Humanitext Reader

ホメロス · オデュッセイア §16.1-16.67

テレマコスのエウマイオスの小屋への到着

111 / 173 箇所 · ギリシア語

要旨

テレマコスが豚飼いエウマイオスの小屋に帰還し、エウマイオスに涙ながらに温かく迎えられる。テレマコスは、そこに居合わせた変装した見知らぬ客(父オデュッセウス)の素性についてエウマイオスに尋ねる。

§16.1τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς §16.2ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,
一方、小屋の中では、オデュッセウスと高貴な豚飼いが夜明けとともに朝食を準備していた、火を焚きながら。
§16.3ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
そして集まってきた豚の群れとともに牧人たちを送り出した。
§16.4Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι, §16.5οὐδʼ ὕλαον προσιόντα.
テレマコスには、吠えるのが習性の犬たちが尾を振ってまとわりつき、彼が近づいても吠えなかった。
νόησε δὲ δῖος Ὀδυσσεὺς §16.6σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
高貴なオデュッセウスは気づいた、犬たちが尾を振っているのを、そして彼の周りに足音が響いてきたのを。
§16.7αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
すぐに彼はエウマイオスに翼ある言葉をかけた。
§16.8Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος §16.9ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, §16.10ἀλλὰ περισσαίνουσι·
「エウマイオスよ、確かに誰かお前の仲間がここへやって来るか、あるいは他に知っている人が来るのだろう、犬たちが吠えもせず、むしろ尾を振ってまとわりついている。
ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
足音も聞こえる。
§16.11οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς §16.12ἔστη ἐνὶ προθύροισι.
」彼が言葉をまだすべて語り終えないうちに、彼の愛する息子が玄関口に立った。
ταφὼν δʼ ἀνόρουσε συβώτης, §16.13ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο, §16.14κιρνὰς αἴθοπα οἶνον.
驚いた豚飼いは飛び上がり、彼の手から、作業に使っていた器が落ちた、輝くワインを混ぜ合わせていたその器が。
ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος, §16.15κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ §16.16χεῖράς τʼ ἀμφοτέρας·
彼は若き主人の前へ進み、その頭と、両方の美しい目と、両方の手を接吻した。
θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
そして大粒の涙を流した。
§16.17ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ §16.18ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, §16.19μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,
父親が、愛する心をもって、自分の息子を優しく抱きしめるように、十年の後に遠い国から戻ってきた息子を、多くの苦難に耐え忍んで育てた、ただ一人の最愛の息子を。
§16.20ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς §16.21πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
そのように、高貴な豚飼いは神に等しきテレマコスの全身を抱きしめて口づけした、死から逃れてきたかのように。
§16.22καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
そして彼は泣き崩れながら、翼ある言葉をかけた。
§16.23ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος.
「来てくれたのですね、テレマコスよ、私の甘き光よ。
οὔ σʼ ἔτʼ ἐγώ γε §16.24ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
私はもうお前に会うことはないと思っていました、お前が船でピュロスへと発ってからは。
§16.25ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
さあ、中へ入ってください、愛する子よ。
§16.26τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
心ゆくまで他所から新しく戻って家の中にいるお前を見て喜びたいのです。
§16.27οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, §16.28ἀλλʼ ἐπιδημεύεις·
お前はめったに田舎や牧人たちのところへ来ず、町に留まっています。
ὣς γάρ νύ τοι εὔαδε θυμῷ, §16.29ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
それがお前の心に適うからなのでしょう、求婚者たちのあの破滅的な群れを見届けることが。
§16.30τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」すると賢いテレマコスが答えて言った。
§16.31ἔσσεται οὕτως, ἄττα·
「おじさん、その通りにしましょう。
σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω, §16.32ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
私はあなたのためにここへ来たのです、私の目であなたを見て、言葉を聴くために。
§16.33ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη §16.34ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ §16.35χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.
母がまだ館に留まっているのか、それともすでに誰か他の男が彼女を娶り、オデュッセウスの寝床はどこかで寝る者を欠いて、見苦しい蜘蛛の巣に覆われて横たわっているのかを。
