Humanitext Reader

荷马 · 奥德赛 §16.1-16.67

忒勒玛科斯抵达尤迈奥斯的木屋

第 111 段,共 173 段 · 希腊语

内容简介

忒勒玛科斯回到了牧猪人尤迈奥斯的木屋,受到尤迈奥斯流泪的热烈迎接。随后,忒勒玛科斯向尤迈奥斯询问了暂居于此的改装易容的外乡人(奥德修斯)的来历。

§16.1τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς §16.2ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ, §16.3ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
而在小屋里,奥德修斯和高贵的牧猪人黎明时分正准备着早餐,点起了火,并打发走了牧人们,让他们赶着聚集起来的猪群。
§16.4Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι, §16.5οὐδʼ ὕλαον προσιόντα.
而那些善吠的狗对忒勒玛科斯摇尾亲昵,在他走近时没有吠叫。
νόησε δὲ δῖος Ὀδυσσεὺς §16.6σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
高贵的奥德修斯注意到了狗在摇尾,耳边也传来了脚步的声响。
§16.7αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· §16.8Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος §16.9ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, §16.10ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
他随即对尤迈奥斯说出了有翼飞翔的话语: “尤迈奥斯啊,定是你的某位伙伴来到了这里,或者是别的熟人,因为狗儿们没有吠叫,反而在摇尾亲昵;而且我听到了脚步的沙沙声。
§16.11οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς §16.12ἔστη ἐνὶ προθύροισι.
” 这话还未完全说完,他那亲爱的儿子便已站在门前。
ταφὼν δʼ ἀνόρουσε συβώτης, §16.13ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο, §16.14κιρνὰς αἴθοπα οἶνον.
惊奇的牧猪人一跃而起,手中正忙着干活的器皿滑落下来,当时他正在调制闪光的红酒。
ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος, §16.15κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ §16.16χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
他迎着年轻的主人走上前去,亲吻了他的头部和那一双美丽的双眼,以及他的双手;他不禁流下了大滴的泪水。
§16.17ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ §16.18ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, §16.19μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ, §16.20ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς §16.21πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα· §16.22καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· §16.23ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος.
仿佛父亲怀着深爱,热烈地迎接着在第十个年头从遥远的国度归来、曾让他承受诸多痛苦的独生爱子,那般,高贵的牧猪人紧紧搂住神一样的忒勒玛科斯,亲吻着他的全身,仿佛他是从死亡中逃脱出来的一样;他呜咽着,对他言说有翼飞翔的话语: “你回来了,忒勒玛科斯,我甘甜的光芒。
οὔ σʼ ἔτʼ ἐγώ γε §16.24ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
我曾以为在绝不再能见到你了,自你乘船前往皮洛斯之后。
§16.25ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ §16.26τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
但快请进来吧,亲爱的孩子,好让我在屋内注视新近从外地归来的你,让心中充满喜悦。
§16.27οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, §16.28ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ, §16.29ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
因为你并不常来田野或牧人这里,而是待在城里;因为这显然是你的心意,去注视求婚者们那毁灭性的乌合之众。
§16.30τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §16.31ἔσσεται οὕτως, ἄττα·
” 聪明睿智的忒勒玛科斯回答他说: “就照这样办,阿达。
σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω, §16.32ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω, §16.33ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη §16.34ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ §16.35χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.
我是为了你才来到这里的,为了能亲眼看见你,听你说话,知道我的母亲是否仍留在府邸里,还是已经有别的男人娶了她,而奥德修斯的卧榻因为无人安寝,正落满丑恶的蛛网。
§16.36τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· §16.37καὶ λίην κείνη γε μένει τετληότι θυμῷ §16.38σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ §16.39φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
” 牧猪人、众人的领袖,回答他说: “她确实怀着忍耐的心,留守在你的府邸里;而对她来说,悲惨的黑夜和白昼总是在她垂泪中消逝。
§16.40ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος· §16.41αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
” 他这样说完,接过了他的青铜长枪;而他向里走去,跨过了石砌的门槛。
§16.42τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς· §16.43Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε· §16.44ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην §16.45σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
当他走近座位时,父亲奥德修斯让出了座位;但忒勒玛科斯从另一边劝阻他,开口说道: “坐下吧,客人;我们在自己这所牧庄里别处也能找到座位;这里有会为我们安排的人。
§16.46ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης. §16.47χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν· §16.48ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
” 他这样说,奥德修斯便又坐了回去;牧猪人给忒勒玛科斯下面铺上嫩绿的枝条,上面盖上羊皮;接着,奥德修斯那亲爱的儿子在上面坐了下来。
§16.49τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης §16.50ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, §16.51σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν, §16.52ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον· §16.53αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
牧猪人又为他们端上盛着烤肉的盘子,那是前一天他们吃剩留下的烤肉;他急忙在篮子里盛上大堆的面包,在木碗里调制了甘甜如蜜的红酒;他自己也在神圣的奥德修斯对面坐下。
§16.54οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
他们伸手拿取面前准备好的食物。
§16.55αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §16.56δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν· §16.57ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο;
当他们满足了饮食的欲望之后,忒勒玛科斯对高贵的牧猪人开口说道: “阿达,这位外乡人是从哪里到你这儿来的?
πῶς δέ ἑ ναῦται §16.58ἤγαγον εἰς Ἰθάκην;
船员们又是如何将他带到伊塔卡的?
τίνες ἔμμεναι εὐχετόωντο;
他们自称是谁?
§16.59οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
因为我想他绝不是步行来到这里的。
§16.60τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §16.61τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
” 牧猪人尤迈奥斯啊,你回答他说道: “所以,我的孩子,我将向你诉说全部的真情。
§16.62ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, §16.63φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι §16.64πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
他自称出身于辽阔的克里特,并说他一路上四处漂泊,历经了人类的许多城市;因为神明似乎就是这样为他纺织命运的。
§16.65νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς §16.66ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·
如今他从塞斯普罗提亚人的船上逃脱出来,来到了我的牧庄,而我将要把他托付给你。
§16.67ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
随你怎么处置吧;因为他自称是你的求庇者。 ”

词汇与语法注释

  1. §16.17ἀγαπάζῃ — 直喻从句中的虚拟语气(ἀγαπάζῃ)是荷马史诗的特征用法,用于表示一般化或典型的经常发生的情景,不带语气助词 ἄν。
  2. §16.35χήτει ἐνευναίων — χήτει 是中性名词 χῆτος(缺乏)的因由与格,意为“因为缺少……”。它支配着属格复数 ἐνευναίων(在此同眠之人)。
  3. §16.42τῷ δʼ ἕδρης ἐπιόντι — 与格短语 τῷ ... ἐπιόντι 作动词 ὑπόειξεν(让位)的与格宾语。属格 ἕδρης 受分词 ἐπιόντι(走近)支配。

引用这一段

荷马, 奥德赛 §16.1-16.67. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:16.1-16.67

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。