Humanitext Reader

荷马 · 奥德赛 §19.472-19.535

奥德修斯封口乳母与佩涅洛佩倾诉心事

第 140 段,共 173 段 · 希腊语

内容简介

欧律克勒亚认出了奥德修斯,但奥德修斯严厉警告她保守秘密。随后,佩涅洛佩向他诉说内心的痛苦和在求婚者之间的犹豫,并请求他为自己解梦。

§19.472δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
她的双眼充满了泪水,她清亮的声音也哽咽了。
§19.473ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν· §19.474ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος·
她抚摸着他的下巴,对奥德修斯说道: “你果然是奥德修斯,我亲爱的孩子!
οὐδέ σʼ ἐγώ γε §19.475πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
我竟没有认出你,直到我把我的主人全身都抚摸了一遍。
§19.476ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι, §19.477πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
” 她说罢,用双眼望着佩涅洛佩,想要告诉她,她亲爱的丈夫就在屋里。
§19.478ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι· §19.479τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν·
但她(佩涅洛佩)既无法回看她,也无法察觉,因为雅典娜转移了她的注意力。
αὐτὰρ Ὀδυσσεὺς §19.480χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι, §19.481τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε. §19.482μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι;
然而奥德修斯伸手摸索着,用右手捏住了她的喉咙,用另一只手将她拉近自己,低声说道: “奶妈,你为什么要毁灭我?
σὺ δέ μʼ ἔτρεφες αὐτὴ §19.483τῷ σῷ ἐπὶ μαζῷ·
正是你亲自用你的乳汁抚养了我。
νῦν δʼ ἄλγεα πολλὰ μογήσας §19.484ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
而今我历尽千辛万苦,终于在第二十年回到了祖国的土地。
§19.485ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, §19.486σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
既然你已认出,且有神明将此启示于你的心中,请保持沉默,切莫让这殿堂里的其他任何人知道。
§19.487ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· §19.488εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, §19.489οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας §19.490δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
因为我要这样声明,而且这必将实现:如果神明帮我征服了那些傲慢的求婚者,即使你是我的奶妈,我也绝不放过你,当我在我的殿堂里除掉其他女仆的时候。
§19.491τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· §19.492τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
” 对此,聪慧的欧律克勒亚回答道: “我的孩子,什么样的话竟漏出了你的齿栅!
§19.493οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν, §19.494ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
你知道我的意志是何等坚定、毫不动摇,我会守口如瓶,就像坚硬的石头或钢铁一般。
§19.495ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §19.496εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, §19.497δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας, §19.498αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
我还想告诉你一件事,你要记在心里:如果神明帮你征服了那些傲慢的求婚者,到那时我必为你指明这殿堂里的妇人们,谁在侮辱你,谁又是清白无辜的。
§19.499τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς §19.500μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι;
” 足智多谋的奥德修斯回答她道: “奶妈,你何必谈论她们呢?
οὐδέ τί σε χρή.
你大可不必如此。
§19.501εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην· §19.502ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
我自己会仔细观察并了解每一个人;你只需保持沉默,把一切交托给众神。
§19.503ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει §19.504οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
” 他这样说完,老妇人便穿过殿堂走出去,去重新打些洗脚水,因为之前的那些水已经全都泼洒了。
§19.505αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ, §19.506αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς §19.507θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
而当她为他洗净双脚,并用橄榄油涂抹润滑之后,奥德修斯再次将凳子拉得离火更近,以便烤火取暖,并用破烂衣服遮盖住了那道伤疤。
§19.508τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· §19.509ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή· §19.510καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη, §19.511ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
聪慧的佩涅洛佩向他们开口说道: “外乡人,我自己还要向你询问一件小小的事情;因为确实很快就要到甘甜睡眠的时辰了,对任何被甘甜睡眠所接纳的人来说,即使他心怀忧伤。
§19.512αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων· §19.513ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα, §19.514ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ· §19.515αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας, §19.516κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ §19.517ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
然而神明也赐予了我无尽的悲哀;因为白天我在哀悼和哭泣中寻找着慰藉,看着我自己的针线活以及屋里女仆们的工作;但当夜晚降临,睡眠攫住所有人时,我躺在床上,那些在焦躁的心头密密麻麻、尖锐的忧虑,折磨着哀泣的我。
§19.518ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, §19.519καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο, §19.520δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, §19.521ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν, §19.522παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ §19.523κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος, §19.524ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα, §19.525ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω, §19.526κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα, §19.527εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, §19.528ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος §19.529μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
就像潘达瑞奥斯的女儿、那绿林中的夜莺,在初春时节优美地鸣唱,栖息在树木繁茂的枝叶间,她时常变换着音调,倾泻出婉转多变的声音,哀悼着她亲爱的儿子伊蒂洛斯——他曾被她因愚蠢而用青铜武器杀害,他是泽托斯国王的儿子;我的心也是这样,在这两端之间痛苦地徘徊不定:我是应该留守在儿子身边,坚守并照看一切—— 我的财产、女仆以及高耸宏伟的府邸,恪守对丈夫床帏的忠贞,并顾及民众的舆论;还是我现在就跟随那在殿堂里求婚、并送上无数聘礼的、最杰出的阿开亚人。
§19.530παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων, §19.531γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν· §19.532νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει, §19.533καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο, §19.534κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
当我的儿子还年幼、不懂事的时候,他不允许我改嫁而离开我丈夫的府邸;但如今,当他已经长大成人,步入了青春的岁月,他甚至反而祈求我离开这殿堂,为他的财产而焦虑,因为阿开亚人正在蚕食它。
§19.535ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
不过,请听听我的梦,并为我圆梦吧。 ”

词汇与语法注释

  1. 19.475πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι — 前置词/连词 πρὶν 的连续使用。第一个 πρὶν 后接直陈式过去时 ἔγνων,表示“直到……才”(承接前面的否定意);第二个 πρὶν 后接不定式(πρὶν ἀμφαφάασθαι),表示在该动作发生之前(“在我全身抚摸我的主人之前”),对前者的限制进行了更具体的补充说明。
  2. 19.489τροφοῦ οὔσης σεῦ ἀφέξομαι — 代词 σεῦ 是中动词 ἀφέξομαι(放过、手软)所支配的源出属格。短语 τροφοῦ οὔσης 与 σεῦ 一致,起着让步分词短语(或属格独立结构)的作用,意为“即使你是我的奶妈(我也绝不放过你)”。
  3. 19.511ὅν τινά γʼ ὕπνος ἕλοι — 由关系代词 ὅν τινα 引导的关系从句中,使用了不带 ἄν 的 optative 形式(ἕλοι)。这表示一种一般性的可能性或假设特征(“无论是谁,只要甘甜的睡眠能降临到他身上”),在荷马史诗中常用于泛指或假设性属性的描述。
  4. 19.525ἠὲ μένω ... ἦ ... ἕπωμαι — 表示内心纠结的思虑性虚拟语气(deliberative subjunctive)的并列。前半句的 μένω 尽管在形态上也可以看作直陈式现在时,但与后半句的 ἕπωμαι(虚拟语气)相呼应,共同作为思虑性虚拟语气,表示“我是应该留下来……还是应该跟随……”。

引用这一段

荷马, 奥德赛 §19.472-19.535. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:19.472-19.535

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。