Humanitext Reader

ホメロス · オデュッセイア §17.139-17.204

テオクリュメノスの予言と館へ向かうオデュッセウス

120 / 173 箇所 · ギリシア語

要旨

テレマコスはペネロペにメネラオスから得た情報を伝え、テオクリュメノスはオデュッセウスがすでに帰国しているという予言を述べる。一方、求婚者たちが館で楽しむ中、変装したオデュッセウスと豚飼いエウマイオスは街へと出発する。

§17.139ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
そらして他のことを語ったり、欺いたりはしないでしょう。
§17.140ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, §17.141τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
ただ、海の真実を語る老翁が私に語ってくれたこと、そのいかなる言葉もあなたに隠さず、秘匿もしません。
§17.142φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα, §17.143νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
彼は、あの男が激しい苦痛を抱えながら島にいるのを見たと言いました、妖精カリュプソの館に。
§17.144ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
彼女は彼を力ずくで留めており、彼は自らの祖国の地に帰ることができないのです。
§17.145οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, §17.146οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
なぜなら、彼には海の広い背を越えて彼を送り届けてくれる櫂をそなえた船も仲間たちも傍らにいないからです。
§17.147ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
' 槍名高いメネラオス、アトレウスの子はそのように語りました。
§17.148ταῦτα τελευτήσας νεόμην·
これらのことを成し遂げて、私は帰途につきました。
ἔδοσαν δέ μοι οὖρον §17.149ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
不死なる神々が私に順風を与え、私を速やかに愛する祖国へと送り届けてくれたのです。
§17.150ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
」彼がそのように語ると、彼女の胸の中の心は揺り動かされた。
§17.151τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
彼らに向かって、神のようなテオクリュメノスもまた語りかけた。
§17.152ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, §17.153ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
「おお、ラエルテスの子オデュッセウスの謹厳なる妻よ、実に、あの者ははっきりとは知らないのです。 私の言葉を聞き入れなさい。
§17.154ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
私はあなたに確実に予言し、隠し立てはしません。
§17.155ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα §17.156ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
今、まず神々のうちのゼウスが知らんことを、またもてなしの食卓と、私が至った、非のうちどころのないオデュッセウスの炉辺が知らんことを。
§17.157ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ, §17.158ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα, §17.159ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
実にオデュッセウスは、すでに祖国の地にあり、座しているか、あるいは歩みつつ、これらの悪行を聞き知って留まっており、すべての求婚者たちに破滅を植え付けているのです。
§17.160τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς §17.161ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
私は、よく整った船の上に座りながら、そのような鳥の兆しを認め、テレマコスに大声で告げました。
§17.162τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
」賢明なペネロペが彼に答えて言った。
§17.163αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
「異邦人よ、願わくはあなたのこの言葉が実現せんことを。
§17.164τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα §17.165ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
そうなれば、あなたはすぐに私からの好意と多くの贈り物を受けることになり、出会う誰もがあなたを祝福することでしょう。
§17.166ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
」そのように、彼らは互いにこのようなことを語り合っていた。
§17.167μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο §17.168δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες, §17.169ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
一方、求婚者たちはオデュッセウスの館の前で、円盤や投げ槍を放って楽しんでいた、平らに整えられた地面の上、以前から傲慢に振る舞っていたその場所で。
§17.170ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα §17.171πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
しかし、夕食の時となり、四方の畑から羊や山羊たちがやって来て、以前と同じ者たちがそれらを引いてくると、その時、メドンが彼らに語りかけた。
§17.172καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα §17.173ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
彼は伝令たちの中で最も彼らの気に入っており、彼らの宴に付き添っていたのである。
§17.174κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις, §17.175ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·
「若者たちよ、あなた方は皆、競技で心を十分に楽しませたのだから、館へと行きなさい、私たちが宴を用意できるように。
§17.176οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
定刻に夕食をとることは、決して悪いことではないのだから。
§17.177ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
」彼はそのように語り、彼らは立ち上がって進み、その言葉に従った。
§17.178αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, §17.179χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
そして、住み心地の良い館に到着すると、マントを長椅子や椅子の上に置いた。
§17.180οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, §17.181ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, §17.182δαῖτʼ ἐντυνόμενοι.
彼らは、大きな羊や肥えた山羊を屠り、また太った豚や群れの中の牛を屠って、宴の準備をした。
τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε §17.183ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
一方、オデュッセウスと神聖な豚飼いは、畑から街へと出発しようとしていた。
§17.184τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
彼らの間で、男たちの頭領である豚飼いがまず言葉をかけた。
§17.185ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις §17.186σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε §17.187αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
「異邦人よ、我が主人が命じた通り、あなたが今日これより街へ行くことを熱望しているのだから――まことに私としては、あなたをここで牛舎の見張り番として残しておきたかったのだが。
§17.188ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
しかし、私は主人をはばかり、また恐れている、後で私を叱責しないかと。
§17.189νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
主君たちの叱責は厳しいものだから。
§17.190ἀλλʼ ἄγε νῦν ἴομεν·
さあ、今は行きましょう。
δὴ γὰρ μέμβλωκε μάλιστα §17.191ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
日はすっかり傾いており、やがて夕方になれば、さらに寒さが厳しくなるでしょうから。
§17.192τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」知謀に長けたオデュッセウスが答えて彼に言った。
§17.193γιγνώσκω, φρονέω·
「承知している、分かっている。
τά γε δὴ νοέοντι κελεύεις.
あなたが命じることは、理解している者へのことだ。
§17.194ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
さあ行きましょう。 あなたがずっと案内してください。
§17.195δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
そして、もし切り出された杖が手元にあるなら、私に寄りかかるためにください。
§17.196σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
道はひどく滑りやすいと言っていましたから。
§17.197ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, §17.198πυκνὰ ῥωγαλέην·
」そう言って、彼は肩にみすぼらしい袋をかけた、あちこち裂けたものを。
ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
中には吊るすためのねじれた紐が通してあった。
§17.199Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
エウマイオスは、彼に心の好む杖を与えた。
§17.200τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
二人は進んで行った。
§17.201ῥύατʼ ὄπισθε μένοντες·
犬たちと牧人たちは、後に残って牛舎を守っていた。
ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα §17.202πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, §17.203σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
豚飼いは、街へと主人を導いた、みすぼらしい乞食や老人のような姿をし、杖をつき、体には哀れな衣をまとった姿の主人を。
§17.204ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
しかし、彼らが険しい道を歩んで行き、

語釈・文法注

  1. 17.139ἄλλα παρὲξ εἴποιμι — 直前138行の「οὐκ ἂν ἐγώ γε」に続く潜在希求法(ἄν + 希求法)の構文。「そらして他のことを語るようなことは私はしないだろう」という強い意思表示を表す。
  2. 17.142φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν — 不定詞 ἰδέειν(ἰδεῖν のホメロス形)の主語は指示代名詞 ὅ γʼ(海の老翁プロテウス)であり、目的語の対格 μιν(オデュッセウス)にかかる。全体で「彼(プロテウス)は彼(オデュッセウス)を見たと言った」という間接話法を構成する。

この箇所を引用する

ホメロス, オデュッセイア §17.139-17.204. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:17.139-17.204

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。