Humanitext Reader

ホメロス · オデュッセイア §17.205-17.272

メランティオスの侮辱とオデュッセウスの館への到着

121 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスとエウマイオスは街の近くの泉のほとりで、不実な山羊飼いメランティオスに遭遇して侮辱され蹴られるが、オデュッセウスは耐える。その後、二人は竪琴の音が響くオデュッセウスの館に到着する。

§17.205ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο §17.206τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
彼らは街の近くに達し、そして泉に到着した、美しく流れる、石造りの泉に。 そこから市民たちは水を汲んでいた。
§17.207τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
それをイタコスとネリトス、そしてポリュクトルが造ったのだ。
§17.208ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος, §17.209πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ §17.210ὑψόθεν ἐκ πέτρης·
周囲には、水に育まれたポプラの林が、四方に丸く囲むようにあり、冷たい水が流れ落ちていた、岩の上から高く。
βωμὸς δʼ ἐφύπερθε τέτυκτο
その上には祭壇が造られていた、泉の妖精たちのための。
§17.211νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
そこで旅人たちはみな犠牲を捧げていた。
§17.212ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς §17.213αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, §17.214δεῖπνον μνηστήρεσσι·
そこで彼らに追いついたのは、ドリオスの子メランティオスであった、すべての山羊の群れの中でもひときわ優れた山羊たちを引いて、求婚者たちの食事のために。
δύω δʼ ἅμʼ ἕποντο νομῆες.
彼には二人の牧人が付き添っていた。
§17.215τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, §17.216ἔκπαγλον καὶ ἀεικές·
彼は彼らを見ると罵り、言葉を発して叫んだ、激しく無礼な言葉を。
ὄρινε δὲ κῆρ Ὀδυσῆος·
それはオデュッセウスの心を怒らせた。
§17.217νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
「今や、まさに極悪人が悪人を手引きしている。
§17.218ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
神は常に、似た者を似た者のところへ導くのだ。
§17.219πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα, §17.220πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
お前は、この卑しい大食漢をどこへ連れて行くのだ、哀れな豚飼いよ、宴を台無しにする、うっとうしい乞食を。
§17.221ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους, §17.222αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
こいつは多くの戸口の脇に立って、その肩をこすりつけ、パン屑をねだるのだ、剣や大釜ではなく。
§17.223τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι §17.224σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι, §17.225καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
もしお前がこいつを、私が畜舎の番人にできるように引き渡してくれれば、畜舎を掃除し、子山羊たちに若枝を運ぶようにしてくれれば、乳清を飲んで、ここちらも太い腿を鍛え上げるだろうに。
§17.226ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει §17.227ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον §17.228βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
だが、こいつは悪業を身につけてしまったから、働くことを望まず、人々の中で卑屈に乞い歩いて、満たされることのない自らの胃袋を養おうとするのだ。
§17.229ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
だがお前に言っておこう、そしてそれは必ず実現するだろう。
§17.230αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, §17.231πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων §17.232πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
もしこいつが、神聖なオデュッセウスの館に行くなら、男たちの手から投げられる多くの足台が、こいつの頭の周りで、館の中で投げつけられる彼の、脇腹を打ち砕く(削り取る)だろう。
§17.233ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν §17.234ἰσχίῳ·
」彼はそう言い、通りすがりに、愚かにも腰に蹴りを入れた。
οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
だが、彼を小道から突き落とすことはできなかった。
§17.235ἀλλʼ ἔμενʼ ἀσφαλέως·
彼はしっかりと踏みとどまった。
ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς §17.236ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο, §17.237ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
オデュッセウスは躊躇した、飛びかかって杖で男の命を奪うべきか、それとも、頭を抱え上げて地面に叩きつけるべきか。
§17.238ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο·
しかし彼は耐え、心の中で自分を抑制した。
τὸν δὲ συβώτης §17.239νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·
一方、豚飼いは正面から見て彼を罵り、両手を上げて大いに祈った。
§17.240νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς §17.241ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ, §17.242ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,
「泉の妖精たちよ、ゼウスの娘たちよ、もし以前にオデュッセウスがあなた方に太腿の骨を、肥えた脂肪で包んで焼いたことがあるなら、子羊や子山羊のものを。 私のこの願いを叶えてください。
§17.243ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
あの夫が帰還し、神が彼を導いてくださいますように。
§17.244τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, §17.245τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ §17.246ἄστυ κάτʼ·
そうなれば、彼はあなたの思い上がりをすべて散らしてくださるだろう、お前が今、傲慢にも身にまとい、常にさまよっているものを、街の中で。
αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
一方で、不実な牧人たちが家畜を台無しにしているのだ。
§17.247τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
」山羊飼いのメランティオスが彼に答えて言った。
§17.248ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
「おお、何ということだ、悪だくみばかり知っているこの犬めが、何ということを言うのだ。
§17.249τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης §17.250ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
いつか私はこいつを、よく整った黒い船に乗せてイタケから遠くへ連れて行き、私に多くの富をもたらすようにしてやろう。
§17.251αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων §17.252σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, §17.253ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
願わくは、銀の弓を持つアポロンがテレマコスを今日にも館の中で射抜くか、求婚者たちの手によって彼が倒されんことを、オデュッセウスにとって帰還の日は遥か遠くで失われたのと同様に。
§17.254ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας, §17.255αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.
」そう言って、彼は彼らをそこに残して、ゆっくりと歩いて行くに任せ、自分は進んで、速やかに主人の館へと到着した。
§17.256αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν, §17.257ἀντίον Εὐρυμάχου·
彼はすぐに中に入り、求婚者たちの間に座った、エウリュマコスの向かいに。
τὸν γὰρ φιλέεσκε μάλιστα.
彼はエウリュマコスを最も好んでいたからである。
§17.258τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο, §17.259σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα §17.260ἔδμεναι.
彼の前に肉の取り分を、立ち働く者たちが置き、謹厳な女管理人が、パンを運んできて彼の前に置いた、食べるために。
ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς §17.261στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ
すぐ近くに、オデュッセウスと神聖な豚飼いが歩み寄り、立ち止まった。
§17.262φόρμιγγος γλαφυρῆς·
彼らの周りに、くり抜かれた美しい竪琴の響きが届いた。
ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν §17.263Φήμιος·
なぜなら、彼らのために歌おうとフェミオスが演奏し始めたからである。
αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·
彼は豚飼いの手を取って言った。
§17.264Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος, §17.265ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
「エウマイオスよ、実に見事なオデュッセウスの館だ、多くの家々の中にあっても、一目で見分けるのは容易だ。
§17.266ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ §17.267τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ §17.268δικλίδες·
建物が次から次へと連なり、前庭は壁と胸壁で美しく飾られ、扉はしっかりと造られた両開きのものだ。
οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
いかなる男もこれを力づくで突破することはできないだろう。
§17.269γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται §17.270ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
そして、多くの男たちがその中で宴を開いているのが分かる、なぜなら、肉の焼ける匂いが立ち上り、中では竪琴が響いているからだ。
§17.271ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
神々が宴の伴侶として造られた竪琴が。
§17.272τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
」彼に答えて、あなたは言った、豚飼いエウマイオスよ。

