Humanitext Reader

荷马 · 奥德赛 §17.205-17.272

梅兰提奥斯的侮辱与抵达奥德修斯宫邸

第 121 段,共 173 段 · 希腊语

内容简介

奥德修斯与厄玛奥斯在泉水旁遇到了无礼的放羊奴梅兰提奥斯,奥德修斯遭到侮辱和踢打却隐忍不发。随后,两人来到回荡着竖琴声的奥德修斯宫殿前。

§17.205ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο §17.206τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
他们走到了城市附近,来到了一处泉水旁,那是一座建造精美、流水平缓的泉水,市民们都在那里汲水。
§17.207τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
它是由伊塔科斯、内里托斯和聚克托耳建造的。
§17.208ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος, §17.209πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ §17.210ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο §17.211νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
泉的周围是一片由水分滋养的白杨树林,环绕成一个圆圈,冰凉的水流淌下来,从上方的峭壁高处;在泉水之上建有一座祭坛,供奉给宁芙女神们,所有过路的旅人都会在这里献祭。
§17.212ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς §17.213αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, §17.214δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
在那里,多利奥斯之子梅兰提奥斯追上了他们,他赶着山羊,那是所有山羊群中最出众的,给求婚者们作晚餐之用;还有两名牧人跟随着他。
§17.215τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, §17.216ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
他看见他们,便破口大骂,说出这样的话呼喊起来,言语粗野而无礼,激怒了奥德修斯的心。
§17.217νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει, §17.218ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
“看啊,如今真是恶人领着恶人,真是神明总是把同类带向同类。
§17.219πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα, §17.220πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
你到底要把这个贪吃的家伙带到哪里去,你这可悲的牧猪奴,这个令人讨厌的乞丐,宴席上的寄生虫?
§17.221ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους, §17.222αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
他会挨家挨户靠在门框上摩擦他的肩膀,讨要些面包屑,而不是宝剑或铜釜。
§17.223τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι §17.224σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι, §17.225καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
如果你肯把他交给我,让他看守牛棚,打扫圈栏,给小山羊送些嫩树枝,那他靠着喝乳清,也能长出一双粗壮的大腿。
§17.226ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει §17.227ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον §17.228βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
但是他既然已经学会了偷懒不干活,他就绝不愿意去干正经活,反而只想在城里四处乞讨,靠乞讨来填满他那永远也填不满的肚子。
§17.229ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· §17.230αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, §17.231πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων §17.232πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
但我要对你把话说在前面,而且这一定会实现:如果他敢踏进神圣的奥德修斯的宫殿,众人的手掌里扔出的许多脚凳会绕着他的脑袋飞舞,在大厅里狠狠地砸烂他那挨揍的肋骨。
§17.233ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν §17.234ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν, §17.235ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς §17.236ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο, §17.237ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
” 他这样说着,走过时愚蠢地用脚踢向奥德修斯的髋骨;但这并未能将奥德修斯踢出道路,他依然站得稳稳的;而奥德修斯暗自思忖,是该冲上去用手中的木杖夺走他的性命,还是将他拦腰抱起,头朝下狠砸在地上。
§17.238ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης §17.239νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών· §17.240νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς §17.241ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ, §17.242ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ, §17.243ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων· §17.244τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, §17.245τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ §17.246ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
但他隐忍了,在心中克制了自己;而那牧猪奴瞪着眼睛怒骂他,高高举起双手大声祈祷: “泉水的宁芙女神们,宙斯的女儿们啊,如果奥德修斯以前曾为你们焚烧过用肥油包裹着的股骨,无论是小绵羊的还是小山羊的,就请成全我的这个心愿吧,愿那位主人得以归来,愿神明引导他回到这里;那样他一定会打碎你所有的嚣张气焰,就是你现在傲慢狂妄地表现出来的,你整天在城里晃荡;而恶劣的牧人们正在毁掉羊群。
§17.247τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
” 牧山羊奴梅兰提奥斯接着回答他说道: “呸!
§17.248ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
这只满肚子坏水的恶狗竟说出这样的话来!
§17.249τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης §17.250ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
早晚有一天我要把他装上备有良桨的黑船,带到远离伊塔卡的地方,好让我换回大笔的财富。
§17.251αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων §17.252σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, §17.253ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
但愿手持银弓的阿波罗,今天就在大厅里把忒勒玛科斯射倒,或者让他死在求婚者们的手下,就像奥德修斯的回归之日已经在遥远的他乡彻底破灭了一样。
§17.254ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας, §17.255αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.
” 他这样说着,把他们丢在原地任由他们缓缓前行,而他自己迈开大步,很快就到了主人的宫殿。
§17.256αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν, §17.257ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.
他立刻走了进去,在求婚者中间坐下,就坐在欧律马科斯的对面;因为他最讨欧律马科斯喜欢。
§17.258τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο, §17.259σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα §17.260ἔδμεναι.
侍从们把一份肉放在他面前,庄重的女管家也拿来面包,摆在他面前供他食用。
ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς §17.261στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ
这时,奥德修斯和高贵的牧猪奴也来到了近前,停下脚步。
§17.262φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν §17.263Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην· §17.264Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος, §17.265ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
他们的耳畔传来了空心木制成的优美竖琴声;因为斐米奥斯正在为他们弹奏并准备起歌;奥德修斯便拉起牧猪奴的手,对他说道: “厄玛奥斯啊,这确实是奥德修斯那座宏伟的宫殿,即使在众多的建筑中,也极易一眼认出它来。
§17.266ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ §17.267τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ §17.268δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
建筑错落有致,院子周围修筑了围墙与顶檐,并配有防御稳固的双扇大门;绝没有任何人敢轻视它。
§17.269γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται §17.270ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ §17.271ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
我看出有许多人正在里面举行宴会,因为烤肉的香气正在升腾,而且竖琴正在鸣响,那是神明创造出来作为宴席之伴侣的。
§17.272τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
” 你回答他说道,牧猪奴厄玛奥斯啊:

词汇与语法注释

  1. 17.218ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον — 第二个 ὡς 用作介词,支配宾格(此处指人的 τὸν ὁμοῖον),表示“到……那里”。这是荷马史诗和雅典方言中特有的、仅用于人称宾格的用法。第一个 ὡς 是引导句子的副词或连词(意为“如何”或“确实”),并非与之呼应的关系。
  2. 17.231πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων / πλευραὶ ἀποτρίψουσι — 关于 σφέλα(脚凳,中性复数)和 πλευραὶ(肋骨/胁腹,阴性复数)哪一个是动词 ἀποτρίψουσι 的主语,存在争议。最自然的解释是将 σφέλα 视为主语,πλευραὶ 视为宾格(或者相反,意为“他的胁腹将磨损向他投掷的许多脚凳”)。在本译文中,采取飞来的脚凳将磨损(砸碎)他的胁腹这一能动解释。
  3. 17.262ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν — 短语 ἀνὰ ... βάλλετʼ(代表 βάλλετο)是复合动词 ἀναβάλλω(弹奏前奏、开始歌唱)的分离(tmesis)现象。伴随不定式 ἀείδειν,表示“为他们开始歌唱”。

引用这一段

荷马, 奥德赛 §17.205-17.272. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:17.205-17.272

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。