§16.68τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
すると賢いテレマコスが答えて言った。
§16.69Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
「エウマイオスよ、本当にお前は心痛む言葉を言ってくれた。
§16.70πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
どうして私がその異邦の客を家(館)に迎え入れることができようか。
§16.71αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα §16.72ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
私自身は若く、まだ自分の腕(力)を頼りにして、誰かが先に怒り(危害)を向けてくるときに、その男を撃退することはできない。
§16.73μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, §16.74ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, §16.75εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, §16.76ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος §16.77μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
私の母は、胸の内で心が二つに裂けて思い悩んでいる、ここで私のそばに留まり、家を整え、夫の寝床と人々の評判を重んじるべきか、それとも、アカイア人のうち最も優れた者で、館の中で求婚し、最も多くの贈り物(結納品)を差し出す者に今すぐ従うべきか。
§16.78ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα, §16.79ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, §16.80δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα, §16.81πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
だが、その異邦の客は、お前の家(小屋)に来たのだから、私は彼に外套と下着、すなわち美しい衣類を着せ、両刃の剣と、足にはサンダルを与え、彼の心と魂が命じる場所へと送り出そう。
§16.82εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
もしお前が望むなら、お前が彼をここに留めて、牧舎で面倒を見てくれ。
§16.83εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα §16.84ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
衣類と、食べるための食べ物をすべて私はここへ送ろう、彼がお前や仲間の重荷にならないように。
λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
なぜなら、彼らはあまりにも無道な傲慢さを持っているからだ。
§16.87μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
彼らが彼を辱めないように。 そうなれば、私にとって恐ろしい苦痛となるだろう。
§16.88πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
多数の者の中にいるときに、いかに力強い男であっても何かを成し遂げるのは難しい。
§16.89ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
なぜなら彼ら(多数の者)の方がはるかに強いからだ。
§16.90τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
」すると、耐え忍ぶ気高きオデュッセウスが彼に言った。
§16.91ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν, §16.92ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ, §16.93οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι §16.94ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
「友よ、私にとっても答えることが許されているのだから(言うが)、あなたのような人がいながら、求婚者たちが館であなたの意に反して、それほどまでに無道な企みをしていると聞き、私の愛する心は実に激しく引き裂かれる思いだ。
私に言ってくれ、あなたは好んで従属しているのか、それとも民たちが神の神託に従って、国中であなたを憎んでいるのか。
§16.97ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ §16.98μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
あるいは、男が戦うときに信頼する兄弟たちを責めているのか、たとえ大きな争いが起こったとしても。
ああ、この心(気概)を持ったままで、私がそれほど若かったらよいのに、あるいは非の打ち所のないオデュッセウスの息子であるか、あるいは彼自身であったなら!
§16.102αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς, §16.103εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην, §16.104ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
そうすれば、すぐにでも見知らぬ男が私の首をはねてよい、ラエルテスの子オデュッセウスの館に乗り込んで、彼ら全員にとって災いとなってやらぬならば。
§16.105εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα, §16.106βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι §16.107τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
だが、もし彼らが多勢で、一人である私を圧倒するなら、私は自分の館で殺されて死ぬ方がましだ、これらの見苦しい行いを常に見ているよりは。
§16.108ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας §16.109ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά, §16.110καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας §16.111μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
異邦の客たちが手荒に扱われ、女奴隷たちが美しい館の中で見苦しく引き回されているのを、またワインが汲み出され、食べ物が無駄に、際限なく、終わりのない仕事のために消費されているのを見ているよりは。
§16.112τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」すると賢いテレマコスが彼に答えて言った。
§16.113τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
「それでは異邦の客よ、あなたに極めて正確に語りましょう。
§16.114οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει, §16.115οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ §16.116μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
民全体が私を憎んで怒っているわけでもありませんし、兄弟たちを責めているのでもありません、たとえ大きな争いが起こっても男が戦うときに信頼するような兄弟たちを。
§16.117ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
なぜなら、クロノスの子(ゼウス)は私たちの家系をこのように一子相伝にされたからです。
§16.118μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε, §16.119μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς §16.120μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
アルケイシオスは一人息子ラエルテスをもうけ、父(ラエルテス)は一人息子オデュッセウスをもうけ、そしてオデュッセウスは館の中に私一人をもうけて残し、その喜びを得ることはありませんでした。
§16.121τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.
それゆえ、今や館には実に数え切れないほどの敵がいます。
§16.122ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, §16.123Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, §16.124ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι, §16.125τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
島々を支配する有力者たちのすべて、ドゥリキオンやサメ、森深いザキュントス、そして、険しいイタケを支配する者たちのすべて、これほど多くの者が私の母に求婚し、家を食いつぶしているのです。
彼女は忌まわしい結婚を拒むこともできず、また決着をつけることもできません。
τοὶ δὲ φθινύθουσιν ἔδοντες §16.128οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
彼らは私の家を食い潰し、やがては私自身をも破滅させることでしょう。
§16.129ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
しかし、これらは実に神々の膝の上に置かれています。
§16.130ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ §16.131εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
おじさん、あなたは急いで行って、賢明なペネロペイアに、私が無事であり、ピュロスから戻ってきたと伝えてください。
§16.132αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
私はここに留まります。
§16.133οἴῃ ἀπαγγείλας·
あなたはここへ戻ってきなさい、彼女だけに伝えて。
τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν §16.134πευθέσθω·
他のアカイア人の誰も知ることのないように。
πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
多くの者が私に災いを企んでいるからです。
§16.135τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
」彼に答えて、お前はこう言った、豚飼いエウマイオスよ。
§16.136γιγνώσκω, φρονέω·
「わかっています、承知しています。
τά γε δὴ νοέοντι κελεύεις.
理解している者にそれを命じておられるのだから。
§16.137ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
だが、さあ、私にこれを言い、正確に話してください、