Humanitext Reader

荷马 · 奥德赛 §17.273-17.339

老狗阿耳戈斯认出主人与死去

第 122 段,共 173 段 · 希腊语

内容简介

厄玛奥斯与奥德修斯商议如何进入宫殿,决定由厄玛奥斯先进去。此时,躺在门前粪堆上的老狗阿耳戈斯认出了奥德修斯,在表达喜悦后随即死去。

§17.273ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.
“你很容易就看出来了,因为你在别的事情上也不是个糊涂人。
§17.274ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.
不过,来吧,让我们来商量一下这些事情该如何办。
§17.275ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας, §17.276δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
要么你先走进这所建得极好的宫殿,去到求婚者们中间,而我会留在后面。
§17.277εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
或者如果你愿意,你就等在这里,而我走在前面。
§17.278μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας §17.279ἢ βάλῃ ἢ ἐλάσῃ·
你也不要耽搁太久,免得有人在外面看见你,扔东西砸你或者殴打你。
τὰ δέ σε φράζεσθαι ἄνωγα.
我叮嘱你要好好考虑这些。
§17.280τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· §17.281γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
” 随后,历经磨难的高贵奥德修斯回答他说道: “我知道,我明白;你所吩咐的这些,正是对一个心里有数的人说的。
§17.282ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
那么你先走在前面,而我会留在后面。
§17.283οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων· §17.284τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα §17.285κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·
因为我对于挨打或被扔东西砸绝非没有经验;我的心灵是坚忍的,因为在波涛中和战争里,我已经受了许多苦难;让这也加入到那些苦难中去吧。
§17.286γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν, §17.287οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι, §17.288τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται §17.289πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
但那饥肠辘辘、带来灾难的肚子,却是无论如何也掩盖不住的,它给人类带来了许多灾难,为了它,连装备着良桨的船只也要备好,驶向荒凉的大海,给敌人带来灾难。
§17.290ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
” 他们就这样互相交谈着。
§17.291ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, §17.292Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς §17.293θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν §17.294ᾤχετο.
此时,一只躺在那里的狗抬起了头,竖起了两只耳朵,阿耳戈斯,那是不畏艰难的奥德修斯的狗,以前是他亲自养育了它,却未能享受到它的陪伴,便前往了神圣的伊利昂。
τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες §17.295αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς· §17.296δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος, §17.297ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων §17.298ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν §17.299δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
以前,年轻的小伙子们常带着它去追逐野山羊、野鹿和野兔;但现在,在主人离去之后,它被遗弃在那儿,躺在厚厚的粪堆里,那些骡马和牛的粪便大堆地积在大门前,只等奥德修斯的仆人们将其运走,去给他的大片领地施肥。
§17.300ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
狗阿耳戈斯就躺在那里,身上爬满了狗虱。
§17.301δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, §17.302οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω, §17.303ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος §17.304ἐλθέμεν·
就在那时,当它察觉到奥德修斯就在近旁,它摇了摇尾巴,两只耳朵也垂了下来,但它已无力走向它的主人。
αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, §17.305ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ· §17.306Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.
奥德修斯扭过脸去,抹掉了眼泪,轻易地瞒过了厄玛奥斯,接着便开口问道: “厄玛奥斯啊,这真是一桩奇事,这只狗居然躺在粪堆里。
§17.307καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα, §17.308εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, §17.309ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν §17.310γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
他的体格倒很漂亮,但我却不太清楚,在这般美丽的外表下,他跑得是否也很快,抑或他只是像人们养的那种案席旁的家狗,主人们仅仅是为了面子好看才养着他。
§17.311τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §17.312καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
” 你回答他说道,牧猪奴厄玛奥斯啊: “这确实是一位死在远方的汉子的狗。
§17.313εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, §17.314οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, §17.315αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
倘若他的体格和他的身手就像奥德修斯前往特洛伊时丢下他时的那样,你只要看一眼他的速度和力量,立刻就会感到惊奇。
§17.316οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης §17.317κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
因为在茂密森林的深处,没有任何猛兽能够逃脱他的追捕,凡是他所追赶的;他对野兽的足迹了如指掌。
§17.318νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης §17.319ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
但现在他被悲惨的命运缠身,他的主人已在异乡丧生,那些粗心大意的女人们也不来照料他。
§17.320δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες, §17.321οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι· §17.322ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς §17.323ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
仆人们,一旦主人们不再严厉地管辖他们,便再也不愿意忠于职守地干活;因为宽宏的宙斯夺去了一个人的一半尊严,当奴隶制的日子降临到他身上时。
§17.324ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας, §17.325βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
” 他这样说着,走进了这所建得极好的宫殿,径直穿过大厅,走向那些显赫的求婚者中间。
§17.326Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο, §17.327αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
而黑色死亡的命运也降临到了阿耳戈斯的身上,就在这第二十个年头,他刚看见奥德修斯的那一刻。
§17.328τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς §17.329ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα §17.330νεῦσʼ ἐπὶ οἷ καλέσας·
神一样的忒勒玛科斯远远地第一个看见了他,也就是走在大厅里的牧猪奴,他随即飞快地点头示意招呼他过去。
ὁ δὲ παπτήνας ἕλε δίφρον §17.331κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ §17.332δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
他环顾四周,拿过了一把椅子,那是切肉人平时坐的地方,用来在殿内为宴饮的求婚者们切分大盘烤肉时使用的。
§17.333τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν §17.334ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο·
他把它拿过来,放在忒勒玛科斯餐桌的对面,并在那里坐下。
τῷ δʼ ἄρα κῆρυξ §17.335μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
传令官随手拿来一份肉放在他面前,并从筐里抓起面包。
§17.336ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς, §17.337πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι, §17.338σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
紧跟在后面,奥德修斯也走进了宫殿,活像一个可怜的乞丐和一位老人,拄着拐杖;身上穿着破旧不堪的衣裳。
§17.339ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
他坐在大门内侧的梣木门槛上。

词汇与语法注释

  1. 17.273τά τʼ ἄλλα — 关系宾格(副词性宾格),意为“在其他事情上”,用以限定形容词 `ἀνοήμων`。
  2. 17.278μηδὲ σὺ δηθύνειν — 不定式用作命令式(命令不定式)。其主语 `σὺ` 以主格形式表示。
  3. 17.285μετὰ καὶ τόδε τοῖσι γενέσθω — `μετά` 用作副词,意为“此外/伴随其间”,与指示代名词 `τοῖσι`(指代过去苦难)连用。
  4. 17.286ἔστιν — 词首重音的非人称动词,意为“……是可能的”,后接不定式 `ἀποκρύψαι`。
  5. 17.317περιῄδη — 动词 `περιοῖδα`(熟知)的过去完成时单数第三人称形式(具未完成过去时力量),支配与格 `ἴχνεσι`,作关系或手段与格(“在足迹方面”)。
  6. 17.338ἕστο — 动词 `ἕννυμι`(使穿衣)的被动(中动)过去完成时单数第三人称形式。由于主动语态具有双宾格结构,表示衣物的名词 `εἵματα` 在此处仍保持宾格。

引用这一段

荷马, 奥德赛 §17.273-17.339. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:17.273-17.339

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。