosy-fingered Dawn appeared, then Gerenian horseman Nestor arose from his bed, and going out, sat down upon the polished stones, which were before his high doors, white, glistening with oil; upon which in former times Neleus used to sit, a counselor equal to the gods; but he indeed, already subdued by fate, had gone to Hades, and in turn Gerenian Nestor, the warden of the Achaeans, then sat there, holding his scepter.
περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο §3.413ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε §3.414Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
And around him his sons gathered in a crowd, coming from their chambers, Echephron and Stratius, Perseus and Aretus, and godlike Thrasymedes.
§3.415τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, §3.416πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
And after them as the sixth came the hero Pisistratus, and they brought godlike Telemachus and seated him beside them.
§3.417τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· §3.418καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ, §3.419ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην, §3.420ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
And among them spoke the Gerenian horseman Nestor: "Quickly for me, dear children, fulfill my desire, so that indeed first of all the gods I may propitiate Athena, who came to me in visible form to the rich feast of the god.
§3.421ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα §3.422ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ· §3.423εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν §3.424πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους· §3.425εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω §3.426ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
But come, let one go to the plain for a heifer, so that most quickly she may come, and let the ox-herdsman drive her; and let another go to the black ship of great-hearted Telemachus and bring all his companions, and let him leave only two; and let another again bid the goldsmith Laerces hither to come, so that he may pour gold about the horns of the heifer.