Humanitext Reader

荷马 · 奥德赛 §17.139-17.204

提奥克吕梅诺斯的预言与奥德修斯进城

第 120 段,共 173 段 · 希腊语

内容简介

忒勒玛科斯向佩涅洛佩转述了从美涅拉奥斯那里得到的信息,提奥克吕梅诺斯则预言奥德修斯已经回国。与此同时,在求婚者们于宫殿娱乐之际,伪装的奥德修斯与牧猪奴厄玛奥斯启程前往城市。

§17.139ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω, §17.140ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, §17.141τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
“绕弯子去说别的事情,我也绝不会欺骗你;但是那诚实的海洋老人对我所说的话,对这些事情我决不会向你隐瞒或遮掩一个字。
§17.142φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα, §17.143νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ §17.144ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
他说他曾看见他在一个岛上遭受着巨大的痛苦,在仙女卡吕普索的宫殿里,她凭着强力留住他;而他无法回到自己祖国的土地。
§17.145οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, §17.146οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
因为在他身边没有配桨的船只和同伴,能够送他渡过宽阔的海洋之背。
§17.147ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
” 枪矛名扬的美涅拉奥斯、阿特柔斯之子这样说道。
§17.148ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον §17.149ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
完成了这些事,我便启程回返;而神明赐予我顺风,他们迅速将我送回了亲爱的祖国。
§17.150ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
” 他这样说着,激动了她胸中的心房。
§17.151τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· §17.152ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, §17.153ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· §17.154ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
这时,神一样的提奥克吕梅诺斯也对他们开口说道: “哦,拉厄耳忒斯之子奥德修斯尊贵的妻子啊,确实,他并不能确定地知道,但请听我的话;因为我将准确地向你预言,绝不隐瞒。
§17.155ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα §17.156ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, §17.157ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ, §17.158ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα, §17.159ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
愿众神之首的宙斯,和款待的桌席,以及我所到达的高尚的奥德修斯的炉灶在今作证:确实,奥德修斯已经身在祖国的土地上,或坐或行,打听着这些恶行,并正在给所有的求婚者播下毁灭。
§17.160τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς §17.161ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
这样的一只吉兆之鸟,确实是我在配有良桨的船上坐着时发现的,并大声告诉了忒勒玛科斯。
§17.162τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §17.163αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· §17.164τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα §17.165ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
” 聪慧的佩涅洛佩又对他说: “异乡人啊,但愿你的这番话能够实现;那样你很快就会知道我的情谊,并从我这里得到许多礼物,以至于任何遇到你的人都会祝福你。
§17.166ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §17.167μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο §17.168δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες, §17.169ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
” 确实,他们就这样互相说着这些话,而求婚者们在奥德修斯的宫殿前玩着铁饼和投掷标枪取乐,在那平整的空地上,他们以前就在那里肆意妄为。
§17.170ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα §17.171πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ, §17.172καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα §17.173ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί· §17.174κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις, §17.175ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα· §17.176οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
但到了该用晚餐的时候,羊群从四面八方的田野走来,以前赶羊的人把它们赶来,这时,梅冬对他们说道;因为他最得传令官们的喜爱,且常参与他们的宴席: “青年们,既然你们都已经用竞技娱乐了心怀,就回屋里去吧,让我们准备宴席;因为在合适的时间用晚餐绝非坏事。
§17.177ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
” 他这样说着,他们便站起来走去,顺从了他的话。
§17.178αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, §17.179χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, §17.180οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, §17.181ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, §17.182δαῖτʼ ἐντυνόμενοι.
当他们来到那建造精美的宅邸时,把斗篷放在长椅和椅子上,他们宰杀了大羊和肥山羊,宰杀了肥猪和群里的牛,准备着宴席。
τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε §17.183ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
而他们正准备从田野向着城市启程前去,奥德修斯和高贵的牧猪奴都是如此。
§17.184τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν· §17.185ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις §17.186σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε §17.187αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι· §17.188ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω §17.189νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί— §17.190ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα §17.191ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
在他们中间,牧人头领的牧猪奴首先开口说道: “异乡人,既然你现在渴望前去城市,就在今天,正如我的主人所吩咐的那样——确实,我倒宁愿让你留在这里当一个牛舍的看守;但我敬畏他并感到害怕,怕他以后责备我;主人们的责备总是严厉的—— 但来吧,我们现在走吧;因为一天确实已经过去大半,到了傍晚你会感到更加寒冷。
§17.192τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §17.193γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
” 智谋多端的奥德修斯回答他说道: “我知道,我明白;你这是对明白人说这些话。
§17.194ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
但我们走吧,你一路上走在前面引路。
§17.195δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν, §17.196σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
如果你手头有砍好的木杖,就给我一根,好让我倚靠,因为你确实说这条路非常湿滑。
§17.197ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, §17.198πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ· §17.199Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
” 他说着,把那破烂不堪的口袋跨在肩上,满是破洞;里面有一根拧成的绳子作为背带;厄玛奥斯确实给了他一根合手的手杖。
§17.200τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες §17.201ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα §17.202πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, §17.203σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
他们两人前行,而狗和牧人们留在后面看守牛舍;他把他的主人带向城市,就像一个可怜的乞丐和老人,拄着拐杖;他身上穿着破烂的衣服。
§17.204ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
但是当他们走在崎岖不平的路上,

词汇与语法注释

  1. 17.139ἄλλα παρὲξ εἴποιμι — 承接前一行第138行中的“οὐκ 别样事物 ἂν ἐγώ γε”,构成潜在祈愿语气(ἄν + 祈愿式),表达强烈的意志:“我绝不会避开主题去说别的事情”。
  2. 17.142φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν — 不定词 ἰδέειν(ἰδεῖν 的荷马式)的主语是指示代词 ὅ γʼ(指普罗透斯),宾语是单数第三人称代词 μιν(指奥德修斯),整句构成间接引语:“他说他曾看见他”。

引用这一段

荷马, 奥德赛 §17.139-17.204. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:17.139-17.204

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。