§16.36τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
」すると人々の頭たる豚飼いが彼に再び言った。
§16.37καὶ λίην κείνη γε μένει τετληότι θυμῷ §16.38σοῖσιν ἐνὶ μεγάροισιν·
「まさしく、あの方は耐え忍ぶ心をもって留まっておられます、あなたのご館に。
ὀϊζυραὶ δέ οἱ αἰεὶ §16.39φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
そして彼女にとって、悲痛な夜も昼も、涙を流すうちに常に過ぎ去っていくのです。
§16.40ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·
」こう語ると、彼は彼から青銅の槍を受け取った。
§16.41αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
そしてテレマコスは中に入り、石の敷居をまたいだ。
§16.42τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
彼が席に近づくと、父オデュッセウスは席を譲ろうとした。
§16.43Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
しかしテレマコスは別の場所からそれを制して、言った。
§16.44ἧσʼ, ὦ ξεῖνʼ·
「座っていてください、異邦の客よ。
ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην §16.45σταθμῷ ἐν ἡμετέρῳ·
私たちは別の場所でも席を見つけられます、私たちの牧舎の中で。
πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
それを設けてくれる男がここにいますから。
§16.46ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.
」彼がこう言うと、オデュッセウスは再び戻って腰掛けた。
§16.47χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
そして彼のために豚飼いは、下に瑞々しい小枝を敷き、その上に羊の毛皮を載せた。
§16.48ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
そこに、オデュッセウスの愛する息子が腰掛けた。
§16.49τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης §16.50ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
彼らのために、豚飼いはさらに肉の皿を差し出した、それは前日に人々が食べて残しておいた焼き肉であった。
§16.51σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν, §16.52ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
そしてパンを籠の中に手早くうずたかく盛り、蔦材の器の中に、蜜のように甘いワインを混ぜ合わせた。
§16.53αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
そして彼自身は、神聖なオデュッセウスの向かいに腰掛けた。
§16.54οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
彼らは目の前に用意された食事に手を伸ばした。
§16.55αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §16.56δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
彼らが飲み食いの欲求を静めると、まさにその時、テレマコスが高貴な豚飼いに語りかけた。
§16.57ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο;
「おじさん、この異邦の客はどこからここへ来たのですか。
πῶς δέ ἑ ναῦται §16.58ἤγαγον εἰς Ἰθάκην;
どのようにして船乗りたちが彼をイタケへと連れてきたのですか。
τίνες ἔμμεναι εὐχετόωντο;
彼らは自分たちを誰だと名乗っていましたか。
§16.59οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
まさか、彼が徒歩でここへ来たとは思いませんから。
§16.60τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
」彼に答えて、お前はこう言った、豚飼いエウマイオスよ。
§16.61τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
「お前には、我が子よ、真実をすべて語りましょう。
§16.62ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, §16.63φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι §16.64πλαζόμενος·
彼は広いクレタの生まれであると自称し、彷徨いながら多くの人間の都市を巡ったと言っています。
ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
神がそのように彼の運命を紡ぎ出したというのです。
§16.65νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς §16.66ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·
そして今、テスプロトイ人の船から逃げ出して私の牧舎へとやって来ました。 私は彼をお前に委ねましょう。
§16.67ἔρξον ὅπως ἐθέλεις·
お前の望むように扱いなさい。
ἱκέτης δέ τοι εὔχεται εἶναι.
彼はあなたの哀願者であると自称しているのですから。 」

語釈・文法注

  1. §16.17ἀγαπάζῃ — 比喩節における接続法(ἀγαπάζῃ)は、一般化された行動や、よく起こる典型的な状況を表現するホメロスの代表的な直喩の用法であり、小辞 ἄν を伴わない。
  2. §16.35χήτει ἐνευναίων — χήτει は中性名詞 χῆτος(欠乏、不足)の与格で「〜が欠けているために」という原因を示す。属格複数形 ἐνευναίων(そこに寝る人々)は χήτει に支配されている。
  3. §16.42τῷ δʼ ἕδρης ἐπιόντι — 与格の指示代名詞と分詞からなる句 τῷ ... ἐπιόντι は、動詞 ὑπόειξεν(席を譲った、避けた)が要求する与格の目的語。属格 ἕδρης は自動詞的意味を持つ分詞 ἐπιόντι(近づく)に係る。

この箇所を引用する

ホメロス, オデュッセイア §16.1-16.67. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:16.1-16.67

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。