Humanitext Reader

ホメロス · オデュッセイア §14.70-14.134

求婚者たちの専横と主人の死を嘆くエウマイオス

96 / 173 箇所 · ギリシア語

要旨

エウマイオスはオデュッセウスを手厚くもてなし、求婚者たちの不遜な財産の浪費と、主人の莫大な遺産について細かに語る。オデュッセウスは素性を隠して主人の消息を尋ねるが、エウマイオスは放浪者の虚言を警戒し、主人はすでに亡くなったと信じて疑わない。

§14.70καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς §14.71Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
というのも、あの主人はアガメムノンの名誉のために、馬の産地たるイリオスへ行ったのだ、トロイア軍と戦うために。
§14.72ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα, §14.73βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
そう言って、彼は急いでチュニックを帯で締め、豚の群れが閉じ込められている豚小屋へと歩み寄った。
§14.74ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, §14.75εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
そこから二頭を連れ出してきて、両方を屠殺し、毛を焼き、切り分け、串に刺した。
§14.76ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ §14.77θέρμʼ αὐτοῖς ὀβελοῖσιν·
そしてすべてを焼き上げると、運んできてオデュッセウスの前に差し出した、串に刺さったままの熱い肉を。
ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
そして彼は白い大麦の粉を振りかけた。
§14.78ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, §14.79αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
それから、ツタ材の器に蜂蜜のように甘いワインを混ぜ合わせ、自分は向かい側に座り、勧めてこう言った。
§14.80ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι, §14.81χοίρεʼ·
「さあ召し上がってください、客人よ、召使いたちの手元にあるものを、子豚の肉を。
ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν, §14.82οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
肥えた豚の方は求婚者たちが食べてしまいます、神々の報いも慈悲の心も全く心に留めずに。
§14.83οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν, §14.84ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
実に、祝福された神々は非道な行いを好まず、正義と、人々の正しい行いを尊ばれる。
§14.85καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης §14.86ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ, §14.87πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι, §14.88καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
敵対的で無道な者たち、すなわち他国の土地に攻め入り、ゼウスが彼らに略奪品を与え、船を満たして帰国の途につくような者たちでさえ、その心には神々の報いに対する強い恐れが下るものだ。
§14.89οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν, §14.90κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
だが、あの求婚者どもは何かを知っているか、神の声でも聞いたのだろう、あの主人の惨めな死について。
§14.91μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι §14.92κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
だからこそ、彼らは正当に求婚しようともせず、自分たちの家に帰ろうともせず、気ままに財産を横暴に貪り食い、容赦というものがない。
§14.93ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν, §14.94οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
ゼウスから送られる夜と昼が訪れるたびに、彼らが屠殺する犠牲獣は一頭や二頭だけではないのだ。
§14.95οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
そしてワインをほしいままに汲み出し、浪費している。
§14.96ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος·
実に、主人の資力は莫大であった。
οὔ τινι τόσση §14.97ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
英雄たる者たちの誰一人として、これほどの富を持っていなかった。
§14.98οὔτʼ αὐτῆς Ἰθάκης·
黒い本土においても、このイタカ自身においても。
οὐδὲ ξυνεείκοσι φωτῶν §14.99ἔστʼ ἄφενος τοσσοῦτον·
二十人の男を合わせたとしても、これほどの富はあるまい。
ἐγὼ δέ κέ τοι καταλέξω.
それをあなたに数え上げてみせよう。
§14.100δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν, §14.101τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν §14.102βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
本土には十二の牛の群れがあり、同数の羊の群れがあり、同数の豚の群れ、同数の広範囲に放牧される山羊の群れを、異国の人々や、彼自身の牧人たちが放牧している。
§14.103ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα §14.104ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
そして、ここイタカでは全部で十一の広範囲に放牧される山羊の群れが、辺境で放牧されており、忠実な男たちがそれを見張っている。
§14.105τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ, §14.106ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
彼らのために、その男たちの誰もが毎日一頭を連れて行く、よく肥えた山羊の中から、最も優れていると思われるものを。
§14.107αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε, §14.108καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω. §14.109ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
一方、私はこの豚たちを見張り、守り、豚の中から最も優れたものをよく選んで彼らに送っているのだ」彼がそう言うと、オデュッセウスは貪るように肉を食べ、ワインを飲んだ、黙々と一心不乱に。
§14.110ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
そして求婚者たちへの災いを企てていた。
§14.111αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, §14.112καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν, §14.113οἴνου ἐνίπλειον·
食事が終わり、食べ物で心を満たすと、豚飼いは、自分が飲んでいた器を満たして彼に与えた、ワインをなみに注いで。
ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
彼はそれを受け取り、心の中で喜んだ。
§14.114καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
そして、声を上げて翼ある言葉を彼に語りかけた。
§14.115ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν, §14.116ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
「友よ、では誰がお前のことを自分の財産で買い取ったのか、お前が言うように、それほどまでに極めて裕福で力強い人物とは?
§14.117φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
お前は、彼がアガメムノンの名誉のために亡くなったと言うが。
§14.118εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
話してくれ、そのような人物を私がどこかで知っているかもしれないから。
§14.119Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, §14.120εἴ κέ μιν ἀγγείλαιμι ἰδών·
ゼウスや他の不死の神々こそがそれをご存じであろう、私が彼を見たという知らせをもたらし得るかどうか。
ἐπὶ πολλὰ δʼ ἀλήθην. §14.121τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
私は多くの地を彷徨ってきたのだから」すると、人々の指導者たる豚飼いが彼に答えた。
§14.122ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν §14.123ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
「お爺さん、彷徨う者が誰であれ、ここへやって来て知らせをもたらしたとて、妻や愛する息子を納得させられはまい。
§14.124ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται §14.125ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
むしろ、もてなしを必要としている放浪者たちは、嘘をつき、真実を語ろうとはしないのだ。
§14.126ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται, §14.127ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
彷徨いながらイタカの国にたどり着く者は誰でも、私の女主人のもとへ行き、欺くようなことを並べ立てる。
§14.128ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
彼女は温かく迎え入れ、もてなし、事細かに尋ねる。
§14.129καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει, §14.130ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
そして悲しみ嘆く彼女の目から涙がこぼれ落ちるのだ、夫が異国で死んだ時の妻の常として。
§14.131αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο. §14.132εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
お前さんだって、お爺さん、すぐにでも作り話で言葉を飾るだろう、もし誰かが衣服として外套とチュニックをくれると言うならば。
§14.133τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
だが、あの主人については、疾い犬たちや猛禽類が、すでに骨から皮を引き剥がしてしまっているだろう。
§14.134ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
彼の魂は去ってしまったのだ。

