§19.472δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
両の眼は涙で満たされ、豊かな声は彼女の中で遮られた。
§19.473ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
彼女は顎に触れながら、オデュッセウスに語りかけた。
§19.474ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος·
「本当にあなたはオデュッセウスなのですね、愛する子よ。
οὐδέ σʼ ἐγώ γε §19.475πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
私はあなたに気づきませんでした、我が主君の体中をすっかり触って確かめるまでは。
」彼女はそう言って、ペネロペイアをその眼で見つめた、愛する夫が家の中にいることを告げ知らせたいと望んで。
§19.478ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
しかし彼女は、向かい合って見つめることも、気づくこともできなかった。
§19.479τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν·
アテナイアが彼女の心を他へそらしていたからである。
αὐτὰρ Ὀδυσσεὺς §19.480χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι, §19.481τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
しかしオデュッセウスは右手で手を伸ばして彼女の喉を掴み、もう一方の手で彼女を自分の方に引き寄せて、語りかけた。
§19.482μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι;
「乳母よ、なぜ私を滅ぼそうとするのですか。
σὺ δέ μʼ ἔτρεφες αὐτὴ §19.483τῷ σῷ ἐπὶ μαζῷ·
あなた自身が私を育ててくれたのに、あなたのその乳房で。
νῦν δʼ ἄλγεα πολλὰ μογήσας §19.484ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
今、私は多くの苦難を耐え忍び、二十年目に祖国の地へと帰ってきたのです。
§19.485ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
しかし、あなたが気づき、神があなたの心にそれを投げ入れたからには、黙っていなさい。
§19.486σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
館の中の他の誰にも知られないように。
§19.487ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
私はこう宣言しておきます。 そしてこれは必ず成し遂げられるでしょう。
§19.488εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, §19.489οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
もし神が私の手によって、あの高慢な求婚者たちを打ち倒すなら、あなたが私の乳母であっても、容赦はしません。
§19.490δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
私がこの館の他の女奴隷たちを殺戮するときには。
§19.491τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
」これに対して、思慮深いエウリュクレイアが答えて言った。
§19.492τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
「我が子よ、なんという言葉があなたの歯の垣根から漏れ出たのでしょう。
§19.493οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
私の心がどれほど固く、屈しないものであるかは、あなたも知っているはずです。
§19.494ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
私は硬い石や鉄のように、それをしっかりと保ちましょう。
§19.495ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
もう一つ、あなたに申し上げます。 心に留めておいてください。
§19.496εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, §19.497δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας, §19.498αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
もし神があなたの手によって、あの高慢な求婚者たちを打ち倒すなら、まさにそのとき、私はこの館の女たちのことを事細かに教えましょう、誰があなたを軽んじており、誰が不実ではないかを。
§19.499τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
」これに答えて、知略に富むオデュッセウスが言った。
§19.500μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι;
「乳母よ、なぜあなたが彼女たちのことを語るのですか。
οὐδέ τί σε χρή.
その必要はありません。
§19.501εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
私自身がよく見極め、一人一人を識別するでしょう。
§19.502ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
ただ、話を黙って胸に秘め、神々にお任せしなさい。
§19.503ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
」そう彼が言うと、老婦人は館を通り抜けて出て行った、足を洗うための水を汲みに行くために。
§19.504οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
それより前の水はすべてこぼれてしまったからである。
§19.505αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ, §19.506αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς §19.507θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
しかし、彼女が足を洗い、オリーブ油をたっぷりと塗ると、オデュッセウスは再び、暖をとるために椅子を火の方へ引き寄せ、傷痕をボロ布で隠した。
§19.508τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
二人の間で、思慮深いペネロペイアが言葉を切り出した。
§19.509ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
「異邦人よ、私はあなたに、まだほんの少しだけ尋ねてみたいのです。
§19.510καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη, §19.511ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
というのも、間もなく心地よい眠りの時間が訪れるからです、深い憂いに沈んでいる者であっても、甘い眠りが訪れるはずの時間が。
§19.512αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
しかし神は、私に計り知れない苦痛をも与えました。
§19.513ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα, §19.514ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ· §19.515αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας, §19.516κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ §19.517ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
昼の間は、嘆き、泣き叫び、自分の仕事や、館の中の召使たちの仕事に目を配りながら過ごしていますが、夜が訪れ、眠りがすべての人々を捉えるとき、私は寝床に横たわりますが、激しく動揺する私の心の周り(心臓のあたり)で、鋭い悩みが、嘆き沈む私を苛むのです。
§19.518ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, §19.519καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο, §19.520δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, §19.521ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν, §19.522παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ §19.523κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος, §19.524ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
まるで、ハンダレオスの娘である、緑の森のサヨナキドリが、うららかな春の始まりに、美しくさえずるように、木々の生い茂る葉の中に佇み、しばしば節回しを変えながら、響き豊かな声を溢れさせ、愛する我が子イテュロス、かつて青銅の刃で愚かさゆえに彼女自身が殺してしまった、ゼトス王の息子を悼むかのように、そのように、私の心もあちらこちらへと二つに引き裂かれて揺れ動いているのです。
§19.525ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω, §19.526κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα, §19.527εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
息子のそばに留まり、私の財産や、女奴隷たち、そして天井の高い大きな館を、すべてそのまま守るべきか、夫の寝床への貞節と、人々の評判を重んじて。
あるいは、アカイア人の中で最も優れた者、莫大な結納品を携えて、この館で私に求婚する者に、もう従うべきなのか。
§19.530παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων, §19.531γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
息子がまだ幼く、思慮が浅かった頃は、夫の家を捨てて嫁ぐことを、彼は許しませんでした。
§19.532νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει, §19.533καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
しかし、今や彼が成人し、青年の盛りに達した今、彼はむしろ私に、この館から出て行くようにと懇願しているのです。
§19.534κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
アカイア人が食い潰している自分の財産を心配するあまりに。
§19.535ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
さあ、私の夢を聞いて、それを解き明かしてください。 」