語釈・文法注

  1. 17.218ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον — 二つ目の ὡς は、対格(ここでは人を表す τὸν ὁμοῖον)を伴って「〜のところへ」を意味する前置詞として機能している。これはホメロスや古典期アッティカ方言で、人を目的地とする場合に特有の用法である。最初の ὡς は文頭の接続詞あるいは副詞(「いかに」「実にと」)であり、相関関係を示すものではない。
  2. 17.231πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων / πλευραὶ ἀποτρίψουσι — σφέλα(足台、中性複数)と πλευραὶ(脇腹、女性複数)のどちらが主語でどちらが目的語であるかという議論があるが、通例は σφέλα が主語、πλευραὶ が目的語(またはその逆で、彼の脇腹が投げられた多くの足台を削り取る、つまり受け止めて摩滅させる)と解釈される。ここでは彼に投げつけられる足台(σφέλα)が彼の脇腹(πλευραὶ)を摩滅させる(ἀποτρίψουσι)という能動の意味で取るのが自然である。
  3. 17.262ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν — ἀνὰ ... βάλλετʼ( can be reconstructed as βάλλετο)は、動詞 ἀναβάλλω(歌い始める、前奏を弾く)の語頭前置詞が分離したtmesis(分離表記)である。不定詞 ἀείδειν を伴い、「彼らのために歌い始める」という意味を表す。

この箇所を引用する

ホメロス, オデュッセイア §17.205-17.272. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:17.205-17.272

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。