語釈・文法注

  1. §14.85καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι... — δυσμενέες καὶ ἀνάρσιοι(85行)は、88行の代名詞 τοῖς(与格)によって再開される主格名詞の変則的な懸垂構文(アナコルトン)を形成している。「敵対的で無道な者たちであっても…彼らの心には」と解釈される。
  2. §14.112ᾧ περ ἔπινεν — 関係代名詞 ᾧ (ᾧ περ)は先行詞である σκύφον(112行)を受け、飲酒の道具を表す道具与格として機能している。「彼(エウマイオス)自身がそれを使って飲んでいたその器」という意味になる。
  3. §14.115τίς γάρ σε πρίατο — ここでの γάρ は、対話相手(エウマイオス)の発言を受けて、強い関心や驚きを伴って新たな問いを導入する。「それなら一体、誰が…」というニュアンスを表す。
  4. §14.120εἴ κέ μιν ἀγγείλαιμι ἰδών — εἴ κε(εἰ ἄν)+希求法(ἀγγείλαιμι)は条件節(可能性・潜在)を形成しており、主節が省略された形で「私がもし彼を見かけて、その知らせをもたらすことができるものなら(もたらしたいのだが)」というニュアンスを示す。分詞 ἰδών は「見かけたなら」という時間的・条件的な意味を持つ。

この箇所を引用する

ホメロス, オデュッセイア §14.70-14.134. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:14.70-14.134

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。