§17.273ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.
「お前はすぐに察したな、他のことにおいても愚かではないのだから。
§17.274ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.
さあ、これからのことをどうするか相談しよう。
§17.275ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας, §17.276δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
お前が先に、住み心地の良い館の中に入り、求婚者たちの中に交じりなさい。 私はここに残る。
§17.277εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
あるいは、もし望むならお前が待ち、私を先に行かせなさい。
お前も長居をしてはならない、外で誰かがお前を見つけて、投げつけるか、あるいは殴るかするかもしれない。
τὰ δέ σε φράζεσθαι ἄνωγα.
これらをお前はよく考えるように。
§17.280τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
」すると、忍耐強い神聖なオデュッセウスが彼に答えた。
§17.281γιγνώσκω, φρονέω·
「分かっている、心得ている。
τά γε δὴ νοέοντι κελεύεις.
お前はそれを、よく分かっている者に命じているのだ。
§17.282ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
だが、お前が先に行きなさい、私はここに残る。
§17.283οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
なぜなら、私は打撃や投げつけられることに不慣れではないからだ。
私の心は耐え忍ぶことができる、波の間でも戦争でも、すでに多くの苦難を経験してきたのだから。
μετὰ καὶ τόδε τοῖσι γενέσθω·
これもそれらに加わるがよい。
§17.286γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
しかし、激しく求め、滅びをもたらす胃袋を、隠し通すことはどうしてもできない。
§17.287οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι, §17.288τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται §17.289πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
それは人間に多くの災いをもたらし、そのために、よく整った船も準備され、実りのない海へと繰り出し、敵に災いをもたらすのだ。
§17.290ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
」このように彼らは互いに語り合っていた。
§17.291ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
すると、横たわっていた一匹の犬が頭と両耳を上げた。
§17.292Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς
アルゴス、忍耐強いオデュッセウスの犬である。
かつて彼自身が育てたものの、その恩恵にあずかることなく、それ以前に神聖なイリオンへと出発してしまった。
τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες §17.295αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
かつて若者たちが、その犬を連れて行っていた、野生の山羊や野鹿や野ウサギの狩りに。
§17.296δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
だが今や、主人が遠くへ去って、見捨てられたまま横たわっていた、多くの糞尿の中に。
§17.297ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων §17.298ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν §17.299δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
それは、門の前に、騾馬や牛のものが大量に積まれており、オデュッセウスの召使いたちが、広い領地に肥料として施すために、運び去る手はずになっていた。
§17.300ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
そこに、犬のアルゴスが、ダニまみれになって横たわっていた。
§17.301δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, §17.302οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
まさにその時、オデュッセウスが近くにいるのを察すると、彼は尾を振り、両耳を垂れた。
αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, §17.305ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
オデュッセウスは目をそらして涙を拭い、エウマイオスに気づかれないよう容易に隠し、すぐに言葉をかけて尋ねた。
§17.306Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.
「エウマイオスよ、これは実に不思議なことだ、この犬が糞尿の中に横たわっているとは。
§17.307καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα, §17.308εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, §17.309ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν §17.310γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
体つきは美しいが、私にははっきりと分からない、この見事な姿にふさわしく、走るのも速かったのか、あるいは、人間が飼う、ただの座敷犬のようなもので、主人たちがただ見て楽しむためだけに世話をしているのか。
§17.311τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
」彼に答えて、お前は言った、豚飼いエウマイオスよ。
§17.312καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
「全くもって、この犬は遠く離れた地で亡くなったお方の犬なのです。
§17.313εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, §17.314οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, §17.315αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
もし彼の体つきも、その働きも、かつてのままであったなら、オデュッセウスがトロイアへ旅立つ時に残していった時のようであったなら、お前は彼の速さと強さを見て、すぐに驚嘆したことでしょう。
深い森の奥深くにあっても、彼が追跡した獲物で、逃げおおせるものはなかった。
καὶ ἴχνεσι γὰρ περιῄδη·
それほど彼は獲物の足跡を追うのが上手だったのです。
§17.318νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης §17.319ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
だが今や、彼は不運に囚われ、主人は故郷から遠く離れた地で亡くなり、不親切な女たちは彼の世話をしません。
§17.320δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες, §17.321οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
召使いたちというものは、主人たちがもはや支配しなくなると、もはや正当に働くことを望まなくなります。
§17.322ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς §17.323ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
なぜなら、広く響き渡る声を持つゼウスは、人間の徳の半分を奪い去るからです、その男に奴隷となる日が訪れた時に。
」彼はそう言うと、住み心地の良い館の中に入り、高貴な求婚者たちがいる大広間へと真っ直ぐに進んだ。
§17.326Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
一方、アルゴスは黒い死の運命に捕らえられた。
§17.327αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
二十年目にオデュッセウスの姿を目にした、その瞬間に。
§17.328τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς §17.329ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα §17.330νεῦσʼ ἐπὶ οἷ καλέσας·
神のようなテレマコスは、彼が館の中に入って来るのを誰よりも早く気づき、すぐに目配せして彼を呼び寄せた。
ὁ δὲ παπτήνας ἕλε δίφρον §17.331κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ §17.332δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
彼は辺りを見回して椅子を取った、肉を切り分ける者が、館の中で宴を楽しむ求婚者たちのために、多くの肉を切り分けていた場所に置かれていた椅子を。
彼はそれを運んで、テレマコスのテーブルの向かい側に置き、そこに腰を下ろした。
τῷ δʼ ἄρα κῆρυξ §17.335μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
彼に伝令使が肉の分け前を取って差し出し、籠からパンを運んで彼の前に置いた。
§17.336ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς, §17.337πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι, §17.338σκηπτόμενος·
彼のすぐ後から、オデュッセウスが館に入った、哀れな乞食や老人にそっくりの姿で、杖をつきながら。
τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
その体には惨めな衣服をまとっていた。
§17.339ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
彼は、門の内側にあるトネリコ材の敷居の上に腰を下ろした。